Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 5.0.1–5.2.1: Book 5, Preface and Questions 1 and 2: pleasures of the mind; imitation; new contests at the Pythian games

The preface to Sossius Senecio answers those who say that the soul has no pleasures of its own, pointing to the learned talk after supper. Question 1, at the house of Boethus the Epicurean, asks why real voices of anger or fear disturb us while an actor's imitation of them delights, and Plutarch says that men love skill and art. Question 2 asks whether the new contests that have crept into the Pythian games, such as the tragedian after the three ancient competitors, should be removed.

Sections 5.0.1–5.2.1 · 1798 words · click a number to copy its link

περὶ τῶν τῆς ψυχῆς καὶ σώματος ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν ἄδηλόν ἐστιν, ἐπειὴ μάλα πολλὰ μεταξὺ / οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· / πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς ἡδονὸις τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς ὑποσύμβολα προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι τὸ φύσει φιλοθέαμον ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.

What is your opinion at present, Sossius Senecio, of the pleasures of mind and body, is not evident to me; Because us two a thousand things divide, / Vast shady hills, and the rough ocean’s tide. / But formerly, I am sure, you did not lean to nor like their opinion, who will not allow the soul to have any proper agreeable pleasure, which without respect to the body she desires for herself; but define that she lives as a form assistant to the body, is directed by the passions of it, and, as that is affected, is either pleased or grieved, or, like a looking-glass, only receives the images of those sensible impressions made upon the body. This sordid and debas ing opinion is especially in this way confuted; for at a feast, the genteel well-bred men after supper fall upon some topic or another as second course, and cheer one another by their pleasant talk. Now the body hath very little or no share in this; which evidently proves that this is a particular banquet for the soul, and that those pleasures are peculiar to her, and different from those which pass to her through the body and are vitiated thereby. Now, as nurses, when they feed children, taste a little of their pap, and have but small pleasure therefrom, but when the infants are satisfied, leave crying, and go to sleep, then being at their own disposal, they take such meat and drink as is agreeable to their own bodies; thus the soul partakes of the pleasures that arise from eating and drinking, like a nurse, being subservient to the appetites of the body, kindly yielding to its necessities and wants, and calming its desires; but when that is satisfied and at rest, then being free from her business and servile employment, she seeks her own proper pleasures, revels on discourse, problems, stories, curious questions, or subtle resolutions. Nay, what shall a man say, when he sees the dull unlearned fellows after supper minding such pleasures as have not the least relation to the body? They tell tales, propose riddles, or set one another a guessing at names, comprised and hid under such and such numbers. Thus mimics, drolls, Menander and his actors were admitted into banquets, not because they can free the eye from any pain, or raise any tickling motion in the flesh; but because the soul, being naturally philosophical and a lover of instruction, covets its own proper pleasure and satisfaction, when it is free from the trouble of looking after the body.

περὶ ὧν ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων ὁ κωμῳδὸς εὐημέρησεν ἦν γὰρ αὐτοῦ πολὺς λόγος, ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ συνεδείπνουν δʼ οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως. εἶθʼ οἱονεὶ φιλολόγοις περιέστησεν ἡ τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, διʼ ἣν ὀργιζομένων ἢ λυπουμένων ἢ δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα. καὶ δυσκολαίνομεν, οἱ δʼ ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος· ἔφασαν γάρ, ἐπειδὴ κρείττων ὁ μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τούτου τέρπεσθαι καὶ χαίρειν.

OF this we discoursed in your company at Athens, when Strato the comedian (for he was a man of great credit) flourished. For being entertained at supper by Boethus the Epicurean, with a great many more of the sect, as it usually happens when learned and inquisitive men meet together, the remembrance of the comedy led us to this enquiry,—Why we are disturbed at the real voices of men, either angry, pensive, or afraid, and yet are delighted to hear others represent them, and imitate their gestures, speeches, and exclamations. Every one in the company gave almost the same reason. For they said, he that only represents excels him that really feels, inasmuch as he doth not suffer the misfortunes; which we knowing are pleased and delighted on that account.

ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ ἡ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, ᾗ τι μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει· οὕτως ὁ ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ προθείη τις ὁμοῦ μικρὸν μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶν ἀλεύρων κυνίδιον ἢ βοΐδιον, ἐπὶ τοῦτʼ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τις ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἢ ἔκπωμα παρασταίη διδούς, τοῦτʼ ἂν λάβοι μᾶλλον, ᾧ τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν ὁ μὲν ἀληθῶς ὀργιζόμενος ἢ λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δʼ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ νοσοῦντας ἀνιαρῶς ὁρῶμεν· τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν ὁ χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δʼ εἶπον ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ ἡδόμενον ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, ὁ δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰ τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες ἢ τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι· προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλʼ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν, ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης λης, προελθεῖν· ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτη πρὸς τὴν Παρμένοντος ὗν; ἀφεῖναι τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. ᾧ μάλιστα δῆλόν ἐστιν, ὅτι ταὐτὸ τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς ἢ φιλοτίμως περαίνεσθαι τὸ γενόμενον.

But I, though it was not properly my talent, said that we, being by nature rational and lovers of ingenuity, are delighted with and admire every thing that is artificially and ingeniously contrived. For as a bee, naturally loving sweet things, seeks after and flies to any thing that has any mixture of honey in it; so man, naturally loving ingenuity and elegancy, is very much inclined to embrace and highly approve every word or action that is seasoned with wit and judgment. Thus, if any one offers a child a piece of bread, and at the same time a little dog or ox made in paste, we shall see the boy run eagerly to the latter; so likewise if any one offers him silver in the lump, and another a beast or a cup of the same metal, he will rather choose that in which he sees a mixture of art and reason. Upon the same account it is that children are much in love with riddles, and such fooleries as are difficult and intricate; for whatever is curious and subtle doth attract and allure human nature, as antecedently to all instruction agreeable and proper to it. And therefore, because he that is really affected with grief or anger presents us with nothing but the common bare passion, but in the imitation some dexterity and persuasiveness appears, we are naturally inclined to be disturbed at the former, whilst the latter delights us. It is unpleasant to see a sick man, or one that is at his last gasp; yet with content we can look upon the picture of Philoctetes, or the statue of Jocasta, in whose face it is commonly said that the workmen mixed silver, so that the brass might represent the face and color of one ready to faint and yield up the ghost. And this, said I, the Cyrenaics may use as a strong argument against you Epicureans, that all the sense of pleasure which arises from the working of any object on the ear or eye is not in those organs, but in the intellect itself. Thus the continual cackling of a hen or cawing of a crow is very ungrateful and disturbing; yet he that imitates those noises well pleases the hearers. Thus to behold a consumptive man is no delightful spectacle; yet with pleasure we can view the pictures and statues of such persons, because the very imitating hath something in it very agreeable to the mind, which allures and captivates its faculties. For upon what account, for God’s sake, from what external impression upon our organ, should men be moved to admire Parmeno’s sow so much as to pass it into a proverb? Yet it is reported, that Parmeno being very famous for imitating the grunting of a pig, some endeavored to rival and outdo him. And when the hearers, being prejudiced, cried out, Very well indeed, but nothing comparable to Parmeno’s sow; one took a pig under his arm and came upon the stage. And when, though they heard the very pig, they still continued, This is nothing comparable to Parmeno’s sow; he threw his pig amongst them, to show that they judged according to opinion and not truth. And hence it is very evident, that like motions of the sense do not always raise like affections in the mind, when there is not an opinion that the thing done was not neatly and ingeniously performed.

ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα. παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφʼ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δʼ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθʼ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῷ περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστί· τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπʼ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δʼ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· πολλὰ δὲ καὶ θέντες ἔπειτʼ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται. δέδια δʼ εἰπεῖν ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα, καταγέλαστος γένωμαι.

AT the solemnity of the Pythian Games, there was a consult about taking away all such sports as had lately crept in and were not of ancient institution. For after they had taken in the tragedian in addition to the three ancient, which were as old as the solemnity itself, the Pythian piper, the harper, and the singer to the harp, as if a large gate were opened, they could not keep out an infinite crowd of plays and musical entertainments of all sorts that rushed in after him. Which indeed made no unpleasant variety, and increased the company, but yet impaired the gravity and neatness of the solemnity. Besides it must create a great deal of trouble to the umpires, and considerable dissatisfaction to very many, since but few could obtain the prize. It was chiefly agreed upon, that the orators and poets should be removed; and this determination did not proceed from any hatred to learning, but forasmuch as such contenders are the most noted and worthiest men of all, therefore they reverenced them, and were troubled that, when they must judge every one deserving, they could not bestow the prize equally upon all. I, being present at this consult, dissuaded those who were for removing things from their present settled order, and who thought this variety as unsuitable to the solemnity as many strings and many notes to an instrument. And when at supper, Petraeus the president and director of the sports entertaining us, the same subject was discoursed on, I defended music, and maintained that poetry was no upstart intruder, but that it was time out of mind admitted into the sacred games, and crowns were given to the best performer. Some straight imagined that I intended to produce some old musty stories, like the funeral solemnities of Oeolycus the Thessalian or of Amphidamas the Chalcidean, in which they say Homer and Hesiod contended for the prize. But passing by these instances as the common theme of every grammarian, as likewise their criticisms who, in the description of Patroclus’s obsequies in Homer, read ῥήμονες, orators, and not ῥ’ ἥμοντες, darters, as if Achilles had proposed a prize for the best speaker,—omitting all these, I said that Acastus at his father Pelias’s funeral set a prize for contending poets, and Sibylla won it. At this, a great many demanding some authority for this unlikely and incredible relation, I happily recollecting myself produced Acesander, who in his description of Africa hath this relation; but I must confess this is no common book. But Polemo the Athenian’s Commentary of the Treasures of the City Delphi I suppose most of you have diligently perused, he being a very learned man, and diligent in the Greek antiquities. In him you shall find that in the Sicyonian treasure there was a golden book dedicated to the God, with this inscription: Aristomache, the poetess of Erythraea, dedicated this after she had got the prize at the Isthmian games. Nor is there any reason, I continued, why we should so admire and reverence the Olympic games, as if, like Fate, they were unalterable, and never admitted any change since the first institution. For the Pythian, it is true, hath had three or four musical prizes added; but all the exercises of the body were for the most part the same from the beginning. But in the Olympian all beside racing are late additions. They instituted some, and abolished them again; such were the races of mules, either rode or in a chariot, as likewise the crown appointed for boys that were victorious in the five contests. And, in short, a thousand things in those games are mere novelties. And I fear to tell you how at Pisa they had a single combat, where he that yielded or was overcome was killed upon the place, lest again you may require an author for my story, and I may appear ridiculous if amidst my cups I should forget the name.

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.