Plutarch · Dialogue on Love (Amatorius) Ἐρωτικός

Plutarch, Dialogue on Love (Amatorius) 17: Love and war: Cleomachus of Pharsalus and the Chalcidians

Plutarch says that love gives warriors courage, against Euripides' view that it makes them idle, and cites the daughter of Niobe who in her dying cried out for her lover. He tells how Cleomachus the Thessalian, in the war between Chalcis and Eretria, asked the youth he loved to watch the battle, kissed him, and led the charge that broke the enemy's cavalry and won the day, but was killed. The Chalcidians raised a monument to him and sang a song of the brave and their beloved, and Aristotle and Dionysius give variants of the story.

Sections 17 · 1596 words · click a number to copy its link

ΑΥΤΟΒΟΥΛΟΣ. σκόπει τοίνυν αὖθις ἔφη τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης ἔλεγεν, οὐδʼ ἀστράτευτος οὐδʼ ἐν μαλακαῖσιν ἐννυχεύων παρειαῖς νεανίδων. ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος / περᾶν ἕτοιμος / ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ. τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί τις οὐδένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν, ὦ […] ἀμφʼ ἐμοῦ στεῖλαι. Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος. οὐχ ἡμεῖς γοῦν οἱ περὶ Πεμπτίδην ἔφασαν ἀλλ ἡδέως ἂν πυθοίμεθα. καὶ γὰρ ἄξιον ἔφη ὁ πατήρ· ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ Θεσσαλικοῦ, πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δʼ ἱππέας μέγʼ ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δʼ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δʼ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφʼ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δʼ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν ὦ παῖδες, οἳ χαρίτων τε καὶ πατέρων λάχετʼ ἐσθλῶν, / μὴ φθονεῖθʼ ὥρας ἀγαθοῖσιν ὁμιλίαν· / σὺν γὰρ ἀνδρείᾳ καὶ ὁ λυσιμελὴς Ἔρως / ἐνὶ Χαλκιδέων θάλλει πόλεσιν. / Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δʼ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις Διονύσιος ὁ ποιητὴς ἱστόρησε. παρʼ ὑμῖν δʼ, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας ἐγγραφόμενον; ἢλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρʼ ἐραστήν, ἵνʼ οὕτω γένηται τὸ ἀσπὶς δʼ ἀσπίδʼ ἔρειδε κόρυς δὲ κόρυν, ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις ἔπεισιν ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ ἐρώμενος ἴδῃ κατὰ νώτου τετρωμένον. οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω […] φοβερώτατον γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου· καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν. εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δʼ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ ἀποθνήσκειν. εἰ δέ πού τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς, ἅπαντας οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν / οἶδεν, μόνην δʼ ἔστερξε τὴν ἁπλῶς δίκην· / αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδʼ ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς· ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν ἐγὼ δʼ ὁρῶ τοῖς Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδʼ ἀπιστῶν παντάπασιν εὖ γὰρ δὴ λέγουσι, καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τἀληθοῦς οἱ λέγοντες ἐξ Ἅιδου τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπορροαὶ καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλʼ ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου. διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος οὖσαν τοσαύτην ἢδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶμεν, οὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν ἀλλʼ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς ὀνίνησιν· ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν ποιητὴν δʼ ἄρα / ἔρως διδάσκει, κἂν ἄμουσος τὸ πρίν. / συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν· καὶ ἀνδρεῖον, λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπλοῦς καὶ μεγαλόφρων γίγνεται πᾶς ἐραστής, κἂν γλίσχρος πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρʼ ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ τῷ Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δʼ ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἣμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν. ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον φιλανθρώπως μὲν οὖν ὁ Ἄνυτος εἶπε· πάντα γὰρ ἐξῆν αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν.

AUTOB. Consider also what vast power love has over martial men and warriors, not slothful, as Euripides will have it to be, nor unwarlike, nor Slumbering on a girl’s soft cheek.

AUTOB. For a man that is once inflamed with love wants not Mars himself to be his second, when he is to engage with his enemies; but confiding in the Deity that is within him, Ventures through fire and seas, and blustering storms, / While love of friend his daring courage warms; /

AUTOB. and breaks through all opposition, if his mistress require any proof of his valor. Therefore we read in Sophocles, that the daughters of Niobe being wounded with arrows to death, one of them, as she lay wallowing in blood, calls out for no other help or succor to assist her in her revenge, but her lover. Where is my love? she cried; / Were I but armed with that, / I yet would be revenged / For my untimely fate. /

AUTOB. You know the reason why Cleomachus the Pharsalian fell in battle. I am a stranger to the story, replied Pemptides, and would willingly therefore hear it. Certainly it is very well worth your knowledge, said my father.

AUTOB. In the heat of the war between the Chalcidians and the Eretrians, Cleomachus went with the Thessalian force to aid the Chalcidians; at what time it was evident that the Chalcidians were the stronger in foot, but they found it a difficult thing to withstand the force of the enemies’ horse. Thereupon they requested Cleomachus, being their confederate and a man signalized for his courage, to give the first onset upon the enemies’ cavalry. Presently the youth whom he most entirely loved being present, he asked him whether he would stay and be a spectator of the combat. To which when the lad gave his consent, and after many tender kisses and embraces had put on his helmet, Cleomachus’s love redoubling his courage, being surrounded with some few of the flower of the Thessalian horse, he charged into the thickest of the enemy and put them to the rout; which the heavy-armed infantry seeing, they betook themselves also to flight, so that the Chalcidians obtained a noble victory. However, Cleomachus was there slain, and the Chalcidians show his monument erected in the market-place, with a fair pillar standing upon it to this day; and whereas they abominated pederasty before, after that they admired and affected it above all other pleasures. Nevertheless, Aristotle tells us that Cleomachus indeed lost his life after the victorious battle which he gained from the Eretrians, but as for that Cleomachus who was thus kissed by his male concubine, that he was of Chalcis in Thrace, and sent to aid the Chalcidians in Euboea. Which is the reason of that same ballad generally sung among them: Fair youths, whose mothers brought you forth / Lovely in form, and noble for your birth; / Envy not men of courage, prompt in arms, / The kind fruition of your tempting charms. / For softest love with daring valor reigns / In equal honor through Chalcidian plains. /

AUTOB. Dionysius the poet, in his poem entitled Causes, informs us that the name of the lover was Anton, and that the youth beloved was called Philistus.

AUTOB. And is it not a custom among you Thebans, Pemptides, for the lover to present the beloved with a complete suit of armor when he is come of age? And Pammenes, a very great soldier but very amorously given, quite altered the method of embattling the heavy-armed infantry, and blames Homer, as one that knew not what belonged to love, for marshalling the several divisions of the Achaeans according to their tribes and clans, and not placing the lover by his beloved, so that the close order which he afterwards describes might have been the consequence, in which Spears lean on spears, on targets targets throng, / Helms stuck to helms, and man drove man along; /

AUTOB. the only way to render a battalion invincible. For men will desert those of the same tribe or family, nay, their very children and parents; but never any enemy could pierce or penetrate between a lover and his darling minion, in whose sight many times when there is no necessity the lover delights to show his courage and contempt of danger; like Thero the Thessalian, who clapping his left hand to the wall, and then drawing his sword, struck off his thumb, thereby challenging his rival to do the same. Or like another, who falling in battle upon his face, as his enemy was about to follow his blow, desired him to stay till he could turn, lest his male concubine should see that he had been wounded in the back.

AUTOB. And therefore we find that the most warlike of nations are most addicted to love, as the Boeotians, Lacedaemonians, and Cretans. And among the most ancient heroes none were more amorous than Meleager, Achilles, Aristomenes, Cimon, and Epaminondas; the latter of which had for his male concubines Asopichus and Caphisodorus, who was slain with him at the battle of Mantinea and lies buried very near him. And when... had rendered himself most terrible to the enemy and most resolute, Eucnamus the Amphissean, that first made head against him and slew him, had heroic honors paid him by the Phocians. It would be a task too great to enumerate the amours of Hercules; but among the rest, Iolaus is honored and adored to this day by many, because he is thought to have been the darling of that hero; and upon his tomb it is that lovers plight their troths and make reciprocal vows of their affection. Moreover, Hercules, being skilled in physic, is said to have recovered Alcestis from death’s door in kindness to Admetus, who, as he had a great love for his wife, so was greatly beloved by the hero. For it is said that even Apollo, doting upon Admetus, Became his slave for a long weary year.

AUTOB. And here, methinks, we have very opportunely mentioned Alcestis; for although the temper of women has little to do with Mars, Love many times drives them to daring attempts beyond their own nature, even to death. And if there be any credit to be given to the fables of the poets, the stories of Alcestis, Protesilaus, and Eurydice the wife of Orpheus, plainly evince us that Pluto himself obeys no other God but Love. For, as Sophocles says, To others — be their fame or birth whate’er — / Nor equity nor favor will he show; / But rigorous, and without remorse severe, / His downright justice only makes them know; /

AUTOB. but to lovers he pays a reverence: to them alone is he neither implacable nor inexorable. And therefore, although it is a very good thing to be initiated into the Eleusinian ceremonies, still I find the condition of those much better in hell who are admitted into the mysteries of love; which I speak as neither altogether confiding in fables, nor altogether misbelieving them. For they speak a great deal of sense, and many times, by a certain kind of divine good hap, hit upon the truth, when they say that lovers are permitted to return from hell to sunlight again; but which way and how, they know not, as wandering from the right path, which Plato, first of all men, by the assistance of philosophy found out. For there are several slender and obscure emanations of truth dispersed among the mythologies of the Egyptians; only they want an acute and experienced huntsman, who is skilled in tracing out great mysteries by small tracks. And therefore let them go.

AUTOB. And now, since we find the power of love to be so great, let us take a little notice of that which we call the benevolence and favor of it towards men; not whether it confers many benefits upon those that are addicted to it, — for that is a thing apparent to all men, — but whether the blessings that men receive by it are more and greater than any other. And here Euripides, notwithstanding that he was a person so amorous as he was, admires the meanest gift it has; for, says he, Love into men poetic fire infuses, / Though ne’er before acquainted with the Muses. /

AUTOB. And he might well have said, that love makes a man wise and prudent that was a fool and sottish before, and a coward bold and daring, as we have already shown; as when we heat wood in the fire to make it strong, when before it was weak. In like manner, he that was a sordid miser before, falling once in love, becomes liberal and lofty-minded, his covetous and pinching humor being mollified by love, like iron in the fire, so that he is more pleased with being liberal to the objects of his love, than before delighted to receive from others. For ye all know that Anytus, the son of Anthemion, fell in love with Alcibiades; who, understanding that Anytus had invited several of his friends to a noble and splendid banquet, came into the room in masquerade, and going to the table, after he had taken one half of the silver cups and other plate, went his way. Which when some of the guests took very ill, and told Anytus that the young lad had demeaned himself very rudely and saucily; Not so, said Anytus, but very civilly, since, when it was in his power to have taken all the rest, he was so civil as to leave me some.

People and places in this passage

English translation by John Philips (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.