Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 4.3.1–4.4.4: Book 4, Questions 3 and 4: wedding guests; the sea or the land as a source of food

At Autobulus' wedding Sossius Senecio asks why more guests are invited to a wedding feast than to any other. The answers are that a wedding is public, that two families are joined, and that women take part in the rites, so their husbands must be invited. Question 4 at Aedepsus has Polycrates and Symmachus debate whether the sea or the land supplies the better food, with salt and fish for the sea and tame animals for the land.

Sections 4.3.1–4.4.4 · 2138 words · click a number to copy its link

ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος Σενεκίων· καὶ πολλῶν […] ἄλλων τε τῇ τόθʼ ἑορτῇ μάλα πρεπόντων παρέσχεν ἀφορμὰς καὶ περὶ τῆς αἰτίας, διʼ ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών ἔφη περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς; παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι. τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν· ὡς ὁ Μένανδρος πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν […] ωπον δεινῶς […] οὐ πρᾶγμα νύμφης λέγεις.

AT my son Autobulus’s marriage, Sossius Senecio from Chaeronea and a great many other noble persons were present at the same feast; which gave occasion to this question (Senecio proposed it), why to a marriage feast more guests are usually invited than to any other. Nay even those law-givers that chiefly opposed luxury and profuseness have particularly confined marriage feasts to a set number. Indeed, in my opinion, he continued, Hecataeus the Abderite, one of the old philosophers, hath said nothing to the purpose in this matter, when he tells us that those that marry wives invite a great many to the entertainment, that many may see and be witnesses that they being free born take to themselves wives of the same condition. For, on the contrary, the comedians reflect on those who revel at their marriages, who make a great ado and are pompous in their feasts, as such who are marrying with no great confidence and courage. Thus, in Menander, one replies to a bridegroom that bade him beset the house with dishes,... Your words are great, but what’s this to your bride?

ἀλλʼ ὅπως μή, τὸ ῥᾷστον, ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς παραλαμβάνουσιν.

But lest I should seem to find fault with those reasons others give, only because I have none of my own to produce, continued he, I begin by declaring that there is no such evident or public notice given of any feast as there is of one at a marriage. For when we sacrifice to the Gods, when we take leave of or receive a friend, a great many of our acquaintance need not know it. But a marriage dinner is proclaimed by the loud sound of the wedding song, by the torches and the music, which as Homer expresseth it, The women stand before the doors to see and hear. And therefore when everybody knows it, the persons are ashamed to omit the formality of an invitation, and therefore entertain their friends and kindred, and every one that they are any way acquainted with.

ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ συνιόντων δυεῖν, ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.

This being generally approved, Well, said Theo, speaking next, let it be so, for it looks like truth; but let this be added, if you please, that such entertainments are not only friendly, but also kindredly, the persons beginning to have a new relation to another family. But there is something more considerable, and that is this; since by this marriage two families join in one, the man thinks it his duty to be civil and obliging to the woman’s friends, and the woman’s friends think themselves obliged to return the same to him and his; and upon this account the company is doubled. And besides, since most of the little ceremonies belonging to the wedding are performed by women, it is necessary that, where they are entertained, their husbands should be likewise invited.

τῆς Εὐβοίας ὁ Αἰδηψός, οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον.,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. μάλιστα δʼ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι καὶ συνουσίας ποιοῦνται μετʼ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν· ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἣδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως· ἀεὶ δʼ ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.

AEDEPSUS in Euboea, where the baths are, is a place by nature every way fitted for free and gentle pleasures, and withal so beautified with stately edifices and dining rooms, that one would take it for no other than the common place of repast for all Greece. Here, though the ’earth and air yield plenty of creatures for the service of men, the sea no less furnisheth the table with variety of dishes, nourishing a store of delicious fish in its deep and clear waters. This place is especially frequented in the spring; for hither at this time of year abundance of people resort, solacing themselves in the mutual enjoyment of all those pleasures the place affords, and at spare hours pass away the time in many useful and edifying discourses. When Callistratus the sophist lived here, it was a hard matter to dine at any place besides his house; for he was so extremely courteous and obliging, that no man whom he invited to dinner could have the face to say him nay. One of his best humors was to pick up all the pleasant fellows he could meet with, and put them in the same room. Sometimes he did, as Cimon one of the ancients used to do, and satisfactorily treated men of all sorts and fashions. But he always (so to speak) followed Celeus, who was the first man, it is said, that daily assembled a number of honorable persons of good mark, and called the place where they met the Prytaneum.

ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι, ποικιλώταται γενόμεναι, ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας σὺ δʼ εἶπεν ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι;βούλομαί γε νὴ Δίʼ ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης. οὐκοῦν ἔφη πρῶτον ὁ Πολυκράτης ἴωμεν ἐπὶ τὴν συνήθειαν. ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος ἢ μάλιστὰ γʼ ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας, ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκʼ ἐπήσθιεν οὐδὲ τὸν φιλόσυκον οἷος ἦν Πλάτων, οὐ φιλόβοτρυν οἷος Ἀρκεσίλαος· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας ἑκάστοτε καὶ τοῦ κώδωνος ὀξέως ἀκούοντας. καὶ ὁ Δημοσθένης τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν,ἐπʼ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν τί ποτε βούλεται; τί δʼ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν οὐχὶ τὸ παρʼ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰ τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ; ἐπʼ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν;ʼ ἀλλʼ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλʼ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος· οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει, ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα διʼ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δʼ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γʼ εἶπε τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν γόγγρους ἕψοντα; κἀκεῖνος οὐ φαύλως σὺ δʼ οἴει ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει; ταῦτʼ εἶπεν ὁ Πολυκράτης ἔγωγε συμβάλλομαι καὶ ὑμῖν καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας.

Several times at these public meetings divers agreeable discourses were raised; and it fell out that once a very splendid treat, adorned with variety of dainties, gave occasion for enquiries concerning food, whether the land or sea yielded better. Here when a great part of the company were highly commending the land, as abounding with many choice, nay, an infinite variety of all sorts of creatures, Polycrates calling to Symmachus, said to him: But you, sir, being an animal bred between two seas, and brought up among so many which surround your sacred Nicopolis, will not you stand up for Neptune? Yes, I will, replied Symmachus, and therefore command you to stand by me, who enjoy the most pleasant part of all the Achaean Sea. Well, says Polycrates, the beginning of my discourse shall be grounded upon custom; for as of a great number of poets we usually give one, who far excels the rest, the famous name of poet; so though there be many sorts of dainties, yet custom has so prevailed, that the fish alone, or above all the rest, is called ὄψον, because it is more excellent than all others. For we do not call those gluttonous and great eaters who love beef, as Hercules, who after flesh used to eat green figs; nor those that love figs, as Plato; nor lastly, those that are for grapes, as Arcesilaus; but those who frequent the fish-market, and soonest hear the market-bell. Thus when Demosthenes told Philocrates that the gold he got by treachery was spent upon whores and fish, he upbraids him as a gluttonous and lascivious fellow. And Ctesiphon said pat enough, when a certain glutton cried aloud in the Senate that he should burst asunder: No, by no means let us be baits for your fish! And what was his meaning, do you think, who made this verse, You capers gnaw, when you may sturgeon eat? And what, for God’s sake, do those men mean who, inviting one another to sumptuous collations, usually say: To-day we will dine upon the shore? Is it not that they suppose, what is certainly true, that a dinner upon the shore is of all others most delicious? Not by reason of the waves and stones in that place,—for who upon the sea-coast would be content to feed upon a pulse or a caper?—but because their table is furnished with plenty of fresh fish. Add to this, that sea-food is dearer than any other. Wherefore Cato, inveighing against the luxury of the city, did not exceed the bounds of truth, when he said that at Rome a fish was sold for more than an ox. For they sell a small pot of fish for a price which a hecatomb of sheep with an ox would hardly bring. Besides, as the physician is the best judge of physic, and the musician of songs; so he is able to give the best account of the goodness of meat who is the greatest lover of it. For I will not make Pythagoras and Xenocrates arbitrators in this case; but Antagoras the poet, and Philoxenus the son of Eryxis, and Androcydes the painter, of whom it was reported that, when he drew a landscape of Scylla, he drew fish in a lively manner swimming round her, because he was a great lover of them. So Antigonus the king, surprising Antagoras the poet in the habit of a cook, broiling congers in his tent, said to him: Dost thou think that Homer was dressing congers when he writ Agamemnon’s famous exploits? And he as smartly replied: Do you think that Agamemnon did so many famous exploits when he was enquiring who dressed congers in the camp? These arguments, says Polycrates, I have urged in behalf of fishmongers, drawing them from testimony and custom.

ἐγὼ δʼ ὁ Σύμμαχος ἔφη τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται τῷ ἀπούσης ἐλπίδος οὐδʼ ἡδυνούσης οὐκ ἀνεκτὸν εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος ἄχαρις γίγνεται τροφὴ πᾶσα καὶ δυσπρόσοιστος. τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον· ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει· διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον ὄψον εἰσίν. οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδʼ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. ὡς γὰρ τὰ χρώματα τοῦ φωτός, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς δέονται πρὸς τὸ κινῆσαι τὴν αἴσθησιν εἰ δὲ μή, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καθʼ Ἡράκλειτον, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος· ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε· γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπʼ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος· ἐὰν δʼ ἀπʼ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸν ὄψον εἰσὶν οἱ ἅλες. τὸ μὲν γὰρ Ὁμηρικὸν ἐκεῖνο κρόμυον ποτῷ ὄψον ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν· τὰ δʼ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων διʼ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δʼ ὕδωρ προσφιλὲς παρέχεσθαι ἄλκιμον· ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδʼ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει, εὔχαριν μὲν χάριν ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν προσφερομένων. καὶ μὴν τὰ γʼ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει· κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δʼ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. μαρτυρήσει δʼ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν.

But, says Symmachus, I will go more seriously to work, and more like a logician. For if that may truly be said to be a dainty which gives meat the best relish, it will evidently follow, that that is the best sort of dainty which gets men the best stomach to their meat. Therefore, as those philosophers who were called Elpistics (from the Greek word signifying hope, which above all others they cried up) averred that there was nothing in the world which concurred more to the preservation of life than hope, without whose gracious influence life would be a burden and altogether intolerable; in the like manner that of all things may be said to get us a stomach to our meat, without which all meat would be unpalatable and nauseous. And among all those things the earth yields, we find no such things as salt, which we can have only from the sea. First of all, there would be nothing eatable without salt, which mixed with flour seasons bread also. Hence it was that Neptune and Ceres had both the same temple. Besides, salt is the most pleasant of all relishes. For those heroes who, like champions, used themselves to a spare diet, banishing from their tables all vain and superfluous delicacies, to such a degree that when they encamped by the Hellespont they abstained from fish, yet for all this could not eat flesh without salt; which is a sufficient evidence that salt is the most desirable of all relishes. For as colors need light, so tastes need salt, that they may affect the sense, unless you would have them very nauseous and unpleasant. For, as Heraclitus used to say, a carcass is more abominable than dung. Now all flesh is dead, and part of a lifeless carcass; but the virtue of salt, being added to it, like a soul, gives it a pleasing relish and poignancy. Hence it comes to pass that before meat men use to take sharp things, and such as have much salt in them; for these beguile us into an appetite. And whoever has his stomach sharpened with these sets cheerfully and freshly upon all other sorts of meat. But if he begin with any other kind of food, all on a sudden his stomach grows dull and languid. And therefore salt doth not only make meat but drink palatable. For Homer’s onion, which, he tells us, they were used to eat before they drank, was fitter for seamen and boatmen than kings. Things moderately salt, by being agreeable to the mouth, make all sorts of wine mild and palatable, and water itself of a pleasing taste. Besides, salt creates none of those troubles which an onion does, but digests all other kinds of meat, making them tender and fitter for concoction; so that at the same time it is sauce to the palate and physic to the body. But all other sea-food, besides this pleasantness, is also very innocent; for though it be fleshly, yet it does not load the stomach as all other flesh does, but is easily concocted and digested. This Zeno will’ avouch for me, and Crato too, who confine sick persons to a fish diet, as of all others the lightest sort of meat. And it stands with reason, that the sea should produce the most nourishing and wholesome food, seeing it yields us the most refined, the purest, and therefore the most agreeable air.

ὀρθῶς ἔφη λέγεις ὁ Λαμπρίας, ἀλλʼ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ἰουδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν· ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης· πρὸς μὲν γὰρ ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον, ἀλλὰ τρέφεταί γε τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν· καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖς διαίταις. τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτʼ ὄψις οὔτε φωνή τις οὔθʼ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς, οὐδὲν γὰρ ἄν τις ἔχοι χρήσασθαι ζῶσιν, ἃ μηδʼ ὅλως ζῇ παρʼ ἡμῖν· οὐδὲ δεῖ τινος ἐπʼ αὐτὰ στοργῆς, ἀλλʼ ὥσπερ Ἅιδης αὐτοῖς ἐστιν οὗτος ὁ παρʼ ἡμῖν τόπος· ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν.

You say right, says Lamprias, but let us think of something else to confirm what you have spoken. I remember my old grandfather was used to say in derision of the Jews, that they abstained from most lawful flesh; but we will say that that is most lawful meat which comes from the sea. For we can claim no great right over land creatures, which are nourished with the same food, draw the same air, wash in and drink the same water, that we do ourselves; and when they are slaughtered, they make us ashamed of what we are doing, with their hideous cries; and then again, by living amongst us, they arrive at some degree of familiarity and intimacy with us. But sea creatures are altogether strangers to us, and are born and brought up as it were in another world; neither does their voice, look, or any service they have done us plead for their life. For this kind of creatures are of no use at all to us, nor is there any necessity that we should love them. But that place which we inhabit is hell to them, and as soon as ever they enter upon it they die.

People and places in this passage

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.