Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 41.212–337: Book 41: Beroe's upbringing; Aphrodite seeks Harmonia's counsel

Beroe is nursed by Astraia on statutes and honey, and Zeus and Poseidon both desire her, though Zeus yields her to his brother. Aphrodite, seeing the great cities of old, resolves to make a city for Beroe worthy of Law. She visits Harmonia, who is weaving a cosmic robe, and asks which city is to be given the rule of justice.

Lines 41.212–337 · 1216 words · click a number to copy its link
212καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης, 215ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ· παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης, 220κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ· εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ Πιερικαὶ δονέουσιν ἐπʼ ᾐόνι Φοιβάδες αὖραι· 225κοῦραι δʼ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ. καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ χρύσεον, οἷά περ ὁρμόν, ἐπʼ αὐχένι θήκατο κούρης.

Virgin Astraia, nurse of the whole universe, cherisher of the Golden Age, received Beroe from her mother into the embrace of her arms, laughing, still a babe, and fed her with wise breast as she babbled words of law. With her virgin milk, she let streams of statutes gush into the baby’s lips, and dropt into the girl’s mouth the sweet produce of the Attic bee ; she pressed the bee’s riddled travail of many cells, and mixed the voiceful comb in a sapient cup. thirsting asked for a drink, she gave the speaking Pythian water kept for Apollo, or the stream of Ilissos, which is inspired by the Attic Muse when the Pierian breezes of Phoibos beat on the bank. She took the golden Cornstalk from the stars, and entwined it in a cluster to put round the girl’s neck like a necklace. The dancing maidens of Orchomenos, handmaids of the Paphian, drew from the horsehoof fountain of imagination, dear to the nine Muses, delicate water to wash her.

230καὶ Βερόη βλάστησεν ὁμόδρομος ἰοχεαίρῃ, δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος· καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ 235ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης. Ἀσσυρίην δʼ ἑτέρην δεδοκημένος ἄζυγα κούρην Ζεὺς πάλιν ἐπτοίητο, καὶ ἤθελεν εἶδος ἀμεῖψαι· καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ 240ἀκροβαφὴς πεφόρητο διʼ ὕδατος ἴχνος ἐρέσσων, κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα, εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου, 245μὴ βοὸς ἰσοτύποιο διʼ αἰθέρος εἰκόνα τεύχων ποντοπόρων στήσειε νεώτερον ἄστρον Ἐρώτων· καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης ὑσμίνην γαμίης πεφυλαγμένος ἐννοσιγαίου.

Beroe grew up, and coursed with the Archeress, carrying the nets of her hunter sire. She had the very likeness of her Paphian mother, and her shining feet. When Thetis came up out of the sea to skip with snowy dancing foot, she saw another silverfoot Thetis, and hid in shame, fearing the raillery of Cassiepeia once again. Zeus perceiving another unwedded maiden of Assyria, was fluttered again and wished to change his form : certainly he would have carried the burden of love in bull’s form again, skimming away with his legs in the water, paddling along, bearing the woman unwetted on his back, had he not been held back by the memory of that Sidonian bullhorned wedding, and had not the Bull of Olympos, Europa’s bridegroom, bellowed from out the stars with jealous throat, to think that he might set up there a new star of seafaring amours and make the image of a rival bull in the sky. So he left Beroe, who was destined for a watery bridal, as his brother’s bedfellow, for he wished not to quarrel with Earthshaker about a mortal wife.

250τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν, ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν· Ἀσσυρίης δʼ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης 255ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες Ἐρώτων, φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες. 260οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.

Such was Beroe, flower of the Graces. If ever the girl uttered her voice trickling sweeter than honey and the honeycomb, winning Persuasion sat ever upon her lips and enchanted the clever wits of men whom nothing else could charm. Her laughing eyes outshone all the company of her young Assyrian agemates as they shot their shafts of love, with brighter graces, like the moon at the full, when showering her cloudless rays and hiding the stars. Her white robes falling down to the girl’s feet showed the blush of her rosy limbs. There is no wonder in that, even if she had such fairness beyond her young yearsmates, since bright over her countenance sparkled the beauties of both her parents.

263τὴν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς, ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν, 265καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων, ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη Κυκλώπων κανόνεσσι, καὶ ὡς νοτίῳ παρὰ Νείλῳ 270Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη· καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι, ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον Ἐρώτων. φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην, 275γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένῳ δὲ ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ εἰς δόμον Ἁρμονίης παμμήτορος, ὁππόθι νύμφη εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου 280ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις· καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου, καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης, 285καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα, καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.

Then Cypris saw her : pregnant with prophetic intelligence she sent her imagination wandering swiftly round, and driving her mind to wander about the whole earth surveyed the foundations of the brilliant cities of ancient days. She saw how Mycene girt about with a garland of walls by the Cyclopian masons took the name of twinkle-eye Mycene ; how Thebes beside the southern Nile took the name of primeval Thebe ; and she decided to design a city named after Beroe, being possessed with a passion to make her city as good as theirs. She observed there the long column of Solon’s laws, that safeguard against wrong, and turned aside her eye to the broad streets of Athens, and envied her sister the just Judge. With hurrying shoe, she whizzed along the vault of heaven to the hall of Allmother Harmonia, where that nymph dwelt in a house, self-built, shaped like the great universe with its four quarters joined in one. Four portals were about that stronghold standing proof against the four winds. Handmaids protected this dwelling on all sides, a round image of the universe : the doors were allotted — Antolia was the maid who attended the East Wind’s gate ; at the West Wind’s was Dysis the nurse of Selene ; Mesembrias held the bolt of the fiery South ; Arctos the Bear was the servant who opened the gate of the North, thick with clouds and sprinkled with hail.

288κεῖθι Χάρις προθοροῦσα, συνέμπορος ἀφρογενείῃ, Εὔρου κόψε θύρετρον Ἐώιον· ἐνδόμυχος δὲ 290Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ. ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης 295κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων, συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ· καὶ ποταμοὺς ποίκιλλεν, ἐπʼ ἀνδρομέῳ δὲ μετώπῳ 300ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών· καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου. ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην. 305καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν· καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης, δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου 310τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην. καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου Κύπριν ὀπιπεύουσα κατηφέι μάρτυρι μορφῇ παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·

To that place went Charis, fellow- voyager with the Foamborn, and running ahead she knocked at the eastern gate of Euros. As the rap came on the saffron portal of sunrise, Astynomeia an attendant ran up from within ; and when she saw Cypris standing in front of the gatehouse of the dwelling, she went with returning feet to inform her mistress beforehand. She was then busy at Athena’s loom, weaving a patterned cloth with her shuttle. In the robe she was weaving, she worked first Earth as the navel in the midst ; round it she balled the sky dotted with the shape of stars, and fitted the sea closely to the embracing earth ; she embroidered also the rivers in a green picture, shaped each with a human face and bull’s horns ; and at the outer fringe of the wellspun robe she made Ocean run all round the world in a loop. The maid came up to the woman’s loom, and announced that Aphrodite stood before the gatehouse. When the goddess heard, she dropt the threads of the robe and threw down the divine shuttle from her hands busy at the loom. Quickly she wrapped a snow-white robe about her body, and brighter than the gold took her place on her usual seat to await Cythereia. As soon as Aphrodite appeared in the distance, she leapt from her throne to show due respect. Eurynome in her long robe led the Paphian to a seat near her mistress ; Harmonia the Nurse of the world saw the looks and dejected bearing of Cypris that showed her distress, and comforted her in friendly tones :

315Ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης, ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι . . . . . . εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,

“Cythereia, root of life, seedsower of being, midwife of nature, hope of the whole universe, at the bidding of your will the unbending Fates do spin their complicated threads ! [Tell me your trouble.”]

319ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ, 320εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν; ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν 325Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ, ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ 330ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ. ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν, 335παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον ἔννομος Ἑρμῆς τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.

[She replied] : . . . Reveal to your questioner, and tell me, as nourisher of life, nurse of immortals, as coeval with the universe your agemate ; which of the cities has the organ of sovereign voice ? which has reserved for it the unshaken reins of troublesolving Law ? I joined Zeus in wedlock with Hera his sister, after he had felt the pangs of longlasting desire and desired her for three hundred years : in gratitude he bowed his wise head, and promised as a worthy reward for the marriage that he would commit the precepts of Justice to one of the cities allotted to me. I wish to learn whether the gift is reserved for land of Cyprus or Paphos or Corinth, or Sparta whence Lycurgos came, or the noblemen’s country of my own daughter Beroe. Have a care then for Justice, and grant harmony to the world, you who are Harmonia the saviour of life ! For I was sent here in haste by the Virgin of the Stars herself, the nurse of law-abiding men ; and what is more, law-loving Hermes has passed on this honour to me, that I alone by enforcing the laws of marriage may preserve the men whom I have sown.”

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.