Homer · Iliad Ἰλιάς

Homer, Iliad 13.206–327: Poseidon rouses Idomeneus; Idomeneus and Meriones

Poseidon, angry for the death of his grandson Amphimachus, goes in the likeness of Thoas to Idomeneus and urges him to fight. Idomeneus arms himself in his hut and meets Meriones, who has come for a spear, and they agree to go to the left of the host where the fighting is hardest. Idomeneus tells Meriones that the brave man and the coward are best told apart in an ambush.

Lines 13.206–327 · 1391 words · click a number to copy its link
206καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. 210Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα 215ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ 220οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.

Then verily Poseidon waxed mightily wroth at heart when his son's son fell in the dread conflict, and he went his way along the huts and ships of the Achaeans to arouse the Danaans; but for the Trojans was he fashioning woes. And there met him Idomeneus, famed for his spear, on his way from a comrade that he had but now found coming from the battle smitten in the knee with the sharp bronze. Him his comrades bare forth, but Idomeneus had given charge to the leeches, and was going to his hut, for he was still fain to confront the battle; and the lord, the Shaker of Earth, spake to him, likening his voice to that of Andraemon's son Thoas, that in all Pleuron and steep Calydon was lord over the Aetolians, and was honoured of the folk even as a god: Idomeneus, thou counsellor of the Cretans, where now I pray thee, are the threats gone, wherewith the sons of the Achaeans threatened the Trojans? And to him Idomeneus, leader of the Cretans, made answer: O Thoas, there is no man now at fault, so far as I wot thereof; for we are all skilled in war.

224οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ 225εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· 230τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. 235ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· 240Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· 245ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.

Neither is any man holden of craven error, nor doth any through dread withdraw him from evil war, but even thus, I ween, must it be the good pleasure of the son of Cronos, supreme in might, that the Achaeans should perish here far from Argos, and have no name. But, Thoas, seeing that aforetime thou wast ever staunch in fight, and dost also urge on another, wheresoever thou seest one shrinking from fight, therefore now cease thou not, but call to every man. And Poseidon, the Shaker of Earth, answered him: Idomeneus, never may that man any more return home from Troy-land, but here may he become the sport of dogs, whoso in this day's course of his own will shrinketh from fight. Up then, take thine harness and get thee forth: herein beseems it that we play the man together, in hope there may be help in us, though we be but two. Prowess comes from fellowship even of right sorry folk, but we twain know well how to do battle even with men of valour. So spake he, and went back again, a god into the toil of men; and Idomeneus, as soon as he was come to his well-built hut, did on his fair armour about his body, and grasped two spears, and went his way like the lightning that the son of Cronos seizeth in his hand and brandisheth from gleaming Olympus, showing forth a sign to mortals, and brightly flash the rays thereof; even so shone the bronze about his breast as he ran.

246Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων 250τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· 255Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 260δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι 265καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.

And Meriones, his valiant squire, met him, while yet he was near the hut; for he was on his way to fetch him a spear of bronze; and mighty Idomeneus spake to him: Meriones, Molus' son, swift of foot, thou dearest of my comrades, wherefore art thou come, leaving the war and battle? Art thou haply wounded, and doth the point of a dart distress thee? Or art thou come after me on some message? Nay, of mine own self am I fain, not to abide in the huts, but to fight. To him again the wise Meriones made answer: Idomeneus, counsellor of the brazen-coated Cretans, I am on my way to fetch a spear, if perchance thou hast one left in the huts; for the one that I bare of old have I shattered, as I cast at the shield of the overweening Deïphobus. And to him Idomeneus, leader of the Cretans, made answer: Spears, if thou wilt, thou shalt find, be it one or twenty, standing in the hut against the bright entrance wall, spears of the Trojans whereof it is my wont to despoil their slain. For I am not minded to fight with the foemen while standing afar off; wherefore I have spears and bossed shields, and helms, and corselets gleaming bright.

266τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, 270ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 275οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν, ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη· τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, 280οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων· τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην 285ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.

Then to him the wise Meriones made answer: Aye, in mine own hut also and my black ship are many spoils of the Trojans, but I have them not at hand to take thereof. For I deem that I too am not forgetful of valour, but I take my stand amid the foremost in battle, where men win glory, whenso the strife of war ariseth. Some other of the brazen-coated Achaeans might sooner be unaware of my fighting, but thou methinks of thine own self knowest it well. And to him Idomeneus, leader of the Cretans, made answer: I know what manner of man thou art in valour; what need hast thou to tell the tale thereof? For if now all the best of us were being told off besides the ships for an ambush, wherein the valour of men is best discerned—there the coward cometh to light and the man of valour; for the colour of the coward changeth ever to another hue, nor is the spirit in his breast stayed that he should abide steadfast, but he shifteth from knee to knee and resteth on either foot, and his heart beats loudly in his breast as he bodeth death, and the teeth chatter in his mouth; but the colour of the brave man changeth not, neither feareth he overmuch when once he taketh his place in the ambush of warriors, but he prayeth to mingle forthwith in woeful war— not even in such case, I say, would any man make light of thy courage or the strength of thy hands.

288εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ, 290ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. 295ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς 300ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν 305ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;

For if so be thou wert stricken by a dart in the toil of battle, or smitten with a thrust, not from behind in neck or back would the missile fall; nay, but on thy breast would it light or on thy belly, as thou wert pressing on into the dalliance of the foremost fighters. But come, no longer let us loiter here and talk thus like children, lest haply some man wax wroth beyond measure; nay, but go thou to the hut, and get thee a mighty spear. So spake he, and Meriones, the peer of swift Ares, speedily took from the hut a spear of bronze, and followed Idomeneus with high thought of battle. And even as Ares, the bane of mortals, goeth forth to war, and with him followeth Rout, his son, valiant alike and fearless, that turneth to flight a warrior, were he never so staunch of heart—these twain arm themselves and go forth from Thrace to join the Ephyri or the great-hearted Phlegyes, yet they hearken not to both sides, but give glory to one or the other; even in such wise did Meriones and Idomeneus, leaders of men, go forth into the fight, harnessed in flaming bronze. And Meriones spake first to Idomeneus, saying: Son of Deucalion, at what point art thou eager to enter the throng?

308ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω 310δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· 315οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων 320ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν 325ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.

On the right of all the host, or in the centre, or shall it be on the left? For verily, methinks, in no other place do the long-haired Achaeans so fail in the fight. And to him again Idomeneus, leader of the Cretans, made answer: Among the midmost ships there be others for defence, the two Aiantes, and Teucer, best of all the Achaeans in bowmanship, and a good man too in close fight; these shall drive Hector, Priam's son, to surfeit of war, despite his eagerness, be he never so stalwart. Hard shall it be for him, how furious soever for war, to overcome their might and their invincible hands, and to fire the ships, unless the son of Cronos should himself cast a blazing brand upon the swift ships. But to no man would great Telamonian Aias yield, to any man that is mortal, and eateth the grain of Demeter, and may be cloven with the bronze or crushed with great stones. Nay, not even to Achilles, breaker of the ranks of men, would he give way, in close fight at least; but in fleetness of foot may no man vie with Achilles. But for us twain, do thou, even as thou sayest, make for the left of the host, that we may know forthwith whether we shall give glory to another or another to us.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.