Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 8.333–418: Book 8: The thunderbolt and the birth of Dionysos

Zeus warns Semele that his thunder is not gentle, but gives way to the Fates and comes to her with lightning. Semele takes hold of the thunderbolts and is burnt to ashes. Hermes carries the unborn child, washed in fire, to his father. Zeus then calms Hera and gives Semele a place among the gods.

Lines 8.333–418 · 659 words · click a number to copy its link
333καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων·

Thus Semele prayed for her own fate: the short-lived bride to be equal to Hera, and to see at her nuptials the spark of the thunderbolt gentle and peaceful.

334καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δʼ ἄλλων 335δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης. μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ· δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς. 340οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν, οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην· οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω πόρδαλιν ἠὲ λέοντα, θεὸν δʼ οὐκ εἶδον ἀκοίτην. 345ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν. ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· Ἠέλιος γὰρ σὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην. ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη 350μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ. Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις, καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης. Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ

Father Zeus heard, and blamed the jealous Portioners, and pitied Semele so soon to die: but he understood the scheming resentment of implacable Hera against Bacchos. Then he ordered Hermes to catch up his newborn son out of the thunder-fire when it should strike Thyone. He spoke thus in answer to the highheaded girl : Wife, the jealous mind of Hera has deceived you by a trick. Do you really think, wife, that my thunders are gentle ? Be patient until another time, for now you carry a child. Be patient until next time bring forth my son. Do not demand from me the murderous fire before that birth. I had no lightning in my hand when I took Danae’s maidenhood ; no booming thunder, no thunderbolts celebrated my union with your Europa, the Tyrian bride; the Inachian heifer saw no flames: you alone, mortal, demand from me what a goddess Leto did not ask.”

355ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης. καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ· Ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης· ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί; τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις, 360τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις· μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας· οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην, οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί, 365οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ. τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν νήμασι Μοιριδίοισι· διʼ αἰθερίοιο δὲ κόλπου ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης

So he spoke, but he had no thought of fighting against the threads of Fate. He passed from the bosom of the sky shooting fire, and Flashlightning Zeus the husband unwillingly fulfilled the prayer of his young wife, He danced into Semele’s chamber, shaking in a reluctant band the bridegift, those fires of thunder which were to destroy his bride. The chamber was lit up with the lightning, the fiery breath made Ismenos to glitter and Thebes to twinkle.

370οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς, εἰς Σεμέλην δʼ ἐχόρευε κατηφέι χειρὶ τιταίνων νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·

When Semele saw her fiery murderers, she held up a proud neck and said with lofty arrogance :

373καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ Ἰσμηνὸς σελάγιζεν, ὅλη δʼ ἀμαρύσσετο Θήβη. 375καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ· Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ· βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων, αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ 380δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί. εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη, Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα· Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην. 385οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης. οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.

I want no clear-sounding zither, I need no […] boy! Thunders are here for my panspipes of Zeus Love, this boom is my Olympian hoboy, the firebrands of my bridal are the flashes of heavenly lightning I care not for common torches, my torches are thunderbolts ! I am the consort of Cronion, Agaue is only Echion’s. Let them call Autonoe Aristaios’s wife. Ino’s rival is only […]. […] is Hera ! I was not the wife of […]. I was not the mother of Actaion the forester, so quickly killed and torn by dogs. I want no lesser for Cithara the heavenly harp makes music for Semele’s wedding !

389ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν 390ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν· καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς· καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ 395Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην· καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί· κόλπου δʼ αἰθομένοιο διαθρῴσκοντα τεκούσης Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ, μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων· 400καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί· καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι Ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ. 405καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.

So she spoke in her pride, and would have grasped the deadly lightning in her own hands— she touched the destroying thunderbolts with daring careless of Fate. Then Semele’s wedding was death, and in its celebration the Avenging Spirit made her bower serve for pyre and tomb. Zeus had mercy ; the breath of the bridal thunder with its fires of delivery burnt her all to ashes, lightning was the midwife, thunder […] of childbed ; the heavenly flames had mercy, and delivered Bacchos struggling from the mother’s burning lap when the married life was withered by the mother-murdering flash ; the thunders tempered their breath to bathe the babe, untimely born but unhurt. Semele saw her fiery end, and perished rejoicing in a childbearing death. In one bridal chamber could be seen Love, Eileithyia, and the Avengers together. So the babe half-grown, and his limbs washed with heavenly fire, was carried by Hermes to his father for the lying-in.

407Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς, καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων 410οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης, ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης· καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ . . . καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου 415καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.

Zeus was able to change the mind of jealous : Hera, to calm and undo the savage threatening resentment which burdened her. Semele consumed by the fire he translated into the starry vault ; he gave the mother of Bacchos a home in the sky among the heavenly inhabitants, as one of Hera’s family, as daughter of Harmonia sprung from both Ares and Aphrodite. So her new body bathed in the purifying fire she received the immortal life of the Olympians, instead of Cadmos and the soil of earth, instead of Autonoe and Agaue, she found Artemis by her side, she had converse with Athena, she received the heavens as her wedding gift, sitting at one table with Zeus and Hermaon and Ares and Cythereia.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.