μικρὸν οὖν ὁ ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδʼ ἔχομεν, ἐπιθυμοίην ἂν μαθεῖν τίς αἰτία, διʼ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.
THEN the stranger, after he had made a little pause, said: Men in love are ambitious to be in company with their sweethearts; when that is denied them, they desire at least to talk of them. This is my case in relation to snow; and, because I cannot have it at present, I am desirous to learn the reason why it is commonly preserved by the hottest things. For, when covered with’ chaff and cloth that has never been at the fuller’s, it is preserved a long time. Now it is strange that the coldest things should be preserved by the hottest.
κομιδῇ γʼ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ αὑτοὺς παραλογιζόμεθα, θερμὸν εὐθὺς εἶναι τὸ θερμαῖνον ὑπολαμβάνοντες· καὶ ταῦθʼ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δʼ ἡλίῳ ψύχειν γέγονεν· ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις / θάλπουσα καὶ ψύχουσα. / Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δʼ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφʼ ἡμῶν πιμπλάμενα θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δʼ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς ἀλλάττουσι τὰ ἱμάτια τῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δʼ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δʼ ὑπʼ αὐτῆς ἀφιείσης πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τʼ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδʼ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος· ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε καὶ τὴν θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δʼ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ.
Yes, said I, it is a very strange thing, if true. But it is not so; and we cozen ourselves by presently concluding a thing to be hot if it have a faculty of causing heat, when yet we see that the same garment causes heat in winter, and cold in summer. Thus the nurse in the tragedy, In garments thin doth Niobe’s children fold, / And sometimes heats and sometimes cools the babes. / The Germans indeed make use of clothes only against the cold, the Ethiopians only against the heat; but they are useful to us upon both accounts. Why therefore should we rather say the clothes are hot, because they cause heat, than cold, because they cause cold? Nay, if we must be tried by sense, it will be found that they are more cold than hot. For at the first putting on of a coat it is cold, and so is our bed when we lie down; but afterwards they grow hot with the heat of our bodies, because they both keep in the heat and keep out the cold. Indeed, feverish persons and others that have a violent heat upon them often change their clothes, because they perceive that fresh ones at the first putting on are much colder; but within a very little time their bodies make them as hot as the others. In like manner, as a garment heated makes us hot, so a covering cooled keeps snow cold. Now that which causes this cold is the continual emanations of a subtile spirit the snow has in it, which spirit, as long as it remains in the snow, keeps it compact and close; but, after once it is gone, the snow melts and dissolves into water, and instantly loses its whiteness, occasioned by a mixture of this spirit with a frothy moisture. Therefore at the same time, by the help of these clothes, the cold is kept in, and the external air is shut out, lest it should thaw the concrete body of the snow. The reason why they make use of cloth that has not yet been at the fuller’s is this, because that in such cloth the hair and coarse flocks keep it off from pressing too hard upon the snow, and bruising it. So chaff lying lightly upon it does not dissolve the body of the snow, besides the chaff lies close and shuts out the warm air, and keeps in the natural cold of the snow. Now that snow melts by the evaporating of this spirit, we are ascertained by sense; for when snow melts it raises a vapor.
Νίγρος ὁ πολίτης ἡμῶν ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλʼ ἐν ὅσῳ τὰ τάνδρὸς οὐ καταλαμβάνοντες ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπʼ αὐτοῦ μιμούμενοι τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος, τὴν τʼ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι διηθημένον, ἀλλʼ, ὥσπερ Ἡσίοδος ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ἡ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν· ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου πολλάκις· ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας· οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν, ἐξευνουχίζουσι τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν ὑπʼ ἀσθενείας οὔτε πίνειν τὸν μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν· ἀλλὰ σόφισμα τοῦτʼ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες· ὅ τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτʼ ἐν τῷ διυλίζειν ἐξαιροῦσι καὶ ἀποκρίνουσι. μέγα δὲ τεκμήριον ἡ διαφθορὰ καὶ τὸ μὴ διαμένειν, ἀλλʼ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός· οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἴωθε · καλεῖν· οὐχ ὡς Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.
NIGER, a citizen of ours, was lately come from school, after he had spent some time under the discipline of a renowned philosopher, but had learned nothing but those faults by which his master was offensive and odious to others, especially his habit of reproving and of carping at whatever upon any occasion chanced to be spoke in company. And therefore, when we were at supper one time at Aristio’s, not content to assume to himself a liberty to rail at all the rest of the preparations as too profuse and extravagant, he had a pique at the wine too, and said that it ought not to be brought to table strained, but that, observing Hesiod’s rule, we ought to drink it new out of the vessel, while it has its natural strength and force. Moreover, he added that this way of purging wine takes the strength from it, and robs it of its natural heat, which, when wine is poured out of one vessel into another, evaporates and dies. Besides he would needs persuade us that it showed too much of a vain curiosity, effeminacy, and luxury, to convert what is wholesome into that which is palatable. For as the riotous, not the temperate, use to cut cocks and geld pigs, to make their flesh tender and delicious, even against Nature; just so (if we may use a metaphor, says he) those that strain wine geld and emasculate it, whilst their squeamish stomachs will neither suffer them to drink pure wine, nor their intemperance to drink moderately. Therefore they make use of this expedient, to the end that it may render the desire they have of drinking plentifully more excusable. So they take all the strength from the wine, leaving the palatableness still; as we use to deal with those with whose constitution cold water does not agree, to boil it for them. For they certainly take off all the strength from the wine, by straining of it. And this is a great argument, that the wine deads, grows flat, and loses its virtue, when it is separated from the lees, as from its root and stock; for the ancients for very good reason called wine lees, as we use to signify a man by his head or soul, as the principal part of him. So in Greek, grape-gatherers are said τρυγᾶν, the word being derived from τρύξ, which signifies lees; and Homer in one place calls the fruit of the wine διατρύγιον, and the wine itself high-colored and red,—not pale and yellow, such as Aristio gives us to supper, after all goodness is purged out of it.
καὶ ὁ Ἀριστίων γελάσας οὐκ ὠχριῶντʼ εἶπεν ὦ τᾶν, οὐδʼ ἀναίμον,, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δʼ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν διʼ ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν· οὐ γὰρ ἂν ὁ λέγωνεὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. ὥσπερ οὖν ὁ σοφὸς Ἀνάχαρσις ἄλλʼ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν· οὕτως ἡμᾶς ἐφʼ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δʼ εὐφραίνοντες οὐ καλλωπίσαντες οὐδʼ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ἢ ῥύπον ἀποκαθήραντες προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, ὦ φίλε, φρενετίζων καὶ μαινόμενος· ἀλλʼ ὅταν ἐλλεβόρῳ χρησάμενος ἢ διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, ἡ δʼ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι· οὕτω δὴ καὶ ἡ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δʼ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος· καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι· λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιο / λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ / μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν· ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες ἢ κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δʼ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντʼ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου· τί γὰρ οὕτω κεκονίαται; τί δʼ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντος ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; ἢ τὸ μὲν ἔκπωμʼ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δʼ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος ἢ κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα λέγειν; ἡ γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον ἢ κάθαρσις οὖσα, θέασαι μεθʼ ὅσης γίγνεται πραγματείας· οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις καὶ ἀποκρίσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων, ἀλλʼ ἡ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ ἡ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον ἢ σκύβαλον ἡ διήθησις ἐξαιρεῖ, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτʼ ἀσχολίας πολλῆς προσούσης;
Then Aristio smiling presently replied: Sir, the wine I bring to table does not look so pale and lifeless as you would have it; but it appears at first sight to be mild and well qualified. But for your part, you would glut yourself with night wine, which raises melancholy vapors; and upon this account you cry out against purgation, which, by carrying off whatever might cause melancholy or load men’s stomachs, and make them drunk or sick, makes it mild and pleasant to those that drink it, such as heroes (as Homer tells us) were formerly wont to drink. And it was not dark-colored wine which he called αἶθοψ, but clear and transparent; for otherwise he would never have called brass αἶθοψ, after he had given it the epithets man-exalting and resplendent. Therefore as the wise Anacharsis, discommending some things that the Grecians enjoined, commended their coals, because they leave the smoke without doors, and bring the fire into the house; so you judicious men might blame me for some other reason than this. But what hurt, I pray, have I done to the wine, by taking from it a turbulent and noisome quality, and giving it a better taste, though a paler color? Nor have I brought you wine to the table which, like a sword, hath lost its edge and vigorous relish, but such as is only purged of its dregs and filth. But you will say that wine not strained hath a great deal more strength. Why so, my friend? One that is frantic and distracted has more strength than a man in his wits; but when, by the help of hellebore or some other fit diet, he is come to himself, that rage and frenzy leave him and quite vanish, and the true use of his reason and health of body presently comes into its place. In like manner, purging of wine takes from it all the strength that inflames and enrages the mind, and gives it instead thereof a mild and wholesome temper; and I think there is a great deal of difference between gaudiness and cleanliness. For women, while they paint, perfume, and adorn themselves with jewels and purple robes, are accounted gaudy and profuse; yet nobody will find fault with them for washing their faces, anointing themselves, or platting their hair. Homer very neatly expresses the difference of these two habits, where he brings in Juno dressing herself:— With sweet ambrosia first she washed her skin, / And after did anoint herself with oil. / So much was allowable, being no more than a careful cleanliness. But when she comes to call for her golden buttons, her curiously wrought ear-rings, and last of all puts on her bewitching girdle, this appears to be an extravagant and idle curiosity, and betrays too much of wantonness, which by no means becomes a married woman. Just so they that sophisticate wine by mixing it with aloes, cinnamon, or saffron bring it to the table like a gorgeous-apparelled woman, and there prostitute it. But those that only take from it what is nasty and no way profitable do only purge it and improve it by their labor. Otherwise you may find fault with all things whatsoever as vain and extravagant, beginning at the house you live in. As first, you may say, why is it plastered? Why does it open especially on that side where it may have the best convenience for receiving the purest air, and the benefit of the evening sun? What is the reason that our cups are washed and made so clean that they shine and look bright? Now if a cup ought to have nothing that is nasty or loathsome in it, ought that which is drunk out of the cup to be full of dregs and filth? What need is there for mentioning any thing else? The making corn into bread is a continual cleansing; and yet what a great ado there is before it is effected! There is not only threshing, winnowing, sifting, and separating the bran, but there must be kneading the dough to soften all parts alike, and a continual cleansing and working of the mass till all the parts become edible alike. What absurdity is it then by straining to separate the lees, as it were the filth of the wine, especially since the cleansing is no chargeable or painful operation?