Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 3.319–444: Book 3: Electra consoles Cadmos; Hermes asks for Harmonia

Electra consoles Cadmos, speaking of her own sisters and her son's absence, and advises him to settle abroad as Dardanos and Byzas did. The poet tells how Harmonia, Aphrodite's child by Ares, was brought up beside Emathion. Hermes enters unseen in the form of a youth and asks Electra on Zeus's behalf to give Harmonia to Cadmos.

Lines 3.319–444 · 1233 words · click a number to copy its link
319οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω. 320τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος, πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην, Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης. 325Ἠλέκτρη δʼ ἀίουσα παρήγορον ἴαχε φωνήν·

Such was the tale of Cadmos in the cloistered lace ; the words poured from his eloquent lips, as told the sting of a father’s threat when he would urge on his children, and the counterfeit bull travelling the Tyrian surf, the ravisher of the Sidonian bride, no catching the ravisher, no news of the bride. When Electra heard, she answered in words of consolation :

326Ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ· οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἐπʼ ἄλλῳ μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ, 330Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ· μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ θηλυτέρας ὠδῖνας ἔσω μαιώσατο κόλπου, ἑπτάκις Εἰλείθυιαν ἑῇ καλέσασα λοχείῃ 335κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω, οὐ Στεροπήν, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδʼ ἐνὶ κόλπῳ γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίζυγι παλμῷ 340παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ· οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω. πρὸς δʼ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων, 345Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης, καὶ Φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ· καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας, 350αἰθέρος ἐπτάζωνον ἀερτάζων κενεῶνα.

“My guest, let sister and country and father pass into the whirlpool of Forgetfulness and unremembering silence ! For this is the way men’s life runs on, bringing trouble upon trouble ; since all that are born of mortal womb are slaves by necessity to Fate the Spinner. I am witness, queen though I am, if I was ever born myself one of those Pleiads, seven girls whom our mother once carried under her heart in labour, seven times having called Eileithyia at her lying-in to lighten the pangs of birth after birth—I am witness I for my house is far from my father’s ; no Sterope is near me, no Maia my companion, nor sister Celaino beside me at my hearth; I have not dandled up and down sister Taygete’s Laces daimon at my breast nor held the merry boy on my cherishing arm; I do not see Aleyone’s house hard by, or hear Merope herself speak some heart warming word Here is something besides which I lament even more—in the bloom of his youth my own son has left his home, just when the down was on his cheek, my Dardanos has gone abroad to the bosom of the Idaian land ; he has given the firstling crop of his hair to Phrygian Simoeis, and drunk the alien water of river Thymbrioe. And away by the boundary of Libya my father still suffers hardship, old Atlas with chafing shoulders bowed, upholding the seven-zoned vault of the sky,

351ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ. 355καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης· τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης, ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων, 360εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ, εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης· μίμνε παρʼ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων, ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ, ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς 365ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς, αἰθέριον βλάστημα Διιπετές, οὔνομα Βύζας, αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ, 370πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου. εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.

Still and all with these great sufferings feed a comfortable hope, by the promises of Zeus, that with my other sisters shall pass from the earth to the stars” Atlantean vault, and dwell in heaven myself a star with my sisters six. Then do you too calm your own sorrows, Unforeseen, for you also the terrible thread of Fate immovable is rolling the eddy of your wandering lot of life, and the seal is set. Have a heart to endure in exile the unbending shackle of necessity, and feed the prevailing hope which foreruns things to come, if with the first seed has rooted your race, if you have got from Libya Poseidon’s blood in your family. Abide among foreigners like Dardanos, there make your - home ; dwell in a city of strangers like your own father Agenor, like Danaos your father’s brother. For another man also who carried his home on his back. one of the divine stock of, a heavenly sprout dropt from Zeus, named Byzas, who had drunk the seven-mouth water of self-begotten Nile, inhabited the neighbouring land, where along the Bosporos shore flows the water once traversed by the Inachian heifer.” To all those who dwelt about he showed a light, when he had turned aside the neck of that mad bull unbending.”

373Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης

So she spoke, lulling to sleep the anxieties of Cadmos.

374εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρά κε Κάδμῳ 375Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων, παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης· καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς μήτηρ οὐκ ἀτίταλλεν, ἀπʼ αἰθερίοιο δὲ κόλπου 380πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί· δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ 385σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ. ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις 390σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν, καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην· ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ 395ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων· πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ πεπταμένης πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ· γούνασι δʼ ἄρσενα παῖδα συνίδρυε θήλεϊ κούρῃ, 400μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ, κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος· καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ, πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων, 405καί σφισι λέκτρον ἔθηκεν ἑὸν γόνυ, διχθαδίῳ δὲ φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ, τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.

But Father Zeus sent his quick messenger Maia’s son on outspread wings to Electra’s house, that he might offer Harmonia to Cadmos for the harmony of wedlock—that maiden immigrant from heaven, whom Ares the wife-thief begat in secret love with Aphrodite . The mother did not nurse it—she was ashamed of the baby which told its own tale of the furtive bed: but away from the bosom of the sky she carried the suckling, lying in her arm, to the fostering house of Electra, when the childbed Seasons had Just delivered her baby still wet, when her breasts were tight and swollen with the gushing white sap. Electra received the bastard daughter with ofan rights, and joined the newborn girl on one breast with her newborn Emathion, held with equal love and care her two different nurslings in her arm. As a shaggy loness of the wilds, mother of twin young sucking-cubs in the Jungle, with her milky dew fits twin teats to the pair of cubs, and gives her twin young each a share of her teats, and licks their skin and the neck as yet hairless, nursing the young birth-mates with equal “care: so Electra then with loving breast foster mothered her brace of newborn babes, the boy and girl, and cherished them with equal care. Often she pressed to her with open hand and loving arm “her baby son and his age-mate girl, on this side and that taking turns of the sap from her rich breast : and she set on her knees the manly boy with the womanly girl, letting out the fold of her lowered gown so as to join thigh parted wide from neigh- a thigh; or singing songs for a sleep-charm, lulled both her babies to slumber with foster-mother’s art, while she stretched her arm enclosing the children’s necks, made her own knee their bed, fluttered the flap of her garment fanning the two faces, to keep the little ones cool, and quenched the waves of heat as the hand-made wind poured out its breath against it,

409ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης, 410τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς 415λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύκλος ἰούλων ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης· 420οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ

While Cadmos sat near the prudent queen, into the house came Hermes in the shape of a young man, unforeseen, uncaught, eluding the doorkeeper with his robber’s foot. About his rosy face on both sides locks of hair uncovered hung loose. A light bloom of ruddy down ran about the edge of his round cheeks on either side, fresh young hair newly grown. Like a herald, he held his rod as usual. Wrapt in. cloud from head to toe, with face unseen he reached the rich table when the meal was at an end. Emathion saw him not though close at hand, nor did Harmonia herself and Cadmos at her board, nor the company of serving men ; only god-fearing Electra perceived Hermes the eloquent. Into a corner of the house he led her in surprise to tell his secrets, and spoke in the language of men : ”

423Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ· 425Μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει, καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη, ἕδνα τεῆς φιλότητος, ἐμῇ δʼ ἅμα μητέρι Μαίῃ 430ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ. εἰμὶ τεῆς, φιλότεκνε, γονῆς ἐμφύλιος Ἑρμῆς, ἄγγελος ἀθανάτων τανυσίπτερος, οὐρανόθεν δὲ ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης 435ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ, καὶ Διὶ καὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων· 440οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ, οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ. μή σε τεὴ θέλξειε γόῳ φιλομήτορι κούρη· ἀλλά μιν εἰς ὑμέναιον ἀλεξικάκῳ πόρε Κάδμῳ πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.

Good be with you, my mother’s sister, bedfellow of Zeus! Most blessed of all women that I shall be hereafter, because Cronion keeps the lordship of the world for your children, and your stock shall steer all the cities of the earth ! This is the dower of your love. And along with Maia my mother you shall shine with the Seven Stars in the sky, running your course with Helios, rising with Selene. Children’s friend, I am Hermes, one of your own family, wing-spreading Messenger of the immortals. From heaven I have been sent by your bedfellow, the guests’ protector ruling in the heights, on behalf of your own god-fearing guest. Then do you also obey your Cronion, and let your daughter Harmonia go along with her yearsmate Cadmos as his bride, without asking for bridal gifts. Grant this grace to Zeus and the Blessed ones ; for when the immortals were in distress, this stranger saved them all by his music. This man has helped your bedfellow in trouble, this man has opened the day of freedom for Olympos! Let not your girl bewitch you with mother-loving groans, but give her in marriage to Cadmos our Saviour, in obedience to Cronion and Ares and Cythereia.”

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.