Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 1.409–534: Book 1: Cadmos pipes to Typhon and wins back the sinews

Disguised as a herdsman, Cadmos plays on his reeds, and Typhoeus comes laughing and boasts of what he will do to heaven. Cadmos says he could do better on the harp if only he had the sinews, and Typhoeus fetches them and gives them to him. Cadmos hides them and goes on playing to the entranced Giant.

Lines 1.409–534 · 1241 words · click a number to copy its link
409ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων 410Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ, κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης· καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος, πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων. 415ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δʼ ἄντρου ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης 420Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ. ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς, καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου 425ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν· Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;

“But Cadmos tuned up the deceitful notes of his harmonious reeds, as he reclined under a neighbouring tree in the pasturing woodland ; wearing the country garb of a real herdsman, he sent the deluding tune to Typhaon’s cars, puffing his cheeks to blow the soft breath. The Giant loved music, and when he heard this delusive melody, he leapt up and dragged along his viperish feet; he left in a cave the flaming weapons of Zeus with Mother Earth to keep them, and followed the notes to seek the neighbouring tune of the pipes which delighted his soul. There he was seen by Cadmos near the bushes, who was sore afraid and hid in a cleft of the rock. But the monster Typhoeus with head high in air saw him trying to hide himself, and beckoned with voiceless signs, nor did he understand the trick in this beautiful music; then face to face with the shepherd, he held out one right hand, not seeing the net of destruction, and with his middle face, blood-red and human in shape, he laughed aloud and burst into empty boasts :

428καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν, καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν· 430τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ; πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς· 435σῶν δʼ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω, ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω. στήσω δʼ, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων 440πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω· πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί. βουκόλε, μισθὸν ἔχοις σέο πηκτίδος· οὐράνιον γὰρ 445ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω, ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ· οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος 450ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει· στήσω δʼ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ, ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ 455ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης. οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης αἰθερίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη. καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ. 460ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης. οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν, σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου. 465μολπῆς δʼ ἄξια δῶρα παρʼ ἀστεροφεγγέι κύκλῳ στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω. σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης· εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ 470ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης· μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης. εἰ δʼ ἔλαχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου, ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω· εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν, 475δώσω σοι τόδε δῶρον. ἐγὼ δʼ ἐς Ὄλυμπον ὁδεύσω οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη; ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην, γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου 480σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.

“Why do you fear me, goatherd Why do you cover your eyes with your hand? A fine feat should think it to pursue a mortal man, after Cronion ! A fine feat to carry off panspipes along with the lightning! What have reeds to do with flaming thunderbolts? Keep your pipes alone, since Typhoeus sesses another kind of organ, the Olympian, which lays by itself! There sits Zeus, without his clouds, unrumbling, none of his usual noise—he could do with your pipes. Let him have your handful of reeds to play. I don’t join worthless reeds to other reeds in a row and wave them about, but roll up clouds upon clouds into a lump, and discharge a bang all at once with rumblings all over the sky Let’s have a friendly match, if you like. Come on, you make music and sound your reedy tune, I will crash my thundery tune. You puff out your cheek all swollen with wind, and blow with your lips, but Boreas is my blower, and my thunderbolts boom when his breath flogs them. Drover, I will pay you for your pipes : for when I shall hold the sceptre instead ‘of Zeus, and drive the heavenly throne, you shall come with me; leave the earth and will bring you to heaven pipes and all, with your flock too if you like, you shall not be parted from your herd. I’ll settle your goats over the backbone of Aigoceros, one of the same breed ; or near the Charioteer, who pushes the shining Olenian She-goat in Olympos with his ling arm. I put your cattle beside the rainy Is broad shoulder and make them stars rising in Olympos, or near the dewy turning-point where Selene’s cattle send out a windy moo from their life- I warming throats. You will not want your little hut, Instead of your bushes, let your flock go flashing with the etherial Kids : I will make them another crib, to shine beside the Asses’ Crib and as good as theirs, Be a star yourself instead of a drover, where the Ox- driver is seen; wield a starry goad yourself, and drive the Bear’s Lycaonian wain. Happy shepherd, be heavenly Typhon’s guest at table: tune up on BY. earth to-day, to-morrow in heaven! You shall ha ample recompense for your song : I will establish - your face in the starlit circle of heaven, and join your tuneful pipes to the heavenly Harp. If you like, will give you Athena for your holy bride : if you do I not care for Grayeyes, take Leto, or Charis, or Cythereia, or Artemis, or Hebe to wife, Only don’t ask me for my Hera’s bed. If you have a horse-, master brother who can manage a team, let him I take Helios fiery fourdn-band. If you want to I wield the goatskin cape of Zeus, being a goatherd,) I will make you a present of that too. I mean to march into Olympos caring nothing for Zeus un-

481εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν. ἀλλʼ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ, 485κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·

He spoke, and Adrasteia took note of his words thus far. But when Cadmos understood that the son of Earth had been carried by Fate’s thread into his hunting-net, a willing captive, struck by the delightful sting of those soul-delighting reeds, unsmiling he uttered this artful speech :

486Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας· εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων; καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων 490Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ υἱέι νικηθέντι φέρων χάριν· εἰ δέ ποθʼ εὕρω νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν· 495καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ, ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ, ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας στήσω, καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης. 500ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ μοῦνον ἔα κλυτότοξον, ὅπως περὶ δεῖπνα τραπέζης δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω, τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων. Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ 505Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.

Be You liked the little tune of my pipes, when you heard it; tell me, what would you do when I strike out a hymn of victory on the harp of seven strings, to honour your throne? Indeed, matched myself against Phoibos with his heavenly quill, and beat him with my own harp, but Cronides bamt to dust my a fine ringing strings with a thunderbolt, to please his beaten son! Bat if ever I find again the swelling sinews? I will strike up a tune with my quills to bewitch all the trees and the mountains and the temper of wild beasts, I will drag back Oceanos, that coronet self-wreathed about the earth and old as earth herself,’ I will make him hasten and bring his stream rolling back upon himself round the same road. I will stay the army of fixed stars, and the racing planets, and Phaethon and Selene’s carriage- pole. Bat when you strike Zeus and the gods with your thunderbolt, do leave only the Archer, that while Typhon feasts at his table, and Phoibos may) have a match, and see which will beat which in beating mighty Typhon! And do not kill the dancing Pierides, that they may weave the women’s lay harmonious with our manly song when Phoibos or your shepherd leads the merry dance!

507ἔννεπε· καὶ χαροπῇσιν ἐπʼ ὀφρύσι νεῦσε Τυφωεύς, καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι. 510καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ, νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.

He finished ; and Typhoeus bowed his flashing eyebrows and shook his locks : every hair belched viper-poison and drenched the hills Quick he returned to his cave, took up and brought out the sinews of Zeus, and gave them to crafty Cadmos as the guest’s gift ; they had fallen on the ground in the battle with Typhaon.

513καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν· καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν 515ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ, Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων, θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς, λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων 520ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς. θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων, καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων· 525καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ, καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου, πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ 530σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν, οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμῳ θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.

The deceitful thanked him for the immortal gift ; be handled the sinews carefully, as if they were to be strung on the harp, and hid them in a hole in the rock, kept safe for Zeus Giant-slayer. Then with pursed-up lips he let out a soft and gentle breath, pressing the reeds and steal- Ing the notes, and sounded a tune more dainty than ever. Typhoeus pricked up all his many ears and listened to the melody, and knew nothing. The Giant was bewitched, while the false shepherd whistled by his side, as if sounding the rout of the immortals with his pipes; but he was celebrating the soon-coming victory of Zeus, and singing the fate of Typhon to Typhon sitting by his side. So he excited him to frenzy even more; and as a lusty youth ens amoured is bewitched by delicious thrills by the side of a maiden his agemate, and gazes now at the silvery round of her charming face, now at a straying curl of her thick hair, now again at a rosy hand, or notes the circle of her blushing breast pressed by the bodice, and watches the bare neck, as he delights to let his eye run over and over her body never satisfied, and I never will leave his girl—so Typhoeus yielded his whole soul to Cadmos for the melody to charm, ill

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.