Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 6.258–388: Book 6: The flood; Pan and Galateia; the earth renewed

Land and sea creatures mingle in the flood, and Pan and Galateia talk as she swims past him. The rivers Nile, Alpheios and Pyramos wander in search of their loves. Deucalion floats in his ark, and Poseidon splits a mountain to let the water run off, so that cities are built again.

Lines 6.258–388 · 1059 words · click a number to copy its link
258ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης

Then the bodies of poor fellows swollen in their watery death were buried in the waters. Heaps of corpses were floating one upon another carried along by the rolling currents ; there fell the lion, there fell the boar into the roaring torrent, with open throat gulping draughts of the cascades that poured from rocks and mountains, With mingling streams, lakes and rivers, torrents of rain, waters of the sea were all combined together, and the four winds united their blasts in one, to flog the universal inundation.

259Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή, 260χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης, μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη. ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων 265μυδαλέοις μελέεσσι· χαραδραίῳ δʼ ἐνὶ κόλπῳ εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης· καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ. 270καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης ἔγχλοον αἰθύσσοντες ἐπʼ ἰξύι δίπτυχον οὐρὴν Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις, σύμπλοον ἠερίοισιν ἐπιτρέψαντες ἀήταις στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ 275Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς, μυδαλέην σύριγγα διαπλώουσαν ἐάσσας· καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς. καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ 280ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπʼ ἄλλῳ πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ· καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ

Earthshaker saw from the deep the earth all flooded, while Zeus alone with stronger push made it quake under his threatening torrents: he threw away his prongs, wondering in his anger what earth now he could heave with a trident. Nereids in battalions swam over the flooding waves; Thetis travelled over the water riding on the green hip of a Triton with broad beard; Agaue on a fish’s back drove her pilot-fish in the open air, and an exile dolphin with the water swirling round his neck lifted Doris and carried her along. A whale of the deep sea leaped about the hills and sought the cave of the earth-bedded Lioness. Then Pan well soaked saw Galateia swimming under a neighbouring wave-beaten rock, and sang out :

285λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ. καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείζονι παλμῷ μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ 290πόντιος ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ. Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβροχον ὕδωρ· καὶ χλοερῆς Θέτιν εἶχεν ἐπʼ ἰξύος ὑγρὸς ὁδίτης, Τρίτων εὐρυγένειος, ἐπʼ ἰχθυόεντι δὲ νώτῳ 295πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαύη, καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ, Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς. καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης. 300καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν· Πῇ φέρεαι, Γαλάτεια, διʼ οὔρεος ἀντὶ θαλάσσης; μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν; πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου, 305μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ. ἦ ῥά σοι ἶσον ἔχει διερὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ ἑζομένη δελφῖνι θαλασσαίης Ἀφροδίτης, ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ; 310δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου· δείδια, μή μιν ἔκευθε μέγας ῥόος· ὣς ἄρα δειλὴ ἄστατος ἐν πελάγεσσι μετʼ οὔρεα κύματα βαίνει· ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ. ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς, 315αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω· οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω, ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.

Where are you going, Galateia Have you given up sea for hills? Perhaps you are looking for the love-song of Cyclops I pray you by the Paphian, and by your Polyphemos—you know the weight of desire, do not hide from me if you have ‘noticed my mountainranging Echo swimming by the rocks Does she course through the wet like you? Does she also sit on a dolphin of Aphrodite the sea-goddess, my own Echo navigating like Thetis unveiled ? I fear the dangerous waves of the deep may have startled her! I fear the great flood may have covered her! How cruel for her, poor thing! She has left the hills and moves restless over the waves. Echo once the maid of the rocks will show herself as the maid of the waters. Come, leave your Polyphemos, the laggard! If you like, I will lift you upon my own back and save you. The roaring flood does not overwhelm me; if I like I can mount to the starry sky on my goatish feet !

318ὣς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν·

He spoke, and Galateia said in reply :

319Πὰν φίλε, σὴν ἀνάειρε διʼ οἴδματος ἄπλοον Ἠχώ· 320μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω· ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς. καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν. οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.

My dear Pan, carry your own Echo through the waves—she knows nothing of the sea. Don’t waste your time in asking me why I am going here this day. I have another and higher voyage which Rainy Zeus has found me. Let be the song of Cyclops, though it is sweet. I seek no more the Sicilian sea ; I am terrified at this tremendous flood, and I care nothing for Polyphemos.

325εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους. πυκνὰ δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο

With these words, she passed away from the lair of waterfaring Pan.

327πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης, οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ 330Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις· ζώνῃ δʼ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης 335κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων· ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.

As the irresistible torrent swelled on and on, ’ every city, every nation was a flood ; not one corner was undrenched, not one hill was then bare—not the peak of Osa, not the top of Pelion. Under the three peaks roared the Tyrrhenian Sea; the Adriatic rocks rebounded with Sicilian waters in showers of foam from the flogging sea The sparkling rays of Phaethon in his airy course became soft and womanish in the torrents. Selene in her seventh zone over the low rim of the earth cooled her light in the mounting waves, and checked her cattle with drenched and soaking necks, The rainwater mixed with the starry battalions, and made the Milky Way whiter with foam.

339καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ 340Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης, ὧν ὁ μὲν εὐκάρποιο διʼ αὔλακος ἤθελεν ἕρπειν τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην, ὃς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἄγρης ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων 345Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν· Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης; Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;

The Nile, pouring his lifegiving stream through his seven mouths, went astray and met love-sick Alpheios. His wish was to creep through the fruitful soil, and delight his thirsty bride with watery kisses ; but the other had lost the familiar road of his old-time hunt, and rolled along in sorrow, until seeing Pyramos the lover moving by his side he cried out Nile, what am I to do? Arethusa is hidden ! Pyramon, why this haste? You have left your companion

348ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων. ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ 350ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ· δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην. Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος ἀφρογενείης. ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δʼ Ἀρεθούσης 355ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην. ἀλλʼ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ· οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα· 360αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου καὶ ποταμοὺς ἐκάθηρεν, ἀπʼ Ἀλφειοῖο δὲ μούνου οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ. ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω, βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς 365πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.

Thisbe—to whom ? Happy Euphrates! He not felt the sting of love. Jealousy and fear meet together, Perhaps Cronos’s watery son slept with lovely Arethusa! I fear he may have wooed your Thisbe in his flowings! Pyramos is a consolation for Alpheios. The rain of Zeus has not stirred us so much as the arrow of the Foamborn. Follow me the lover, I will seek the tracks of Syracusan Arethusa, and do you, Pyramos, hunt for Thisbe. […] you will say the earth quakes, the sky attacks us, the son compels us, the unnavigable upper air itself swells in a foaming flood I care not for the wild deluge. See what a great miracle! The blazing earth, the flaming sea, the rivers—all have been swept clean by the downpour of Zeus, only one trifle it has not quenched, the Paphian fire of Alpheios However, if the great flood confounds me, if I suffer from fire, there is one small medicine for my pain, that tender Adonis wandering too and vexing Aphrodite.”

366οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν. καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην, καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου, 370λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.

His tale was not yet ended, when fear conquered his voice. Then also Deucalion passed over the mounting flood, to far out of reach on a sky-traversing […] the course of his ark self-guided self-moving, without sheet and without harbour, scored the stormy waters,

371καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών· ἀλλὰ Διὸς ζαθέοις ὑπὸ νεύμασι κυανοχαίτης Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας 375γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ· καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι. 380καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις, 385δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί. καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.

Then the whole frame of the universe would Have been unframed, then all-breeding Time would have dissolved the whole structure of the unknown generations of mankind : but by the divine ordination of Zeus, Poseidon Seabluehair with earth-splitting trident split the midmost peak of the Thessalian mountain, and and cleft through it by which the water ran sparkling down. Earth shook off the stormy flood which travelled so high, and showed herself risen again: the streams were driven into the deep hollows and the cliffs were laid bare. The sun posted his thirsty rays on the wet face of earth, : and dried it; the water grew thick under the hotter beams, and the mud was dried again as before. Cities were fashioned by men with better skill and established upon stone foundations, palaces were built, and the streets of the new-founded cities were made strong for later generations of men. Nature laughed once more the air once more was paddled by the wings of birds that flew in the winds.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.

Dionysiaca Book 6, lines 258–388: The flood; Pan and…