Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 4.249–381: Book 4: Cadmos at Delphi; the dragon of Ares

Cadmos, who gave the Hellenes their letters, travels to Greece with Harmonia and consults the oracle at Delphi. The god tells him to give up the search for the bull and to found a city where a cow he follows lies down. At the spring of Dirce the serpent of Ares devours his companions.

Lines 4.249–381 · 1328 words · click a number to copy its link
249καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς 250οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς. ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην, ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς, 255εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ, ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ 260Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς, πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης, 265Αἰγυπτίης σοφίης μετανάστιος, ἦμος Ἀγήνωρ Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην· καί, ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων, χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου 270εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης, καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ 275κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης, χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας, ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης, 280πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει, ἀρτιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ, πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ, πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.

So Cadmos finished his voyage to Hellas, with the inspired voice in his mind stinging like a gadfly; and the inspired word of Zeus ever ran unerring in his ears and drove him on. There he was to newer gifts to All Hellenes, and to make them forget the lifebringing art of Danaos the master-mischiefmaker, Danaos the water-bringer : for what good did he do for the Achalans, if once he had dug the ground with his brazen pickaxes, and pecking at the flooded hollow of the gaping earth quenched the thirst of Argos if he made wet the steppings of their feet for his dusty people, and brought up a streamlet from the deep caves—the stranger’s gift of water? But Cadmos brought gifts of voice and thought for all Hellas ; he fashioned tools to echo the sounds of the tongue, he mingled sonant and consonant in one order of connected harmony. So he rounded off graven model of speaking silence ; for he had learnt the secrets of his country’s sublime art, an outside Intruder into the wisdom of Egypt, while Agenor dwelt nine years in Memphis and founded hundred-gated Thebes. There he pressed out the milk of the holy books ineffable, scratched their scratches across with back-faring hand and traced their rounded circles. And he showed forth the Bulan secrets of Osiris the wanderer, the Egyptian Dionysos. He learned the nightly celebration of their mystic art, and declaimed the magic hymn in the wild secret language, intoning a shrill alleluia. While a boy in the temple full of stone images, he had come to know the inscriptions carved by artists deep into the wall. With much-pondering thought he had measured the Flaming arch of the innumerable stars, and learnt the sun’s course and the measure of the earth, turning the intertwined fingers of his flexible hand He understood the changing circuits of the moon as she comes back and back again—how she changes her returning shape in three circles, new-shining, half-moon, and gleaming with full face ; how her splendour now touching, now shrinking back, at the male furnace of father Helios brought to birth without a mother, as she filches the father’s self-begotten fire ever lighted again,

285τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων ναυτιλίην μεθέηκε· σὺν Ἁρμονίῃ δὲ κομίζων ἑσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας 290Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς μαντοσύνην ἐρέεινε, καὶ ἔμφρονα Πύθιος ἄξων κυκλόθεν αὐτοβόητος ἐθέσπισε κοιλάδι φωνῇ· Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις· μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ, 295μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι· Ἀσσυρίην ἀπόειπε, τεῆς δʼ ἡγήτορα πομπῆς ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου·

Such was Cadmos. Quickly he set out for the - Achaian cities, and left his seafaring. With Harmonia he conveyed a swarm of seawandering companions turned travellers by land, in horse-carriages and laden wagons, on the way to the oracular sanctuaries. Then he reached Delphi, and asked an oracle from the midnipple axle of never-silent Pytho; and the Pythian axle speaking of himself uttered oracles of sense, resounding about in hollow tone : Cadmos, in vain you travel round and round with wandering steps. You seek a bull which no cow ever calved ; you seek a bull which no mortal knows how to find. Renounce Assyria, and take an earthly cow to guide your mission ; search not for a bull of Olympos.

298νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν· οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ 300πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων, αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει. ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσας μίμνε παρʼ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης 305πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.

Europa’s bridegroom no drover knows how to drive ; he frequents no pasture, no meadow, obeys no goad, is ordered by no whip. He knows how to bear the dainty harness of Cypris, not the plows yoke-band ; he strains his neck for Love alone, and not for Demeter. No, let pass your regret for your Tyrian father, and abide among foreigners ; found a city with the name of Egyptian Thebes your home, in the where the cow of fortune shall sink and rest heavy-knee foot.”

307ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν, καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ

So speaking he lulled the tripods’ wild voice : the ridges of Parnassos quaked, when they heard the noise of their neighbour Phoibos Castalia marked it, ’ and her inspired water bubbled in oracular rills,

310Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ. εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ βοῦν ἴδε, νισσομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην 315ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης. Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ 320Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης, Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων, κούρη δʼ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις 325εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης μυρομένης Θρήισσαν ἀναγκαίην Ἀφροδίτην δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ, παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,

The god spoke : and Cadmos gave place. Near the temple he saw a cow, and went beside her as she walked. His men followed, and made sparing pace, equal to the slow-obeying hoof of the unerring cow, sedulous servants. On the way, Cadmos espied from the road a sacred place conspicuous ; the place where the Pythian had noticed on a hill the nine-circling coil of the dragon’s back, and put to sleep the deadly poison of the Cirrhaian serpent. Then the wanderer left the heads of Parnassos and trod the neighbouring soil of Daulis, whence comes the tale I hear of the dumb woespinner Philomela and her talking dress, whom Tereus defiled, when Hera, queen of wedlock, turned her back on the wedding among the mountains with no wedding dances ; how the girl mourned over the undecked pallet of a bride-bed on the common road ; how the girl tongue-shorn bewailed this Thracian rape ; and how voiceless Echo copied her tears and groaned too, bewailing the bed-shy maiden Philomela, as the blood of her maiden hood ran mingling with the red stream from her new-severed tongue.

329ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ 330γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης· καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς Ἀρούρης ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς· καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι, 335ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων, ἧχί ποτʼ Ὠρίωνα, δυσίμερον υἱέα γαίης, Σκορπίος, ἀστόργοιο βοηθόος ἰοχεαίρης, 340τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος, ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.

He saw too the city of Tityos, where that bold son of Earth marching through the fair-leafy woods of Panopeus lifted the sacred robe of Leto and attempted violence. He set a footstep on Tanagra bottom ; and passing from Coroncia to the soil of Haliartos, he came near to the city of Thespiai, and Plataiai in its deep ravines, and Aonia on the Boiotian ground. This is the place where Orion the lovesick son of Earth was brought low, great as he was, by the Scorpion, who came to help the hard-hearted Archeress : he was in the act of lifting the lowest edge of the tunic of the unmated goddess, when crawling slow came that earthy horror, hit his adversary’s heel and pierced it with freezing sting.

344καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην 345ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή, καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.

the land of Chaironeia, where the cow’s hoof was whitened in cutting the silvery dust, and following the many winding circuits of the rocky path it shook off the white dirt from its dusty feet.

348καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλʼ ὅτε Κάδμῳ 350Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς, βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς 355ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης. καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ· στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν, καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ· 360τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις, τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι, ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας θῆκε νέκυν· ψαφαρὴ δὲ κατʼ αὐχένος ἔρρεε χαίτη αὐτομάτη, πλαδαροῖο διειλυσθεῖσα καρήνου· 365καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ, καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης· καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ 370ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ, φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων, καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ, 375καὶ κεφαλὴν δόχμωσε, τινασσομένου δὲ καρήνου ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν. ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ 380μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην· ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ

Then the oracular hoof of the cow gave way, and she sank to the ground foretelling the city to be. Now that the divine utterance out of the Pythian cave was fulfilled, Cadmos brought the sacred cow beside an altar smoking with incense, and sought for a rill of spring water, that he might cleanse his ministering hands and pour the pure water over the sacrifice; for as yet there were no wine-planted gardens to show the delicate fruit of their ripening crop. He stayed his feet beside dragon-breeding Dirce : and stood amazed when he saw the speckle-back serpent, Ares’ child, appear from one side and girdle the spring with snaky coil. The serpent scared away the great company who followed Cadmos, biting one under the chest with his flashing jaws, rending another with a stroke of bloody tooth, tearing another’s lifesaving liver when he showed fight and laying him dead: a rough mane slipping out of the dank head ran down disorderly over his neck, Another he scared leaping above the man’s temples, ran up another’s chin irresistible to strike his eye with poison-shooting dew, and darkened the sparkling gleam of the closing orb. One he caught by the foot and held it in his jaws, tearing it with his bite—spat out green foam from his teeth upon the lad’s body, and the greenish poison froze the body livid like steel. Another panted under the strokes of the jaws, and the membranes of the brain billowed throbbing out of the head at the poisonous bite, while a stream of matter ran down through the drenched nostrils out of the melting brain. bonds ; then raising his body high above him with a mounting lurch of his limbs, darted at the round midnipple of the oxhide shield. The man with his legs enclosed by those slanting rings was exhausted by the heavy weight of the long trailing snake—a horrible burden but the wearied bearer still stood upright, until the serpent dragged him to the ground and opened his cruel mouth—the monster gaped, and the bloody portal of his raw-ravening throat yawned wide : he turned his head sideways, and with shaking hood curved his neck backwards stretched high over the middle of his coils.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.

Dionysiaca 4.249–381: Cadmos at Delphi; the dragon of Ares