Homer · Iliad Ἰλιάς

Homer, Iliad 9.179–306: The Embassy to Achilles: Odysseus' appeal

The envoys find Achilles playing the lyre in his hut while Patroclus sits listening in silence. Achilles welcomes them and has a meal prepared, and then Odysseus, after drinking to him, describes how Hector threatens the ships and begs him to save the Achaeans. He recalls Peleus' advice that Achilles curb his proud heart, and repeats Agamemnon's list of gifts.

Lines 9.179–306 · 1432 words · click a number to copy its link
179τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ 180δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. 185Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν, τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν. 190Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. 195ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.

And the horseman, Nestor of Gerenia, laid straight command upon them with many a glance at each, and chiefly upon Odysseus, that they should make essay to persuade the peerless son of Peleus. So the twain went their way along the shore of the loud-resounding sea, with many an instant prayer to the god that holdeth the earth and shaketh it, that they might easily persuade the great heart of the son of Aeacus. And they came to the huts and the ships of the Myrmidons, and found him delighting his soul with a clear-toned lyre, fair and richly wrought, whereon was a bridge of silver; this had he taken from the spoil when he laid waste the city of Eëtion. Therewith was he delighting his soul, and he sang of the glorious deeds of warriors; and Patroclus alone sat over against him in silence, waiting until Aeacus' son should cease from singing. But the twain came forward and goodly Odysseus led the way, and they took their stand before his face; and Achilles leapt up in amazement with the lyre in his hand, and left the seat whereon he sat; and in like manner Patroclus when he beheld the men uprose. Then swift-footed Achilles greeted the two and spake, saying: Welcome, verily ye be friends that are come—sore must the need be — ye that even in mine anger are to me the dearest of the Achaeans.

199ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, 200εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα· μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ· οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. 205ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ. αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός, ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς. 210καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε, πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. 215αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

So saying, goodly Achilles led them in and made them sit on couches and rugs of purple; and forthwith he spake to Patroclus, that was near: Set forth a larger bowl, thou son of Menoetius; mingle stronger drink, and prepare each man a cup, for these be men most dear, that are beneath my roof. So he spake, and Patroclus gave ear to his dear comrade. He cast down a great fleshing-block in the light of the fire and laid thereon a sheep's back and a fat goat's, and the chine of a great hog withal, rich with fat. And Automedon held them for him, while goodly Achilles carved. Then he sliced the meat with care and spitted it upon spits, and the son of Menoetius, a godlike man, made the fire blaze high. But when the fire had burned down and the flame was abated, he scattered the embers and laid thereover the spits, and sprinkled the morsels with holy salt when he had set them upon the fire-dogs. But when he had roasted the meat and laid it on platters, Patroclus took bread and dealt it forth on the table in fair baskets, while Achilles dealt the meat.

218αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει 220Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· 225χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες 230δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ 235σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.

Himself he sate him down over against godlike Odysseus, by the other wall, and bade Patroclus, his comrade, offer sacrifice to the gods; and Patroclus cast burnt-offering into the fire. So they put forth their hands to the good cheer lying ready before them. But when they had put from them the desire of food and drink, Aias nodded to Phoenix; and goodly Odysseus was ware thereof, and filling a cup with wine he pledged Achilles: Hail, O Achilles, of the equal feast have we no stinting, either in the hut of Agamemnon, son of Atreus, or now in thine; for here is abundance that satisfies the heart to feast withal. Yet matters of the delicious feast are not in our thoughts, nay, Zeus-nurtured one, it is utter ruin that we behold, and are afraid; for it is in doubt whether we save the benched ships or they perish, except thou clothe thee in thy might. Hard by the ships and the wall have the Trojans, high of heart, and their far-famed allies set their bivouac, and kindled many fires throughout the host, and they deem that they shall no more be stayed, but will fall upon our black ships.

236Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. 240ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς 245ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος 250ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη 255δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

And Zeus, son of Cronos, shows them signs upon the right with his lightnings, and Hector exulting greatly in his might rageth furiously, trusting in Zeus, and recketh not of men nor gods, for mighty madness hath possessed him. His prayer is that with all speed sacred Dawn may appear, for he declareth that he will hew from the ships' sterns the topmost ensigns, and burn the very hulls with consuming fire, and amidst them make havoc of the Achaeans, distraught by reason of the smoke. This then is the great fear of my heart, lest the gods fulfill for him his boastings, and it be our fate to perish here in Troy, far from horse-pasturing Argos. Nay, up then, if thou art minded even at the last to save from the war-din of the Trojans the sons of the Achaeans, that are sore bested. To thine own self shall sorrow be hereafter, nor can healing be found for ill once wrought—nay, rather, ere it be too late bethink thee how thou mayest ward from the Danaans the day of evil. Good friend, surely it was to thee that thy father Peleus gave command on the day when he sent thee to Agamemnon forth from Phthia: ‘My son, strength shall Athene and Hera give thee if they be so minded, but do thou curb thy proud spirit in thy breast, for gentle-mindedness is the better part; and withdraw thee from strife, contriver of mischief, that so the Argives both young and old may honour thee the more.’

259ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν 260παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων· ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, 265αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. 270δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται 275μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.

On this wise did that old man charge thee, but thou forgettest. Yet do thou lease even now, and put from thee thy bitter wrath. To thee Agamemnon offereth worthy gifts, so thou wilt cease from thine anger. Nay come, hearken thou to me, and I will tell the tale of all the gifts that in his hut Agamemnon promised thee: seven tripods, that the fire hath not touched, and ten talents of gold and twenty gleaming cauldrons, and twelve strong horses, winners in the race that have won prizes by their fleetness. Not without booty were a man nor unpossessed of precious gold, whoso had wealth as great as the prizes Agamemnon's horses have won by their speed. And he will give seven women skilled in goodly handiwork, women of Lesbos, whom on the day when thou thyself tookest well-built Lesbos he chose him from the spoil, and that in beauty surpassed all women folk. These will he give thee, and amid them shall be she whom he then took away, the daughter of Briseus; and he will furthermore swear a great oath, that never went he up into her bed, neither had dalliance with her, as is the appointed way, O king, of men and women.

277ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι 280εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, 285ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει 290πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. 295πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. 300εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι 305λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.

All these things shall be ready to thy hand forthwith; and if hereafter it so be the gods grant us to lay waste the great city of Priam, do thou then enter in, what time we Achaeans be dividing the spoil, and heap up thy ship with store of gold and bronze, and thyself choose twenty Trojan women that be fairest after Argive Helen. And if we return to Achaean Argos, richest of lands, thou shalt be his son, and he will honour thee even as Orestes, that is reared in all abundance, his son well-beloved. Three daughters has he in his well-builded hall, Chrysothemis, and Laodice, and Ophianassa; of these mayest thou lead to the house of Peleus which one thou wilt, without gifts of wooing; and he will furthermore give a dower full rich, such as no man ever yet gave with his daughter. And seven well-peopled cities will he give thee, Cardamyle, Enope, and grassy Hire, and sacred Pherae, and Antheia, with deep meadows, and fair Aipeia, and vine-clad Pedasus. All are nigh the sea, on the uttermost borders of sandy Pylos, and in them dwell men rich in flocks and rich in kine, men that shall honour thee with gifts as though thou wert a god, and beneath thy sceptre shall bring thy ordinances to prosperous fulfillment. All this will he bring to pass for thee, if thou but cease from thy wrath. But if the son of Atreus be too utterly hated by thee at heart, himself and his gifts, yet have thou pity at least on the rest of the Achaeans, that are sore bested throughout the host; these shall honour thee as though thou wert a god, for verily shalt thou win great glory in their eyes. Now mightest thou slay Hector, seeing he would come very nigh thee in his baneful rage, for he deemeth there is no man like unto him among the Danaans that the ships brought hither.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.