Plutarch · Dialogue on Love (Amatorius) Ἐρωτικός

Plutarch, Dialogue on Love (Amatorius) 15–16: The care of the gods for men; the four friendships; divine madness

Plutarch says that the gods care for ploughing, sowing and planting, and that it is unthinkable that the growth of young people should have no divine guardian. He counts four kinds of friendship, the natural, that of kinsmen, that of friends and that of lovers, and says that it would be absurd for only the last to have no god. He then gives Plato's distinction between the madness that comes from bodily illness and the divine madness breathed in from outside.

Sections 15–16 · 2346 words · click a number to copy its link

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι· / δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, / ἁγνὸν φέγγος ὀπώρας / κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἐν τέλει γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος, οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, / οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα / ψυχαῖς. / καὶ τὰ τοιαῦτα πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτʼ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτʼ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα. γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε;

AUTOB. To whom Daphnaeus: In the name of all the Gods, who ever thought otherwise? All those must certainly, replied my father, who believe the care of ploughing, sowing, and planting is an employment becoming the Gods (and have they not for this purpose certain Nymphs attending them, called Dryads, Who with the trees they cherish live and die? —

AUTOB. and does not The joyous Bacchus send increase of fruit, / The chaste autumnal light, to every tree? — /

AUTOB. as Pindar sings), and who yet will not allow that the nourishment and growth of children and young people, who in the flower of their age are to be formed and shaped into several varieties of beauty, is under the care and tuition of any Deity; or that there is any Divinity to take care that man, being once born, may be guided and conducted in the true paths of virtue, and to prevent the tender plant from being bowed and bent the wrong way for want of a good instructor, or by the depraved conversation of those with whom he lives. For my part, I look upon it as a heinous piece of indignity and ingratitude thus to say, while we are all the time enjoying the bounty and benignity of God, which he is ready to disperse and diffuse over all, and which never abandons the distresses and needs of mortals. And yet in many of these needs the duty to be performed is rather necessary than pleasant. Thus our being delivered from the mother’s womb is no such delightful thing, as being attended with pain and issues of blood; and yet there is a celestial midwife and overseer that takes particular care of that necessity, which is Lucina. And indeed a man had better never be born, than to be made bad and wicked for want of a good tutor and guardian. Nay, we find that the divine power does not desert us in our sickness, nor after we are dead; there being still some Deity or other who claims some certain peculiar employment or function, even upon those occasions. Among the rest, there is one that helps to convey the souls of such as have ended this life into the other world, and lays them asleep, according to this of the poet: For shady night ne’er brought me forth to play / With artful touch upon the tuneful lyre, / Nor to be mistress of prophetic fire, / Nor pains of rude distempers to allay; / But to convey the souls of the deceased / Each one to their appointed place of rest. /

AUTOB. Nevertheless these ministerial functions have many difficulties and troubles which attend them; whereas we cannot imagine any employment more holy, any exercise more sacred, or any contention for prize and glory more becoming a Deity, than to direct and assist the lawful endeavors and pursuits of lovers in their prime of years and beauty. There is nothing dishonorable, nothing of forced necessity in this; but gentle persuasion and alluring grace, rendering labor delightful, leads to virtue and friendship, which never attains the true accomplishment of the end it aims at without some divine assistance, nor can have any other conductor and master than Cupid himself, who is the friend and companion of the Muses, the, Graces, and Venus his own mother. For, according to Melannippides, Great Love it is, that in the heart of man / Sows the sweet harvest of unstained desire; /

AUTOB. and he always mingles those things that are sweetest with those that are fairest. What do you say, Zeuxippus? Can we believe it to be otherwise?

ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος οὕτως ἔφη νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον ἐκεῖνο δʼ ὁ πατήρ οὐκ ἄτοπον εἶπεν εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον; ἔχει καὶ ταῦτα ὁ Ζεύξιππος εἶπεν οὐ μικρὰν ἀλογίαν. ἀλλὰ μήν ὁ πατὴρ ἔφη τά γε τοῦ Πλάτωνος ἐπιλάβοιτʼ ἂν τοῦ λόγου καὶ παρεξιόντος. μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος οὐδʼ οἰκογενής, ἀλλʼ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου, κἀπὶ Κυρβάντεσι χορεύσατε φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. τρίτη δʼ ἀπὸ Μουσῶν λαβοῦσʼ ἁπαλὴν καὶ ἄβατον ψυχὴν τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δʼ ἀρειμάνιος αὕτη λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ θεῶν ἀνίεται καὶ βακχεύεται ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη / βοὰν τʼ ἔνδημον ἐξοπλίζουσα. / λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδʼ ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι […] τίς καλλίκαρπον θύρσον ἀνασείει θεῶν, τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας; γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας, τοῦ μὲν ἔπειτα / γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο / καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δʼ αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δʼ ἐρωτικὴν μανίαν τἀνθρώπου καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθʼ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφʼ ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπʼ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ παραμένοντα τὸν ἄλλον χρόνον. ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου· […] καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφʼ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν, ὥσπερ οἱ Κυνικοὶ λέγουσι σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπʼ ἀρετήν· καὶ γὰρ ἐπὶ τὴν φιλίαν […] καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη· λέγω δὴ κεφάλαιον, ὡς οὔτʼ ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτʼ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δʼ ἐπεὶ δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ […] καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δʼ ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δʼ ἀντιτακτικὴ πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς, ὥς που καὶ Πλάτων […] τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον ἔρωτος ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, ἢ Λαΐς τις ἢ Γναθαίνιον ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν ἔρωτι πολλῷ καὶ πόθῳ ταὐτὸ τοῦτο · τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος. ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, ὦ ἑταῖρε, Γάλβας εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθʼ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας κακόδαιμον εἶπεν οὐκ οἶσθʼ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω; τοῦτο μὲν οὖν ἴσως οὐ δεινόν ἐστιν· ἦν γὰρ ὁ Γάλβας γελωτοποιός ἐν δʼ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρʼ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθʼ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτʼ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν τῆς γυναικός.

AUTOB. In truth, I judge it so, replied Zeuxippus; and I think it would be absurd to affirm the contrary. And would it not be absurd indeed, said my father, since there are four sorts of friendships, according to the determination of the ancients, — the first, say they, is natural, the next is that of kindred and relations, the third is that of friends and acquaintance, and last is that of lovers, — if three of these have their several tutelar Deities, under the names of the patron of friendship, the patron of hospitality, and he who knits affection between those of the same race and family; while only amorous affection, as if it were unhallowed and under interdiction, is left without any guardian or protector, which indeed requires the greatest care and government above all the rest? All that you say, replied Zeuxippus, is undeniable.

AUTOB. By the way, replied my father, we may here take notice of what Plato says upon this subject, as pertinent to our discourse. For he says, that there is a certain madness transmitted from the body to the soul, proceeding from a malignant mixture of ill-humors, or a noxious vapor or rather pernicious spirit that possesses the heart; which madness is a rugged and terrible disease. The other is a kind of fury, partaking something of divine inspiration; neither is it engendered within, but is an insufflation from without, and a disturbance of the rational and considerative faculty, deriving its beginning and motion from some stronger power; the common affection of which is called the enthusiastic passion. For as ἔμπνοος signifies filled with breath, and ἔμφρων denotes replete with prudence; so this commotion of the soul is called enthusiasm (from ἔνθεος) by reason it participates of a more divine power. Now the prophetic part of enthusiasm derives itself from the inspiration of Apollo possessing the intellect of the soothsayer; but Bacchanal fury proceeds from Father Bacchus. And with the Corybantes ye shall dance,

AUTOB. says Sophocles. For as for the extravagancies of the priests of Cybele, the mother of the Gods, and those which are called panic terrors and ejaculations, they are all of the same nature with the Bacchanal orgies. There is also a third sort of enthusiasm, proper to the Muses, which, possessing an even tempered and placid soul, excites and rouses up the gifts of poetry and music. But as for that same warlike fury which is called Arimanian, it is well known to descend from the God of War; a sort of fury, wherein there is no grace nor musical sweetness, calling forth tearful Mars, and rousing up the people to discord and tumult.

AUTOB. There remains yet one sort more of alienation of the understanding in man, the same neither obscure, nor yet altogether calm and quiet; concerning which I would fain ask Pemptides, Which of the Gods it is who shakes the spear / That beareth fruit so lovely and so fair. /

AUTOB. But without expecting a resolution of this question, I mean that erotic fury that possesses lovely youths and chaste women, yet a hot and vehement transport. For do we not see how the warrior lays down his arms, and submits to this more prevalent rage? His grooms, o’erjoyed he had the war forsook, / His ponderous arms from off his shoulders took; /

AUTOB. and thus having renounced the hazards of battle, he sits down a quiet spectator of other men’s dangers. As for these Bacchanalian motions and frisking of the Corybantes, there is a way to allay those extravagant transports, by changing the measure from the Trochaic and the tone from the Phrygian. And the Pythian prophetess, descending from her tripos and quitting the prophetic exhalation, becomes sedate and calm again. Whereas the fury of love, wherever it seizes either man or woman, sets them in a flame; no music, no appeasing incantations, no changes of place are able to quench or put a stop to it; but being in presence, they love; being absent, they desire; by day they prosecute their importunate visits; by night they serenade at the windows; sober, they are continually calling upon their loves; and when they are fuddled, are always teasing the company with their love songs and madrigals. Neither, as one was pleased to say, are poetical fancies, by reason of their lively expressions, rightly called waking dreams; but the dialogues of persons enamored, discoursing with their absent loves, and dallying, embracing, and expostulating with them as if they were present, much rather deserve this name. For the sight seems to delineate other fancies in the water, that quickly glide away and slip out of the mind; whereas the imaginations of lovers, being as it were enamelled by fire, leave the images of things imprinted in the memory, moving, living, speaking, and remaining for a long time. So that Cato the Roman was wont to say, that the soul of a lover dwelt in the soul of the person beloved, for that there is settled and fixed in the one the form, shape, manners, conversation and actions of the other; by which being led, the lover quickly dispatches a long journey, — as the Cynics say they have found a compendious and direct road to virtue, — and he is carried from love to friendship, as it were with wind and tide, the God of Love assisting his passion. In short then I say, that the enthusiasm of lovers is neither void of divine inspiration, neither is it under the guardianship and conduct of any other Deity but him whose festivals we solemnize, and to whom we offer our oblations. Nevertheless, in regard we measure the excellency of a Deity by his puissance and by the benefit which we receive at his hands, and esteem power and virtue to be the two chiefest and most divine of all human blessings, it may not be unseasonable to consider whether Love be inferior in power to any other of the Gods. For, according to Sophocles, Great is the puissance of the Cyprian Queen, / And great the honor which her triumphs win. /

AUTOB. Great is also the dominion of Mars; and indeed we see the power of all the rest of the Gods divided in some measure between these two, — the one being most naturally allied to the beautiful, the other most mighty in the resistance of evil, and both being originally bred in the soul, as Plato says of his ideas.

AUTOB. Now then let us consider, the venereal delight is a thing that may be purchased for a drachm, and there is no man that ever underwent any pain or danger for the sake of venereal enjoyments, unless he were inflamed with the fires of love. Insomuch, that not to mention such courtesans as either Phryne or Lais, we find that the harlot Gnathaenion, By lanthorn-light, at evening late, / Waiting and calling for some mate, /

AUTOB. is often passed by and neglected; But if some spirit blow the fire, / Kindled by love’s extreme desire, /

AUTOB. this makes the pleasure equally esteemed and valued with the treasures of Tantalus and all his vast dominions. So faint and so soon cloyed is venereal desire, unless rendered grateful by the charms and inspiration of love. Which is more evidently confirmed by this; for that many men admit others to partake of their venereal pleasures, prostituting not only their mistresses and concubines, but also their own wives, to the embraces of their friends; as it is reported of the Roman Gabba, who inviting Maecenas to his house, and perceiving him winking and nodding upon his wife, turned away his head upon his pillow, as if he had been asleep, while they dallied together; yet at the same time, when one of the servants came creeping out of the next room, to steal a bottle of wine from the cupboard, presently turning about with his eyes open, Varlet, said he, ’tis only to pleasure Maecenas that I sleep. But this perhaps is not so strange, considering that Gabba was a low buffoon.

AUTOB. At Argos there was a great animosity between Nicostratus and Phayllus, so that they always opposed each other and quarrelled at the council-board. Now when King Philip made a visit to that city, Phayllus bethought himself, that he could not miss the highest preferment the government could afford, if he could but oblige the king with the company of his wife, who was both beautiful and young. Nicostratus, smelling this design, walked to and fro before Phayllus’s house with some of his servants, to observe who went in and out. They had not stayed long, but out came Phayllus’s wife, whom he had dressed up in high shoes, with a mantle and cap after the Macedonian fashion, like one of the king’s pages, in which disguise she secretly passed in to the king’s lodgings. Since then there ever were and still are so many lovers, did you ever know of any one that ever prostituted his particular male friend, though it were to gain the honors ascribed to Jupiter himself? Truly, I believe there never was any such. For why? There never was any one that would pretend to oppose and contend with a tyrant; but there are many rivals and competitors, that will quarrel and fight for boys that are beautiful and in the prime of their years. It is reported of Aristogiton the Athenian, Antileon of Metapontum, and Melanippus of Agrigentum, that they never contested with tyrants, though they wasted and ruined the commonwealth and indulged the impetuosity of their lust, until they found them attempting their own male concubines: then they withstood them with the utmost peril of their lives, as if they had been to defend their temples and their most sacred sanctuaries. Alexander also is said to have sent to Theodorus, the brother of Proteas, in these words: Send me that musical girl that plays and sings so well, and take ten talents for her, unless thou lovest her thyself. Another time, when one of his minions, Antipatridas, came to be jovial with him, and brought a minstrel in his company to complete the mirth, being greatly affected with the girl’s playing and singing, he asked Antipatridas whether he had any extraordinary kindness for her? He answered, that he loved her as his eyes. Then all the plagues of mankind light upon thee, quoth the prince. However, he would not so much as touch the girl.

People and places in this passage

English translation by John Philips (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.