Plutarch · Dialogue on Love (Amatorius) Ἐρωτικός

Plutarch, Dialogue on Love (Amatorius) 20–21: The birth of Eros, the rainbow, and love as a recollection of beauty

Plutarch recalls the poets' tale that Iris bore Eros to Zephyrus, and explains it through the rainbow, an image formed by the reflection of the sun's rays in a cloud, as love is a reflection in noble souls. He rejects the account of love as images stirring the atoms of the seed, since the same images would come from women as from boys. Love is a recollection of the divine beauty that the soul once saw, and a noble lover loves the goodness shown in a beautiful form, whatever the sex.

Sections 20–21 · 2062 words · click a number to copy its link

ΑΥΤΟΒΟΥΛΟΣ. τὰ μὲν οὖν πολλὰ ποιηταὶ προσπαίζοντες ἐοίκασι τῷ θεῷ γράφειν περὶ αὐτοῦ καὶ ᾄδειν ἐπικωμάζοντες, ὀλίγα δὲ εἴρηται μετὰ σπουδῆς αὐτοῖς, εἴτε κατὰ νοῦν καὶ λογισμὸν εἴτε σὺν θεῷ τῆς ἀληθείας ἁψαμένοις· ὧν ἕν ἐστι καὶ τὸ περὶ τῆς γενέσεως δεινότατον θέων / τὸν γέννατʼ ʼεὐπέδιλλος Ἶρις / χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα· / εἰ μή τι καὶ ὑμᾶς ἀναπεπείκασιν οἱ γραμματικοί, λέγοντες πρὸς τὸ ποικίλον τοῦ πάθους καὶ τὸ ἀνθηρὸν γεγονέναι τὴν εἰκασίαν. καὶ ὁ Δαφναῖος πρὸς τί γάρ ἔφη ἕτερον; ἀκούετʼ εἶπεν ὁ πατήρ· οὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν. ἀνάκλασις δή που τὸ περὶ τὴν ἶρίν ἐστι τῆς ὄψεως πάθος, ὅταν ἡσυχῆ νοτερῷ λείῳ δὲ καὶ μέτριον πάχος ἔχοντι προσπεσοῦσα νέφει τοῦ ἡλίου ψαύσῃ κατʼ ἀνάκλασιν, καὶ τὴν περὶ ἐκεῖνον αὐγὴν ὁρῶσα καὶ τὸ φῶς δόξαν ἡμῖν ἐνεργάσηται τοῦ φαντάσματος ὡς ἐν τῷ νέφει ὄντος. τοῦτο δὴ τὸ ἐρωτικὸν μηχάνημα καὶ σόφισμα περὶ τὰς εὐφυεῖς καὶ φιλοκάλους ψυχὰς ἀνάκλασιν ποιεῖ τῆς μνήμης ἀπὸ τῶν ἐνταῦθα φαινομένων καὶ προσαγορευομένων καλῶν εἰς τὸ θεῖον καὶ ἐράσμιον καὶ μακάριον ὡς ἀληθῶς ἐκεῖνο καὶ θαυμάσιον καλόν. ἀλλʼ οἱ πολλοὶ μὲν ἐν παισὶ καὶ γυναιξὶν ὥσπερ ἐν κατόπτροις εἴδωλον αὐτοῦ φανταζόμενον διώκοντες καὶ ψηλαφῶντες οὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον ἀλλʼ οὗτος ἔοικεν ὁ τοῦ Ἰξίονος ἴλιγγος εἶναι καὶ πλάνος, ἐν νέφεσι κενὸν ὥσπερ σκιαῖς θηρωμένου τὸ ποθούμενον· ὥσπερ οἱ παῖδες προθυμούμενοι τὴν ἶριν ἑλεῖν τοῖν χεροῖν, ἑλκόμενοι πρὸς τὸ φαινόμενον. εὐφυοῦς δʼ ἐραστοῦ καὶ σώφρονος ἄλλος τρόπος· ἐκεῖ γὰρ ἀνακλᾶται πρὸς τὸ θεῖον καὶ νοητὸν καλόν· ὁρατοῦ δὲ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης ἀσπάζεται καὶ ἀγαπᾷ, καὶ συνὼν καὶ γεγηθὼς ἔτι μᾶλλον ἐκ φλέγεται τὴν διάνοιαν Καὶ οὔτε μετὰ σωμάτων ὄντες ἐνταῦθα τουτὶ τὸ φῶς ἐπιποθοῦντες κάθηνται καὶ θαυμάζοντες· οὔτʼ ἐκεῖ γιγνόμενοι μετὰ τὴν τελευτήν, δεῦρο πάλιν στρεφόμενοι καὶ δραπετεύοντες ἐν θύραις νεογάμων καὶ δωματίοις κυλινδοῦνται, δυσόνειρα φαντασμάτια φιληδόνων καὶ φιλοσωμάτων ἀνδρῶν καὶ γυναικῶν οὐ δικαίως ἐρωτικῶν προσαγορευομένων. ὁ γὰρ ὡς ἀληθῶς ἐρωτικὸς ἐκεῖ γενόμενος καὶ τοῖς καλοῖς ὁμιλήσας, ᾗ θέμις, ἐπτέρωται καὶ κατωργίασται καὶ διατελεῖ περὶ τὸν αὑτοῦ θεὸν ἄνω χορεύων καὶ συμπεριπολῶν, ἄχρι οὗ πάλιν εἰς τοὺς Σελήνης καὶ Ἀφροδίτης λειμῶνας ἐλθὼν καὶ καταδαρθὼν ἑτέρας ἄρχηται γενέσεως. ἀλλὰ ταῦτα μέν ἔφη μείζονας ἔχει τῶν παρόντων λόγων ὑποθέσεις, τῷ δʼ Ἔρωτι καὶ τοῦτο καθάπερ τοῖς ἄλλοις θεοῖς ἔνεστιν ὡς Εὐριπίδης φησὶ τιμωμένῳ χαίρειν ἀνθρώπων ὕπο καὶ τοὐναντίον· εὐμενέστατος γάρ ἐστι τοῖς δεχομένοις ἐμμελῶς αὐτὸν βαρὺς δὲ τοῖς ἀπαυθαδισαμένοις. οὔτε γὰρ ξένων καὶ ἱκετῶν ἀδικίας ὁ Ξένιος οὔτε γονέων ἀρὰς ὁ Γενέθλιος οὕτω διώκει καὶ μέτεισι ταχέως ὡς ἐρασταῖς ἀγνωμονηθεῖσιν ὁ Ἔρως ὀξὺς ὑπακούει, τῶν ἀπαιδεύτων καὶ ὑπερηφάνων κολαστής. τί γὰρ ἂν λέγοι τις Εὐξύνθετον καὶ Λευκομάντιδα τὴν ἐν Κύπρῳ Παρακύπτουσαν ἔτι νῦν προσαγορευομένην; ἀλλὰ τὴν Γοργοῦς ἴσως ποινὴν οὐκ ἀκηκόατε τῆς Κρήσσης, παραπλήσια τῇ Παρακυπτούσῃ παθούσης πλὴν ἐκείνη μὲν ἀπελιθώθη παρακύψασα τὸν ἐραστὴν ἰδεῖν ἐκκομιζόμενον τῆς δὲ Γοργοῦς Ἄσανδρός τις ἠράσθη, νέος ἐπιεικὴς καὶ γένει λαμπρός, ἐκ δὲ λαμπρῶν εἰς ταπεινὰ πράγματα καὶ εὐτελῆ ἀφιγμένος, ὅμως αὑτὸν οὐδενὸς ἀπηξιοῦτο, ἀλλὰ τὴν Γοργώ, διὰ πλοῦτον ὡς ἔοικε περιμάχητον οὖσαν καὶ πολυμνήστευτον, ᾔτει γυναῖκα συγγενὴς ὤν, πολλοὺς; ἔχων καὶ ἀγαθοὺς συνερῶντας αὐτῷ, πάντας δὲ τοὺς περὶ τὴν κόρην ἐπιτρόπους καὶ οἰκείους πεπεικὼς […] .

AUTOB. True it is, that the poets, according to their sportive humor, seem to write many things in merriment concerning this Deity, and to make him the subject of their lascivious songs in the height of their revelling jollity, making but little serious mention of him; whether out of judgment and reason, or being assured of the truth by divine inspiration, is the question. Among the rest, there is one thing which they say very oddly concerning the birth and generation of this God: Young Zephyr, doting on his golden hair, / At last the silver-slippered Iris won; / And thus embraced, at length she bore a son, / Of all the Gods the shrewdest and most fair: /

AUTOB. unless the grammarians have likewise persuaded you, by saying that this fable was invented to set forth the variety and gay diversity of passions that attend on love.

AUTOB. To whom Daphnaeus: To what other end or purpose could it be? Hear me then. said my father; for ’tis no more than what the celestial meteor constrains us to say. The affection of the sight in the case of the rainbow (or Iris) is caused by reflection. For when the sight lights upon a cloud somewhat of a dewy substance, but smooth, and moderately thick withal, and we behold the repercussion of the sunbeams upon it, together with the light and splendor about the sun, it begets an opinion in us that the apparition is in the cloud. In like manner, this same subtle invention of love-sophistry in generous and noble souls causes a repercussion of the memory from objects that here appear and are called beautiful, to the beauty really divine, truly amiable and happy, and by all admired. But most people pursuing and taking hold of the fancied image of this beauty in boys and women, as it were seen in a mirror, reap nothing more assured and certain than a little pleasure mixed with pain. But this seems to be no more than a delirium or dizziness of the vulgar sort, beholding their empty and unsatisfied desires in the clouds, as it were in so many shadows; like children who, thinking to catch the rainbow in their hands, snatch at the apparition that presents itself before their eyes. But a generous and modest lover observes another method; for his contemplations reflect only on that beauty which is divine and perceptible by the understanding; but lighting upon the beauty of a visible body, and making use of it as a kind of organ of the memory, he embraces and loves, and by conversation argumenting his joy and satisfaction still more and more inflames his understanding. But neither do these lovers conversing with bodies rest satisfied in this world with a desire and admiration of this same light; neither when they are arrived at another world after death, do they return hither again as fugitives, to hover about the doors and mansions of new-married people and disturb their dreams with ghosts and visions; which sort of visions really come only from men and women given to pleasure and corporeal delights, who by no means deserve the name and characters of true lovers. Whereas a lover truly chaste and amorous, being got to the true mansion of beauty, and there conversing with it as much as it is lawful for him to do, mounted upon the wings of chaste desire, becomes pure and hallowed; and being initiated into sacred orders, continues dancing and sporting about his Deity, till returning again to the meadows of the Moon and Venus, and there laid asleep, he becomes ready for a new nativity. But these are points too high for the discourse which we have proposed to ourselves.

AUTOB. To return therefore to our purpose; Love, according to Euripides, with all the rest of the Gods, delights When mortals here his honored name invoke;

AUTOB. on the other side, he is no less offended when any affront or contempt is put upon him, as he is most kind and benign to those that entertain him with proper respect. For neither does Jupiter surnamed the Hospitable so severely prosecute injuries done to strangers and suppliants, nor is Jupiter Genitalis so rigorous in accomplishing the curses of parents disobeyed, as Love is to listen to the complaints of injured lovers; being the scourger and punisher of proud, ill-natured, and ill-bred people. For, not to mention Euxynthetus and Leucomantis, at this day in Cyprus called the Peeper, ’tis a hundred to one but you have heard of the punishment inflicted upon Gorgo the Cretan, not much unlike to that of Leucomantis, only that Gorgo was turned into a stone as she looked out of a window to see her love going to his grave. With this Gorgo Asander fell in love, a young gentleman virtuous and nobly descended, but reduced from a flourishing estate to extremity of poverty. However, he did not think so meanly of himself but that, being her kinsman, he courted this Gorgo for a wife, though she had many suitors at the same time by reason of her great fortune; and he so carried this business that, notwithstanding his numerous and wealthy rivals, he had gained the good-will of all her guardians and nearest relations.

ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις ἔρωτος, ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δʼ ἀμφοτέρων· καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς; καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθάνοντα τοῖς ἄλλοις σχηματισμοῖς; οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδυνατὸν δʼ ἀπὸ γυναικῶν; καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν ἡμεῖς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ ὀλύμπιον ἐκεῖνο κάλλος, αἷς ψυχὴ πτεροῦται, τί ἂν κωλύοι γίγνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίγνεσθαι δʼ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν ὅταν ἐν εἴδεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρὰ καὶ κείμενα ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι; οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα καὶ ἀποκρινάμενος ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας· ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας. καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου τὴν εὐφυΐαν ἢ Αἴθην τὴν Ἀγαμεμνονέην· καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας· ὁ δὲ φιλόκαλος; καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδʼ ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλʼ ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς ἐρώτων γυναικῶν καὶ ἀνδρῶν. καίτοι τὴν γʼ ὥραν ἄνθος ἀρετῆς εἶναι λέγουσι, μὴ φάναι δʼ ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυΐας πρὸς ἀρετὴν ἄτοπὸν ἐστι· καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων / ὀφθαλμός, ἣτις ἀνδρὸς γεγευμένη. / πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ μορφῇ φέγγος; ἢ πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δʼ οὐδὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα; οὐδέτερον γὰρ εὔλογον οὐδʼ ἀληθές, ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ συστάντος τοῦ ἀγῶνος ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων· ὧν οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενα μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ χειρὸς ἔχουσιν· οἱ δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδʼ ἀξιοῦσιν ἐρᾶν οὐδʼ ἐρᾶσθαι. στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. ᾧ δʼ ἂν Ἔρως ἐπισκήψῃ τε καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ τῆς Πλατωνικῆς πόλεως τὸ ἐμόν οὐχ ἕξει καὶ τὸ οὐκ ἐμόν · οὐ γὰρ ἁπλῶς κοινὰ τὰ φίλων οὐδὲ πάντων ἀλλʼ οἳ τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι καὶ συντήκουσι, μήτε βουλόμενοι δύʼ εἶναι μήτε νομίζοντες. ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων […] πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπʼ αἰσχύνης καὶ φόβων, πολλῶν χαλινῶν ἔργον οἰάκων θʼ ἅμα, διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν Ἔρωτι δʼ ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν. ἴστε δήπουθεν ἀκοῇ Λαΐδα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις· ἐπεὶ δʼ Ἔρως ἔθιγεν αὐτῆς Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσʼ Ἀκροκόρινθον καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα […] μέγαν στρατὸν ᾤχετο κοσμίως· ἐκεῖ δʼ αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν ὅθεν ὡς ἔοικεν ἔτι νῦν τὸ ἱερὸν Ἀφροδίτης ἀνδροφόνου καλοῦσιν. ἴσμεν δὴ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται. καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλουμένου δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας, οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. ἡ δὲ γενναία γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα διʼ Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν.

AUTOB. Now as for those things which they say are the causes that beget love, they are not peculiar to this or the other sex, but common to both. For it cannot be that those images that enter into amorous persons and whisk about from one part to another, by their various forms moving and tickling the mass of atoms that slide into the seed, can come from young boys, and that the same cannot come from young women. But as to these noble and sacred remembrances with which the soul is winged, recalling that same divine, real, and Olympic beauty, what should hinder but that these may pass from boys and young men, and also from virgins and young women, whenever a disposition chaste and good-natured appears united with bloom of youth and grace of body? For, as a handsome and well-made shoe shows the proportion of the foot (as Ariston says), so they that have judgment in these matters can discern the splendid, upright, and uncorrupted footsteps of a noble and generous soul in beautiful forms and features, and bodies undefiled. For, if a voluptuous person, who when the question was put to him, To which are your hot passions most inclined, / Or to the male, or to the female kind? /

AUTOB. answered thus, ’Tis the same thing to me / Where’er I beauty see, /

AUTOB. was thought to have returned a proper and pertinent answer and one that accorded with his passions, is it possible that a noble and generous lover directs his amours not to loveliness and good-nature, but only to the parts that distinguish the sex? For certainly a man that delights in horses will no less value the mettle and swiftness of Podargus, than of Aetha that was Agamemnon’s mare; and he that is a good huntsman does not only delight in dogs, but mixes with his cry the bitches of Crete and Laconia; and shall he that is a lover as well as of civil behavior carry himself with an inequality more to one than to another, and make a distinction, as of garments, between the love of men and women? But some say that beauty is the flower of virtue. Will they then affirm, that the female sex never blossoms nor makes any show of tendency to virtue? It were absurd to think so. Therefore was Aeschylus in the right when he said, that he could never mistake the fire in the eye of a young woman who had once known a man. Now then are those signs and marks of lasciviousness, wantonness, and impudence to be discovered in the visages of women, and shall there be no light shining in their faces for the discovery of modesty and chastity? Nay, shall there be many such signs, and those apparent, and shall they not be able to allure and provoke love? Both are contrary to reason, and dissonant from truth. But every one of these things is common to both sexes, as we have showed.

AUTOB. Now then, Daphnaeus, let us confute the reason that Zeuxippus has but now alleged, by making love to be all one with inordinate desire that hurries the soul to intemperance. Not that it is his opinion, but only what he has frequently heard from men morose and no way addicted to love. Of this class there are some who, marrying poor silly women for the sake of some petty portion, and having nothing to do with them and their money but to make them perpetual drudges in pitiful mechanic employments, are every day brawling and quarrelling with them. Others, more desirous of children than of wives, like cicadae that spill their seed upon squills or some such like herb, discharge their lust in haste upon the next they meet with; and having reaped the fruit they sought for, bid marriage farewell or else regard it not at all, neither caring to love nor to be beloved. And in my opinion, the words στέργειν and στέργεσθαι, which signify dearly to love and dearly to be beloved again, differing but one letter from στέγειν, which signifies to contain or endure, seem to me to import and denote that mutual kindness called conjugal, which is intermixed by time and custom with necessity. But in that wedlock which love supports and inspires, in the first place, as in Plato’s Commonwealth, there will be no such language as thine and mine. For properly to speak, there is not community of goods among all friends; but only where two friends, though severed in body, yet have their souls joined and as it were melted together, and neither desire to be two nor believe themselves to be separate persons. And, in the second place, there will be that mutual respect and reverence, which is the chiefest happiness of wedlock. Now as to that respect that comes from without, carrying with it more force of law than voluntary and reciprocal duty, or that comes by fear and shame, And many other curbs, that loose desire / And lawless frisks of wanton heat require, /

AUTOB. these are always present with those who are coupled in matrimony. Whereas in love there is so much continency, so much modesty, and so much of loyal affection, that even if it happen upon an intemperate and lascivious soul, it is thereby diverted from all other amours, by cutting off all malapert boldness and bringing down the insolence of imperious pride; instead of which it introduces modest bashfulness, silence, and submission, and adorning it with decent and becoming behavior, makes it for ever after the obedient observer of one lover. Most certainly you have heard of that celebrated and highly courted courtesan Lais, how her beauty inflamed all Greece, or rather how two seas strove for her. This famous beauty, being seized with an ardent affection for Hippolochus the Thessalian, leaving the Acrocorinthus, as the poet describes it, With sea-green water all encompassed round,

AUTOB. and privately avoiding the great army (as I may call it) of those that courted her favor, withdrew herself modestly to the enjoyment of him only; but the women, incensed with jealousy and envying her surpassing beauty, dragged her into the temple of Venus, and there stoned her to death; for which reason it is called to this day the temple of Venus the Murderess. We ourselves have known several young damsels, mere slaves, who never would submit to the embraces of their masters, and private men who have disdained the company of queens, when love had the absolute dominion of their hearts. For, as in Rome, when there is a dictator chosen, all other chief magistrates lay down their offices; so all such persons, where love is truly predominant, are immediately free and manumitted from all other lords and masters, and afterwards live like servants in the temple of Love. And indeed a virtuous and generous lady, once linked to her lawful husband by an unfeigned affection, will sooner choose the embraces of bears and dragons, than to be the bed-fellow of any other person whatsoever but her only spouse.

People and places in this passage

English translation by John Philips (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.