Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 37.236–421: Book 37: The chariot race: Erechtheus passes Scelmis; Actaion upsets Phaunos

The race begins, and Scelmis in his sea-horse chariot leads at first. Erechtheus, praying to Athena, overtakes him on the last lap. Actaion upsets Phaunos' chariot by a trick, and Achates taunts Phaunos as he catches up.

Lines 37.236–421 · 1834 words · click a number to copy its link
236καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες, ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων. καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας 240μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ. ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.

Then the drivers lifted their leather whips, and stood in a row each in his chariot. The umpire was honest Aiacos ; his duty was to view the crown-eager drivers turning the post, and to watch with unerring eyes how the horses ran. He was the witness of truth, to settle quarrels and differences.

242τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι ἤθελεν, ὃς δʼ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι 245ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα. καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ· ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι 250εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην, δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ, ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων, φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων, ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς· 255δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος· καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων, εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων. 260καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων, ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος ἐννοσιγαίου, εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων 265πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων· οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην. λαοὶ δʼ εἰς ἓν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ

The race started from the barrier. Off they went — one leading in the course, one trying to catch him as he raced in front, another chasing- the one between, and the last ran close to the latter of these two and strove to graze his chariot. As they got farther on driver caught driver and ran car against car, then shaking the reins forced off the horses with the jagged bit. Another neck and neck with a speeding rival ran level in the doubtful race, now crouching sideways, now stretching himself, now upright when he could not help it, with bent hips urging the willing horse, just a touch of the master’s hand and a light flick of the whip. Again and again he would turn and look back for fear of the car of the driver coming on behind : or as he made speed, the horse’s hoof in the spring of his prancing feet would be slipping into a somersault, had not the driver checked his still hurrying pace and so held back the car which pressed him behind. Again, one in front with another driver following behind would change his course to counter the rival car, moving from side to side uncertainly so as to bar the way to the other who pressed him close. And Scelmis, offspring of the Earthshaker, swung Poseidon’s sea-whip and drove his father’s team bred in the sea ; not Pegasos flying on high so quickly cut the air on his long wings, as the feet of the seabred horses covered their course on land unapproachable.

270ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος, τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων· ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα, ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων 275ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος· καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε πενθάδι φωνῇ θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων. ἅρματα δʼ εὐποίητα θοώτερα θυιάδος ἄρκτου

The people collected together sat in rows on a high hill, to see the race, and watched from a distance the course of the galloping horses. One stood anxious, another shook a finger and beckoned to a driver to hurry. Another possessed with the fever of horses’ rivalry, felt a mad heart galloping along with his favourite driver ; another who saw a man running ahead of his favourite, clapt his hands and shouted in melancholy tones, cheering on, laughing, trembling, warning the driver.

280ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δʼ ἐπὶ γαίῃ ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης· καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης· συμφερτὴ δʼ ἔρις ἦεν· ἐγειρομένη δὲ καὶ αὐτὴ 285στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη, χαῖται δʼ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις· ὀτρηροὶ δʼ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν ὀξυτέρην μάστιγος ἀπερροίβδησαν ἰωήν.

“The fine chariots, faster than the furious Bear, now flew high aloft, now skimmed the earth scarcely touching the surface of dust. The track of the car dashing straight on with quick circling wheel scratched the sandy soil as it passed. Then there was a confused struggle; the dust also was stirred and rose to the horses’ chests, their manes shook in the airy breezes, the busy drivers shouted all with one voice together louder than their cracking whips.

289ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας 290Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων· καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων· καὶ γὰρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ 295διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος, καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων, ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων, καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων 300ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς, ἡνία δʼ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ, ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων· ἀφριόων στατὸς ἵππος ἀπέπτυεν ἄκρα χαλινοῦ, καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην. 305καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων

Now they were on the last lap. Scelmis with a swift leap was first of all pressing on his seachariot. Erechtheus was close upon him whipping up his team, and you might almost say you saw the second car ready to climb aboard the car of the maritime Telchis ; for the spirited stallion of Erechtheus was up in the air, panting and snorting with both nostrils, so as to warm the back of the other charioteer. The eyes of Scelmis were turned back again and again on the other driver, and he might have pulled Erechtheus’ horse by the mane, and the foaming stallion might have shaken his jaw with a quick jerk and spat out the bit ; but Erechtheus checked the car, and turned it to one side with a vigorous pull at the stout reins, wrenching the horses jaws slowly towards himself. Then again he drove close, having escaped the disaster of a horse without bit and bridle. And Scelmis when he saw him making for his car shouted in threatening tones —

306Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων· ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων. 310ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην. οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλὰ κομίζω

“That will do now ! It’s of no use to run a match with horses of the sea ! Pelops long ago driving another car of my father’s beat in a race the unconquered horses of Oinomaos. As guide of my horsemanship I will call on the Horse God of the deep : you, my friend the horse flogger, direct all your hope to Athena the Perfect Webster. I do not want your paltry olive ; I’ll carry off a different garland, a vinewreath and not your trumpery olive.”

314ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην. 315ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς, καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν· 320Κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,

Erechtheus was a hasty man, and these words of Scelmis made him angrier than before, and his quick intelligent mind began at once to weave plots and plans. His hands went on with his driving, but in his heart he uttered a quick prayer to Athena the queen of his own city in his own country language, to crave help in his horsemanship :

321ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι, οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.

“Lady of Cecropia, horsemistress, Pallas unmothered ! As thou didst conquer Poseidon in thy contest, so may Erechtheus thy subject, who drives a horse of Marathon, conquer Poseidon’s son !

324τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων, 325ἅρματι δʼ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων, σύνδρομον αὖ ἐρύων βεβιημένον ἅρμα χαλινῷ, δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου 330θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα. καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ, ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν·

With this appeal he touched up the flanks of his colts and brought up level car to car and yoke to yoke, and with his left hand caught at the mouth of his rival’s horse, and pulled at the heavy grip of the bit, forcing back by the bridle the car running by his side ; with his right hand he lashed his own highnecked steeds putting on a spurt. So he took the place of Scelmis on the course, and made that charioteer fall behind. Then he looked back with a laughing countenance on the son of Poseidon, and mocked him in his turn with raillery, the words tumbling over his shoulder in a stream —

334Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς, 335ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης, ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάρκη. εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων, 340Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην, μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ· εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν ἐννοσιγαίου, ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων, πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης, 345ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.

“Scelmis, you’re beaten ! Erechtheus is a better man than you, for my old ambling mare Swiftfoot has beaten your Piebald, with Zephyros for sire, a horse too, and a young one, and one that can run on the sea without getting wet ! If you are so proud of the skill of Pelops and praise the seacoursing car of your father, it was Myrtilos who contrived that cheating victory, with his clever invention, when he made a wax model of an axle to deceive his master. If you are haughty because of your father Earthshaker, the Horse God as you call him, who rides in the chariot of the deep, himself lord of the sea and master of the trident, Athena, a female, has beaten your backer, the male !

346ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης. τῷ δʼ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχον τέθριππον ἱμάσσων· Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ, πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων 350κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.

As he said this, the man of Athena’s town ran past the Telchis. Next after him came Phaunos flogging his fourhorse team. Fourth was Actaion the cunning and artful, who had not forgotten his father’s good advice ; and the last was Tyrsenian Achates.

351καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν· Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα, 355βαιὸν ὑποφθάμενος· καὶ ἐπʼ ἄντυγι γούνατα πήξας δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ, ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ. καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι, 360ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δʼ ἐπὶ δειρήν, εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου, κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων. 365οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλέος δὲ ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων· θρύπτετο δʼ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών. ἡνίοχος δʼ ἀνέπαλτο θοώτερος· ἐσσυμένως δὲ 370εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ, αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων· καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων. καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·

Now bold Actaion thought of a cunning plan. His car was just behind Phaunos and catching him up, when with a sharper cut of the whip, he turned his horses aside and drove them up level, slipping by the driver and getting a little in front, then pressing his knees against the rail, he scraped the rival car with his own crossing car and scratched the horse’s legs with his running wheel. The car was upset, and over the wreckage three of the horses lay fallen on the ground, one on the flank, one on the belly, one on the neck. But one kept clear by a swerve and re mained standing, his feet firmly rooted on the earth, shaking his trembling neck ; he supported the whole leg of the horse yoked next to him, and lifting the yokeband pulled the car up again. There they were in a mess on the ground ; the driver rolled in the dirt beside his wheel, close to the car, the skin of his forehead barked, his chin soiled, his arm stretched out in the dust and the elbow torn by the ground. The driver leapt up quickly, and in a moment he was standing beside his wrecked car, dragging up the prostrate horse with shamed hand and flogging the discomfited beast with quick lash. Bold Actaion watched Phaunos in difficulties beside his car, and made merry at his plight :

375Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους, λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ, Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων· φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ 380σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.

“That will do now ! It’s of no use to press your unwilling horses. That will do, it’s all of no use ! I shall be there first, and I will inform Dionysos that Phaunos will let all the other drivers pass, and he will come in last dragging his own car. Spare your whip. It really makes me sorry to see your poor horses torn like that with a fleshcutting prick !

381ἔννεπεν ἀστήρικτον ὄχον προκέλευθον ἐλαύνων ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων. καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων, 385καί τινα λυομένοιο παραΐξαντα λεπάδνου πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ· στήσας δʼ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ· 390καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων, ὠκύτερον δʼ ἐδίωκε παροίτερον ἡνιοχῆα· καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις ἵππιος ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων· στεινωπὴν δὲ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ 395ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.

Phaunos was furious to hear these words, as the speaker drove his team quickly on with speeding whip. He pulled at the thick tails of the horses lying on the ground, and with great difficulty made the beasts get up from the dust. One colt which had struggled out of the untied yokestrap he brought back again and fastened into the bridle. He put the feet of the struggling horses into their places on both sides, and mounted the car, taking his stand firmly in it, then once more whipt up the team with his terrible lash. Harder than ever Phaunos drove and urged on his galloping horses, quicker than ever he pursued the driver in front of him — and he caught up the team ahead, for horsegod Earthshaker put spirit into the horses to honour his bold son. Then seeing a narrow pass by a beetling cliff, he wove a tangled web of deceitful artifice, to catch Achates and pass him by skilful driving.

397ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ 400ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης, ἧχι μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης, φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος· καί οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν·

There was a deep ravine, which the errant flood of rain pouring from the sky had torn by the side of the course under the wintry scourge of Zeus ; the torrent of rain confined there had cut away a strip of earth and hollowed the ground so as to form a narrow ridge. Achates when he got there had unwillingly checked his car, to avoid a collision with the approaching driver ; and as Phaunos galloped upon him, he called out in a trembling voice —

404Εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες, 405εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι, οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων· λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν; μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω. τὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας 410ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ, μή σε πάλιν προκάρηνον ἀκοντίζειε κονίῃ. εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς· Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ; 415ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα. Σειληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου, μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ. πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης; πάντά σε, πάντα λέλοιπεν, ὅτʼ εἰς δρόμον ἦλθες ἀγῶνος. 420τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;

“Your dress is dirty still, foolish Phaunos ! the tips of your harness are still covered with sand ! You have not yet dusted your untidy horses ! Clean off your dirt ! What’s the good of all that driving ? I fear I may see you tumbling and struggling again ! Take care of that bold Actaion, or he may catch you and flick your back with his leather thong and shoot you headlong into the dust again. You still show scratches on your round cheeks. Why do you still rage , Phaunos, bringing disgrace alike on Poseidon your father and Helios your gaffer ? Pray have respect for the mocking throat of the Satyrs — beware of the Seilenoi and the attendants of Dionysos, or they may laugh at your dirty car ! Where are your herbs and your plants, where all the drugs of Circe ? All have left you, all, as soon as you began this race. Who will tell your proud mother the tale of a tumbling chariot and a filthy whip ?

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.