Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 35.79–203: Book 35: Morrheus lays down his arms for Chalcomede; Aphrodite mocks Ares

Protonoe and Cheirobie take up arms against the Bassarids, while Chalcomede deceives Morrheus again, telling him to put off his armour and wash before she will come to his bed. Morrheus lays down his weapons and bathes in the sea, though he comes out as dark as before, and Aphrodite mocks Ares for being outdone by love.

Lines 35.79–203 · 1177 words · click a number to copy its link
79καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη 80Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην· θηλυτέρην δὲ φάλαγγα διέστιχεν· ἦν δὲ νοῆσαι ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην. Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ, 85ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος Τοξέος αἰθύσσουσα κασιγνήτοιο βοείην, μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου. Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης, 90ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών. πολλαὶ δʼ εὐρυχόροισι περικλείοντο μελάθροις, καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ· ἄλλη δʼ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα, 95παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες· ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.

Then arose the bride Protonoé, who still mourned Orontes dead, to avenge her slain husband. She dashed through the crowd of women, and one might have thought her another manlike Atalante among the Erythraians. And Cheirobié seizing a shield and the spear of Morrheus attacked the Bassarids, and seemed like that Gorgé, who once when well-walled Calydon was attacked wielded the oxhide shield of Toxeus her brother, and fought though a woman while Meleagros sulked. And Orsiboé appeared with her battlestirring husband, imitating the boldness of warlike Deianeira, when beside the inhospitable rock of Parnassus she faced the Dryopes and fought, a woman turned Amazon. Many women were shut up in the wide palace courtyards, and there was infinite lamentation in the turmoil under those roofs. Many a battlestirring maiden entered the fight in the street, other women on the roofs provided themselves with stony missiles; and the crowds within kept up the din of warfare.

98ὄφρα μὲν ἐγρεμόθοιο διʼ ἄστεος ἔβρεμεν Ἄρης, Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δαΐζων, 100τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη νόστιμον ἐκ πολέμοιο μεταστρέψασα πορείην, οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποθεν ἔλθῃ· καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων, παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς, 105εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων. τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης· θέλγετο δʼ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς. παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην. ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ, 110ὠκυτέρην Μορρῆος ὑποπτήσσουσα πορείην·

While Ares raged throughout the battlestirring city, destroying the hill-ranging Lydian tribes of Bassarids, Chalcomedeia stood alone in front of the wall. She had turned back to retire from the battle, and waited to see if love-maddened Morrheus would appear from any quarter. He was then turning his enamoured eye all round ; and when he perceived the maiden, he came windfoot, plying his nimble knees in the race for love. As he pursued her, the breeze lifted her robe. Morrheus was charmed even more by the naked beauty of her body, as he gazed at the white nymph running unveiled before him. She deluded him still as she cried with modest voice, trembling at his quickening speed—

111εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ, κάτθεο σὸν θώρηκα σιδήρεον, οἷα χορεύει εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης, εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων, 115ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς, Μορρέα θοῦρος· ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη. οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ὑψόθι λέκτρων, αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ· 120ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο· ῥῖψον Ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν, μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή· κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων, 125ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης· μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου· τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;

“If truly you would have my bed, bridegroom Morrheus, put off your steel corselet. Even Ares dances daintily clad to his wedding, when he mingles with Cypris, decked in a snowy robe like Apollo. Be like him, that Cypris and Desire may join us both with one band when we mount the marriage bed, valiant Eros bind Morrheus and Aphrodite bind Chalcomede. I do not want in my bed a husband of bronze, red with blood and dirty with dust. Nay, cleanse your body in the river, that you may shine like Phaéthon bathed in the Ocean stream; throw away your warlike shield, throw away the spear, that your deathdealing point may not strike me. Pray put off that terrifying helmet from your hair, because the crest of the nodding plume disturbs me. Let me not see only the pretended shape of a steel countenance. What desire can warm me if your shape is hidden ?

128οὐκέτι Μαιονίης ἐπιβήσομαι· οὐδʼ ἐνὶ παστῷ δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην· 130ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζων Ἀφροδίτῃ· εἰς σὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων 135ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνίην, εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ. κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην παρθένος αἰδομένη προκαλίζεται εἰς Ἀφροδίτην.

“I will never more set foot in Maionia. After Morrheus, if that is your pleasure, never will I receive Bacchos in my chamber to sleep by my side. I will be an Indian like you, my friend! Instead of Lydian Aphrodite, I will honour the Erythraian with my sacrifices, I will be the secret bedmate of Morrheus ; let a brave Indian have me as Aphrodite’s champion in battle. For Desire has aimed double shots against you and me both alike, and joined us in the same pangs, piercing the heart of Morrheus and the bosom of Chalcomedeia. I suffer, as I hide my longing for you—for a modest maiden does not invite a man to be her lover.”’

139ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν 140ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς·

By these words the woman cajoled the love-pining soldier, all in deceit ; but lovesick Morrheus laughed, and said :

141οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης, ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων· ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης 145ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος ἀκοίτης, γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην. κούρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην· 150οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις, ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων· ῥίψω δʼ ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω, ὑμετέρῳ βασιλῆι συναιχμάζων Διονύσῳ.

“What wonder is it, if Morrheus the helmeted soldier should keep his spear of bronze in the bronze lassie’s chamber, to embrace you holding my bronze when there is bronze in your name’? Never mind, I will reject my deadly spear, I will not touch my oxhide. I will do your pleasure and bathe me, that I may dance to you with unblooded hands. I will be a different bedfellow, Ares naked holding Aphrodite naked after the battle! The daughter of Deriades I renounce: myself I will drive my jealous bride unwilling out of the house. No longer will I attack the Bassarids, if you say so, but I will fight against my own countrymen; I will take the vine-wreathed thyrsus and destroy Indians, not lifting a spear of bronze. I will throw away all my armour and brandish your little leaves, the champion of your king Dionysos !

155ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς, καὶ λόφον ἱδρώοντος ἀπεσφήκωσε καρήνου, μυδαλέης δʼ ἔρριψεν ἑῆς τελαμῶνα βοείης εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ἠθάδος ὤμου· λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,

Saying this, Morrheus threw the ashplant from his hand, and undid the crest from his sweating head, and cast off the strap of his oxhide soaking and drenched with the drops of conflict, from the shoulder which knew it well. He unloosed also the coat of mail from his chest, the bloodstained corselet.

160αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης· καί τινα μῦθον ἔειπεν, ἑὸν δʼ ἐρέθιζεν ἀκοίτην·

Then Cypris showed Ares the armour of enamoured Morrheus lying on the ground, conquered by the unarmed beauty of Chalcomedeia, and a word she said in mockery of her paramour—

164Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς, 165οὐ φορέων θώρηκα καὶ οὐ ξίφος· ἀλλὰ γυναῖκα ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν. καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει 170ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή, καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί· μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς. 175μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης, μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ. οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί· 180δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων, καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ. Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.

“Ares, you are beaten! Morrheus has renounced war, and bears no corselet and no sword; no, for love of a winsome woman he has cast the arms from his hands. You do the same—renounce your own valiant spear, strip off your shields and bathe in the sea! For Cypris without battle plays the champion better than Ares. She needs no shield, she never wants the ashplant ; for my beauty is a spear for me, my fine shape also is my sword, the gleams of my eyes are my arrows. My breast lets fly a better shot than a javelin ; for Morrheus has turned from a bold warrior to an amiable chamberlain! Do not go near Sparta, where the warlike people have a bronze image of armed Aphrodite, lest spear in hand she strike you with your own steel! You cannot shoot so straight as eyebrows do; your spikes do not wound men as eyeshots do. Look at your servants, the lackeys of the Loves, and bow your bold neck to Cythereia the unconquerable. You are conquered, Ares! For Morrheus has left his spear of bronze and donned the wedding fawnskin of Chalcomede.”

184εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,

So smiling Aphrodite laughed, in mockery at Ares her lover and his battles.

185Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου καλλείψας ἀκόμιστον ἐπʼ αἰγιαλοῖο χιτῶνα θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς, γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ, θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις 190Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην, εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης· λουσάμενος δʼ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν, ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη, οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα. 195καὶ κενεῇ χρόα λοῦσεν ἐπʼ ἐλπίδι· χιόνεος γὰρ ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ· καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ, οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.

Then Morrheus left his coat uncared-for on the seashore, glowing with sweet anxieties. Naked he bathed: the cool sea cleansed his body, but the Paphian’s tiny dart was hot within him. In the waters he prayed to Erythraian Aphrodite of India, for he had learnt that Cypris is the daughter of the sea; but he came out still black from his bath, for his body was as nature had made it grow, and the brine changed not the man’s body or his colour, itself red though it was. So he washed his skin in a vain hope; for he had wished to become snow-white, and so desirable to the virgin maid. He dressed himself in a snowy linen robe, such as soldiers always wear inside the mailcoat.

199ἱσταμένη δʼ ἄφθογγος ἐπʼ ᾐόνος εἶχε σιωπὴν 200Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς, ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.

Chalcomede stood on the shore in silence without a word, full of her scheme. She turned aside from Morrheus unclad, withdrawing her modest looks, ashamed before the uncovered body of a man; for the girl was abashed being a woman to look on a man after the bath.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.

Dionysiaca Book 35, lines 79–203: Morrheus lays down his…