Homer · Iliad Ἰλιάς

Homer, Iliad 13.328–454: Idomeneus' onslaught

Idomeneus and Meriones go into the battle like fire on a mountain, and Idomeneus kills Othryoneus, who had sought Cassandra's hand, and then Asius. He kills Alcathous, a son-in-law of Anchises, and Deiphobus' spear, thrown at Idomeneus, misses him and kills Hypsenor. Idomeneus boasts over each of his victims and calls on Zeus.

Lines 13.328–454 · 1479 words · click a number to copy its link
328ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, 330οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν· τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι 335ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι 340μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο. 345τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.

So spake he, and Meriones, the peer of swift Ares, led the way until they came to the host, at the point whither Idomeneus bade him go. Now when the Trojans had sight of Idomeneus, in might as it were a flame, himself and his squire clad in armour richly dight, they called one to another through the throng, and all made at him; and by the sterns of the ships arose a strife of men clashing together. And as gusts come thick and fast when shrill winds are blowing, on a day when dust lies thickest on the roads, and the winds raise up confusedly a great cloud of dust; even so their battle clashed together, and they were eager in the throng to slay one another with the sharp bronze. And the battle, that brings death to mortals, bristled with long spears which they held for the rending of flesh, and eyes were blinded by the blaze of bronze from gleaming helmets, and corselets newly burnished, and shining shields, as men came on confusedly. Sturdy in sooth would he have been of heart that took joy at sight of such toil of war, and grieved not. Thus were the two mighty sons of Cronos, divided in purpose, fashioning grievous woes for mortal warriors.

347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, 350ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, 355ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν 360ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, 365ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.

Zeus would have victory for the Trojans and Hector, so giving glory to Achilles, swift of foot; yet was he in no wise minded that the Achaean host should perish utterly before the face of Ilios, but was fain only to give glory to Thetis and to her son, strong of heart. But Poseidon went among the Argives and urged them on, stealing forth secretly from the grey sea; for it vexed him that they were being overcome by the Trojans, and against Zeus was he exceeding wroth. Both the twain verily were of one stock and of one parentage, but Zeus was the elder born and the wiser. Therefore it was that Poseidon avoided to give open aid, but secretly sought ever to rouse the Argives throughout the host, in the likeness of a man. So these twain knotted the ends of the cords of mighty strife and evil war, and drew them taut over both armies, a knot none might break nor undo, that loosed the knees of many men. Then Idomeneus, albeit his hair was flecked with grey, called to the Danaans, and leaping amid the Trojans turned them to flight. For he slew Othryoneus of Cabesus, a sojourner in Troy, that was but newly come following the rumour of war; and he asked in marriage the comeliest of the daughters of Priam, even Cassandra; he brought no gifts of wooing, but promised a mighty deed, that he would drive forth perforce out of Troy-land the sons of Achaeans.

368τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας. 370Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων 375εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν 380Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ 385πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

To him the old man Priam promised that he would give her, and bowed his head thereto, and Othryoneus fought, trusting in his promise. But Idomeneus aimed at him with his bright spear, and cast and smote him as he strode proudly on, nor did the corselet of bronze that he wore avail him, but the spear was fixed full in his belly, and he fell with a thud and Idomeneus exulted over him and spake, saying: Othryoneus, verily above all mortal men do I count thee happy, if in good sooth thou shalt accomplish all that thou didst promise to Dardanian Priam; and he promised thee his own daughter. Aye, and we too would promise the like and would bring all to pass, and would give thee the comeliest of the daughters of the son of Atreus, bringing her forth from Argos that thou mightest wed her; if only thou wilt make cause with us and sack the well-peopled city of Ilios. Nay, follow with us, that at the seafaring ships we may make agreement about the marriage, for thou mayest be sure we deal not hardly in exacting gifts of wooing. So saying, the warrior Idomeneus dragged him by the foot through the mighty conflict. But Asius came to bear aid to Othryoneus, on foot in front of his horses; and these twain the squire that was his charioteer ever drave so that their breath smote upon the shoulders of Asius. And he was ever fain of heart to cast at Idomeneus; but the other was too quick for him, and smote him with a cast of his spear on the throat beneath the chin, and drave the bronze clean through.

389ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς 390ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, 395οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, 400ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 405Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν 410ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.

And he fell as an oak falls, or a poplar, or a tall pine that among the mountains shipwrights fell with whetted axes to be a ship's timber; even so before his horses and chariot Asius lay out-stretched, moaning aloud and clutching at the bloody dust. And the charioteer, stricken with terror, kept not the wits that afore he had, neither dared turn the horses back and so escape from out the hands of the foemen; but Antilochus, staunch in fight, aimed at him, and pierced him through the middle with his spear, nor did the corselet of bronze that he wore avail him, but he fixed the spear full in his belly. And gasping he fell from out his well-built car, and the horses Antilochus, son of great-souled Nestor, drave forth from the Trojans into the host of the well-greaved Achaeans. Then Deïphobus in sore grief for Asius drew very nigh to Idomeneus, and cast at him with his bright spear. Howbeit Idomeneus, looking steadily at him, avoided the spear of bronze, for he hid beneath the cover of his shield that was well-balanced upon every side, the which he was wont to bear, cunningly wrought with bull's hide and gleaming bronze, and fitted with two rods; beneath this he gathered himself together, and the spear of bronze flew over; and harshly rang his shield, as the spear grazed thereon. Yet nowise in vain did Deïphobus let the spear fly from his heavy hand, but he smote Hypsenor, son of Hippasus, shepherd of the people, in the liver beneath the midriff, and straightway loosed his knees.

413Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι 415εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, 420ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ 425ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.

And Deïphobus exulted over him in terrible wise, and cried aloud: Hah, in good sooth not unavenged lies Asius; nay, methinks, even as he fareth to the house of Hades, the strong warder, will he be glad at heart, for lo, I have given him one to escort him on his way! So spake he, and upon the Argives came sorrow by reason of his exulting, and beyond all did he stir the soul of wise-hearted Antilochus; howbeit, despite his sorrow, he was not unmindful of his dear comrade, but ran and bestrode him, and covered him with his shield. Then two trusty comrades stooped down, even Mecisteus, son of Echius, and goodly Alastor, and bare Hypsenor, groaning heavily, to the hollow ships. And Idomeneus slackened not in his furious might, but was ever fain to enwrap some one of the Trojans in the darkness of night, or himself to fall in warding off ruin from the Achaeans.

427ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν 430τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε 435θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα 440χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· 445Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, 450ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.

Then the dear son of Aesyetes, fostered of Zeus, the warrior Alcathous—son by marriage was he to Anchises, and had married the eldest of his daughters, Hippodameia, whom her father and queenly mother heartily loved in their hall, for that she excelled all maidens of her years in comeliness, and in handiwork, and in wisdom; wherefore the best man in wide Troy had taken her to wife—this Alcathous did Poseidon subdue beneath Idomeneus, for he cast a spell upon his bright eyes and ensnared his glorious limbs that he might nowise flee backwards nor avoid the spear; but as he stood fixed, even as a pillar or a tree, high and leafy, the warrior Idomeneus smote him with a thrust of his spear full upon the breast, and clave his coat of bronze round about him, that aforetime ever warded death from his body, but now it rang harshly as it was cloven about the spear. And he fell with a thud, and the spear was fixed in his heart, that still beating made the butt thereof to quiver; howbeit, there at length did mighty Ares stay its fury. But Idomeneus exulted over him in terrible wise, and cried aloud: Deïphobus, shall we now deem perchance that due requital hath been made—three men slain for one—seeing thou boasteth thus? Nay, good sir, but stand forth thyself and face me, that thou mayest know what manner of son of Zeus am I that am come hither. For Zeus at the first begat Minos to be a watcher over Crete, and Minos again got him a son, even the peerless Deucalion, and Deucalion begat me, a lord over many men in wide Crete; and now have the ships brought me hither a bane to thee and thy father and the other Trojans.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Iliad Book 13, lines 328–454: Idomeneus' onslaught | Homer