Homer · Iliad Ἰλιάς

Homer, Iliad 13.455–575: Aeneas and Idomeneus; Deiphobus is wounded

Deiphobus finds Aeneas, who is angry with Priam, and Aeneas stands against Idomeneus, who calls his comrades to him, and the two sides fight round the body. Idomeneus kills Oenomaus, and Deiphobus kills Ascalaphus, a son of Ares, while Meriones wounds Deiphobus in the arm and Polites leads him from the field. Aeneas kills Aphareus, Antilochus kills Thoon, and Adamas, who struck Antilochus' shield, is killed by Meriones.

Lines 13.455–575 · 1391 words · click a number to copy its link
455ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου 460ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. 465ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα· τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

So spake he, and Deïphobus was divided in counsel, whether he should give ground and take to him as comrade some one of the great-souled Trojans, or should make trial by himself alone. And as he pondered this thing seemed to him the better—to go after Aeneas; and he found him standing last amid the throng, for ever was Aeneas wroth against goodly Priam, for that brave though he was amid warriors Priam honoured him not a whit. Then Deïphobus drew near and spake to him winged words: Aeneas, counsellor of the Trojans, now in sooth it behoveth thee to bear aid to thy sister's husband, if in any wise grief for thy kin cometh upon thee. Nay, come thou with me, that we may bear aid to Alcathous, who, for all he was but thy sister's husband, reared thee in the halls when thou wast yet a little child; he, I tell thee, hath been slain of Idomeneus, famed for his spear. So spake he, and roused the heart in the breast of Aeneas, and he went to seek Idomeneus, with high thoughts of war.

470ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν· ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας 475θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει, Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· 480τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν· καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. 485εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.

Howbeit terror gat not hold of Idomeneus, as he had been some petted boy, but he abode like a boar in the mountains, that trusteth in his strength, and abideth the great, tumultuous throng of men that cometh against him, in a lonely place; he bristleth up his back and his two eyes blaze with fire, and he whetteth his tusks, eager to ward off dogs and men; even so Idomeneus, famed for his spear, abode the oncoming of Aeneas to bear aid, and gave not ground, but called to his comrades, looking unto Ascalaphus, Aphareus, and Deïpyrus, and Meriones, and Antilochus, masters of the war-cry; to these he spake winged words, and spurred them on: Hither, friends, and bear aid to me that am alone, and sorely do I dread the oncoming of Aeneas, swift of foot, that cometh against me; right strong is he to slay men in battle, and he hath the flower of youth, wherein is the fulness of strength. Were we but of like age and our mood such as now it is, then forthwith should he win great victory, or haply I. So spake he, and they all, having one spirit in their breasts, took their stand, each hard by the other, leaning their shields against their shoulders.

489Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι 490Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν· ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει 495ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων 500Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος· ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης 505ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

And Aeneas over against them called to his comrades, looking unto Deïphobus, and Paris, and goodly Agenor, that with himself were leaders of the Trojans; and after them followed the host, as sheep follow after the ram to water from the place of feeding, and the shepherd joyeth in his heart; even so the heart of Aeneas was glad in his breast, when he saw the throng of the host that followed after him. Then over Alcathous they clashed in close fight with their long spears, and about their breasts the bronze rang terribly as they aimed each at the other in the throng; and above all the rest two men of valour, Aeneas and Idomeneus, peers of Ares, were eager each to cleave the other's flesh with the pitiless bronze. And Aeneas first cast at Idomeneus, but he, looking steadily at him, avoided the spear of bronze, and the lance of Aeneas sank quivering down in to the earth, for that it sped in vain from his mighty hand. But Idomeneus cast and smote Oenomaus, full upon the belly, and brake the plate of his corselet, and the bronze let forth the bowels therethrough; and he fell in the dust and clutched the earth in his palm.

509Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος 510ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι. τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, 515τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος 520ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ, ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι 525ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν· Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς 530αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.

And Idomeneus drew forth from out the corpse the far-shadowing spear, yet could he not prevail likewise to strip the rest of the fair armour from his shoulders, since he was sore pressed with missiles. For the joints of his feet were not firm as of old in a charge, that he might rush forth after his own cast, or avoid another's. Wherefore in close fight he warded off the pitiless day of doom, but in flight his feet no longer bare him swiftly from the war. And as he drew back step by step Deïphobus cast at him with his shining spear, for verily he ever cherished a ceaseless hate against him. Howbeit this time again he missed him, and smote with his spear Ascalaphus, son of Enyalius, and through the shoulder the mighty spear held its way; and he fell in the dust and clutched the ground with his palm. But as yet loud-voiced dread Ares wist not at all that his son had fallen in the mighty conflict; but he sat on the topmost peak of Olympus beneath the golden clouds, constrained by the will of Zeus, where also were the other immortal gods, being held aloof from the war. Then over Ascalaphus they clashed in close fight, and Deïphobus tore from Ascalaphus his shining helm, but Meriones, the peer of swift Ares, leapt upon Deïphobus and smote his arm with his spear, and from his hand the crested helm fell to the ground with a clang.

531Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας 535ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός. 540οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί· ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής. 545Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει· τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.

And Meriones sprang forth again like a vulture, and drew forth the mighty spear from the upper arm of Deïphobus, and shrank back in the throng of his comrades. But Polites, the own brother of Deïphobus, stretched his arms around his waist, and led him forth from out the dolorous war, until he came to the swift horses that stood waiting for him at the rear of the battle and the conflict with their charioteer and chariot richly dight. These bare him to the city groaning heavily and sore distressed and down ran the blood from his newly wounded arm. But the rest fought on, and a cry unquenchable arose. Then Aeneas leapt upon Aphareus, son of Caletor, that was turned toward him, and struck him on the throat with his sharp spear, and his head sank to one side, and his shield was hurled upon him and his helm withal, and death that slayeth the spirit encompassed him. Then Antilochus, biding his time, leapt upon Thoön, as he turned his back, and smote him with a thrust, and wholly severed the vein that runneth along the back continually until it reacheth the neck; this he severed wholly, and Thoön fell on his back in the dust, stretching out both his hands to his dear comrades.

550Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων 555Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. 560ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος 565ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. 570ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν 575ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.

But Antilochus leapt upon him and set him to strip the armour from off his shoulders, looking warily around the while; for the Trojans encircled him and thrust from this side and from that upon his broad, shining shield; howbeit they prevailed not to pierce through and graze the tender flesh of Antilochus with the pitiless bronze; for mightily did Poseidon, the Shaker of Earth, guard Nestor's son, even in the midst of many darts. For never aloof from the foe was Antilochus, but he ranged among them, nor ever was his spear at rest, but was ceaselessly brandished and shaken; and he ever aimed in heart to cast at some foeman, or rush upon him in close fight. But as he was aiming amid the throng he was not unmarked of Adamas, son of Asius, who smote him full upon the shield with a thrust of the sharp bronze, setting upon him from nigh at hand. But the spear-point was made of none avail by Poseidon, the dark-haired god, who begrudged it the life of Antilochus. And the one part of the spear abode here, like a charred stake, in the shield of Antilochus, and half lay on the ground; and Adamas shrank back into the throng of his comrades, avoiding fate. But Meriones followed after him as he went and cast with his spear, and smote him midway between the privy parts and the navel, where most of all Ares is cruel to wretched mortals. Even there he fixed his spear, and the other, leaning over the shaft which pierced him, writhed as a bull that herdsmen amid the mountains have bound with twisted withes and drag with them perforce; even so he, when he was smitten, writhed a little while, but not long, till the warrior Meriones came near and drew the spear forth from out his flesh; and darkness enfolded his eyes.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Iliad 13.455–575: Aeneas and Idomeneus; Deiphobus is wounded