Homer · Iliad Ἰλιάς

Homer, Iliad 9.307–429: The Embassy to Achilles: Achilles' reply

Achilles answers that he hates the man who says one thing and hides another in his heart, and that he will speak plainly. He says that Agamemnon has given nothing for all his toil, that the coward and the brave man die alike, and that no gifts will move him; he will sail for Phthia in the morning. His mother Thetis has told him of two fates, a long life without glory if he goes home, or glory and early death if he stays.

Lines 9.307–429 · 1426 words · click a number to copy its link
307τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, 310ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· 315οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· 320κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ, 325ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.

Then in answer to him spake swift-footed Achilles: Zeus-born son of Laërtes, Odysseus of many wiles, needs must I verily speak my word outright, even as I am minded, and as it shall be brought to pass, that ye sit not by me here on this side and on that and prate endlessly. For hateful in my eyes, even as the gates of Hades, is that man that hideth one thing in his mind and sayeth another. Nay, I will speak what seemeth to me to be best. Not me, I ween, shall Atreus' son, Agamemnon, persuade, nor yet shall the other Danaans, seeing there were to be no thanks, it seemeth, for warring against the foeman ever without respite. Like portion hath he that abideth at home, and if one warreth his best, and in one honour are held both the coward and the brave; death cometh alike to the idle man and to him that worketh much. Neither have I aught of profit herein, that I suffered woes at heart, ever staking my life in fight. Even as a bird bringeth in her bill to her unfledged chicks whatever she may find, but with her own self it goeth ill, even so was I wont to watch through many a sleepless night, and bloody days did I pass in battle, fighting with warriors for their women's sake.

328δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· 330τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· 335τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; 340ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε 345μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.

Twelve cities of men have I laid waste with my ships and by land eleven, I avow, throughout the fertile land of Troy; from out all these I took much spoil and goodly, and all would I ever bring and give to Agamemnon, this son of Atreus; but he staying behind, even beside his swiftships, would take and apportion some small part, but keep the most. Some he gave as prizes to chieftains and kings, and for them they abide untouched; but from me alone of the Achaeans hath he taken and keepeth my wife, the darling of my heart. Let him lie by her side and take his joy. But why must the Argives wage war against the Trojans? Why hath he gathered and led hither his host, this son of Atreus? Was it not for fair-haired Helen's sake? Do they then alone of mortal men love their wives, these sons of Atreus? Nay, for whoso is a true man and sound of mind, loveth his own and cherisheth her, even as I too loved her with all my heart, though she was but the captive of my spear. But now, seeing he hath taken from my arms my prize, and hath deceived me, let him not tempt me that know him well; he shall not persuade me. Nay, Odysseus, together with thee and the other princes let him take thought to ward from the ships consuming fire.

348ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ 350εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· 355ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, 360ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.

Verily full much hath he wrought without mine aid; lo, he hath builded a wall and digged a ditch hard by, wide and great, and therein hath he planted stakes; yet even so availeth he not to stay the might of man-slaying Hector. But so long as I was warring amid the Achaeans Hector had no mind to rouse battle far from the wall, but would come only so far as the Scaean gates and the oak-tree; there once he awaited me in single combat and hardly did he escape my onset. But now, seeing I am not minded to battle with goodly Hector, tomorrow will I do sacrifice to Zeus and all the gods, and heap well my ships, when I have launched them on the sea; then shalt thou see, if so be thou wilt, and carest aught therefor, my ships at early dawn sailing over the teeming Hellespont, and on board men right eager to ply the oar; and if so be the great Shaker of the Earth grants me fair voyaging, on the third day shall I reach deep-soiled Phthia.

364ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· 365ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω 370ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· 375ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη 380ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· 385οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.

Possessions full many have I that I left on my ill-starred way hither, and yet more shall I bring from hence, gold and ruddy bronze, and fair-girdled women and grey iron—all that fell to me by lot; howbeit my prize hath he that gave it me taken back in his arrogant pride, even lord Agamemnon, son of Atreus. To him do ye declare all, even as I bid, openly, to the end that other Achaeans also may be wroth, if haply he hopeth to deceive yet some other of the Danaans, seeing he is ever clothed in shamelessness. Yet not in my face would he dare to look, though he have the front of a dog. Neither counsel will I devise with him nor any work, for utterly hath he deceived me and sinned against me. Never again shall he beguile me with words; the past is enough for him. Nay, let him go to his ruin in comfort, seeing that Zeus the counsellor hath utterly robbed him of his wits. Hateful in my eyes are his gifts, I count them at a hair's worth. Not though he gave me ten times, aye twenty times all that now he hath, and if yet other should be added thereto I care not whence, not though it were all the wealth that goeth in to Orchomenus, or to Thebes of Egypt, where treasures in greatest store are laid up in men's houses,—Thebes which is a city of an hundred gates wherefrom sally forth through each two hundred warriors with horses and cars; —nay, not though he gave gifts in number as sand and dust; not even so shall Agamemnon any more persuade my soul, until he hath paid the full price of all the despite that stings my heart.

388κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, 390ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι, Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. 395πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν. ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν 400κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει 405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.

And the daughter of Agamemnon, son of Atreus, will I not wed, not though she vied in beauty with golden Aphrodite and in handiwork were the peer of flashing-eyed Athene: not even so will I wed her; let him choose another of the Achaeans that is of like station with himself and more kingly than I. For if the gods preserve me, and I reach my home, Peleus methinks will thereafter of himself seek me a wife. Many Achaean maidens there be throughout Hellas and Phthia, daughters of chieftains that guard the cities; of these whomsoever I choose shall I make my dear wife. Full often was my proud spirit fain to take me there a wedded wife, a fitting helpmeet, and to have joy of the possessions that the old man Peleus won him. For in my eyes not of like worth with life is even all that wealth that men say Ilios possessed, the well-peopled citadel, of old in time of peace or ever the sons of the Achaeans came,—nay, nor all that the marble threshold of the Archer Phoebus Apollo encloseth in rocky Pytho.

406ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. 410μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, 415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς 420χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν 425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω, ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.

For by harrying may cattle be had and goodly sheep, and tripods by the winning and chestnut horses withal; but that the spirit of man should come again when once it hath passed the barrier of his teeth, neither harrying availeth nor winning. For my mother the goddess, silver-footed Thetis, telleth me that twofold fates are bearing me toward the doom of death: if I abide here and war about the city of the Trojans, then lost is my home-return, but my renown shall be imperishable; but if I return home to my dear native land, lost then is my glorious renown, yet shall my life long endure, neither shall the doom of death come soon upon me. Aye, and I would counsel you others also to sail back to your homes; seeing there is no more hope that ye shall win the goal of steep Ilios; for mightily doth Zeus, whose voice is borne afar, hold forth his hand above her, and her people are filled with courage. But go ye your way and declare my message to the chieftains of the Achaeans—for that is the office of elders—to the end that they may devise some other plan in their minds better than this, even such as shall save their ships, and the host of the Achaeans beside the hollow ships; seeing this is not to be had for them, which now they have devised, by reason of the fierceness of my anger. Howbeit let Phoenix abide here with us, and lay him down to sleep, that he may follow with me on my ships to my dear native land on the morrow, if so he will; but perforce will I not take him.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.