Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 11.301–427: Book 11: Eros tells of Calamos and Carpos

Dionysos prays to Zeus to let Ampelos speak once more and says he would give all the gold of Pactolos to bring him back. Eros comes in the shape of Seilenos and tells him of Calamos and Carpos, two youths of the river Maiandros. They race on land and in the water, and Carpos is drowned by a wind.

Lines 11.301–427 · 1147 words · click a number to copy its link
301οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις, οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις, οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ. ὤμοι, ὅτʼ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδʼ ἐπὶ νεκρῷ 305δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου, ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω· ὤμοι, ὅτʼ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δʼ ἐθελήσῃ, ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ 310ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν ἀφνειῆς τʼ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ

You sing no longer your song with Satyrs over the wine; no longer you marshal the loves rattle Bassarids ; no longer you go a-hunting with Dionysos on the chase. Alas, that Hades is never kind! Even for a corpse he accepts no glorious gifts of rich metals, that I may make dead Ampelos alive once more. Alas, that Hades is inexorable! If he will consent, rob the trees by river Eridanos and him with all their gleaming wealth ; I will bring him the flashing Erythraian stone of the Indies, and all the silver of rich Alybe—I will give him all golden Pactolos for my dead boy.”

312παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω. ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·

So he lamented his beloved dead ; and looking again upon him as he lay in the dust he cried again to Zeus with mournful voice :

315Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων, ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην, ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ· τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις; οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω, 320ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω· νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς, ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει, Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.

Father Zeus! If you love me, and if you know the trouble of love, give speech again to Ampelos only for one hour, that he may only speak once more to me for the last time and say—‘ Why do you sigh for me, Dionysos, when no sighing will wake me? Ears I have, but I hear not the caller ; eyes I have, but I see not him that sighs. Dionysos nevermourning, shed no tear over me. Nay, leave your mourning ; the Naiads may sigh by that fountain of death, but Narcissos hears not ; Phaethon knows not the sorrowful pains of the Heliads.’

325ὤμοι, ὅτʼ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρά κεν εἴην σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδʼ ἐνὶ Λήθῃ ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσω. εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς 330εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων. ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις; εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δʼ ἐνὶ λόχμῃ ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη. 335εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ, φθέγγεο Σειληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.

Alas, that my father begat me not a mortal, that I might be playfellow with my boy even in Hades, that I might not leave Ampelos my darling to fall in Lethe alone! Apollo more blest in the youth he loved that he bears the boy’s beloved name ; O that also I might be Ampelofan, as Apollo is Hyacinthian ! How long will you sleep, my dear? Not dancing any longer? Why do not you go to-day to the river stream with a fine pitcher to fill with water? The time has come round again for your familiar dance in the woodland glade. If you are angry with lovestricken Dionysos, darling boy, speak to the Seilenoi that I may just hear your voice.

337εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω, πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω, 340εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες· πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων, οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω· ἄλλοι θῆρες ἔασιν, ὅλης δʼ ἐπιήρανος ἄγρης Ἄρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει· 345νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν· εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσω κάπρον ἔτι ζώοντα λελειμμένον ἰοχεαίρῃ· εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ 350ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην. ὣς ὁ μὲν ἐστενάχιζεν. Ἔρως δέ οἱ ἐγγύθεν ἔστη

“If a lion killed you, I will destroy them all, yes all that the slopes of Tmolos hold; I will not spare the lions of my own Rheia, but I will kill them, if they were your murderers with their grim jaws. If a panther brought you down, you flower of love ! I will no longer drive my speckled team of panthers ; there are other wild beasts, and Artemis sovran of all creatures drives an antlered car drawn by stags. I will wear a fawnskin and drive a team of fawns. If merciless boars have killed you, I will grasp all together and kill them, and not one boar will I leave alive for the Archeress. If a presumptuous bull killed you, with the point of my thyrsus I will annihilate the whole generation of bulls root and branch.”

352Σειληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν, θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ· 355καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν· Ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας, λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι 360ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν. εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης, φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν. καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς Ἀήτης 365εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου. ἢν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει. κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω· 370ἁβρὸς ἔην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης, Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο, εἴδεϊ λεπταλέῳ ταναός, πόδας ὀξύς, ἐθείρας ἰθυτενής, ἀνίουλος· ἐπʼ ἀμφοτέραις δὲ παρειαῖς αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπῳ 375ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη· καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ πυρσῷ. τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης

So he lamented. But Eros came near in the horned shape of a shaggy Seilenos, holding a thyrsus, with a dappled skin draped upon him, as he supported his frame on a fennel stalk, for a staff the old man’s friend ; and he spoke comfortable words to groaning Bacchos a consolation for Amyclaian Hyacinthos. Ask the gardener, if you like: when a countryman sees a flower on the ground lying in the dust, he plants another new one to comfort him for the dead one. Listen while I tell you a story of the men of old. There was a dainty boy, superior to all his yearsmates, who lived beside the stream of Maiandros, that many-branching river. Tall and delicate he was, swift of foot, with long straight hair, no down on his chin ; on both cheeks was a natural grace playing over his face with its modest eyes; a […] radiance overflowed from his eyelids and his arrows of beauty. He had skin all like milk, but over the white the rose showed upon the surface, two glowing colours together. His own father called him Calamos: his father Maiandros, lurking in the secret places with his water in the lap of earth—who rolls deep through the earth and drags his crooked stream towards the light, crawling unseen and travelling slantwise underground, until he leaps up quickly and lifts his neck above the ground.

380νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων, ἑρπύζων δʼ ἀίδηλος, ὑπὸ χθόνα λοξὸς ὁδίτης, ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης, ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ. τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠίθεος δὲ 385ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ, ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ· εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν, καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς, φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας 390ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν· οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη· ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων, 395Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν, καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην. τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,

Such was lovely Calamos, the quick one. The rosy-armed youth was fond of a charming playfellow Carpos, who had such beauty for his lot as mortal man never had. For if this youth had lived in the older generations, he would have been bridegroom of Eos Fairtress; since he shone lovelier than Cephalos, was handsomer of face than Orion, he alone outdid them with his rosy skin. Deo would not have embraced Iasion as bridegroom with her fruitful arm, nor Selene Endymion! No—this youth with his nobler beauty would soon have espoused both goddesses, one husband for two: he would have taken on the couch of Goldilocks Deo rich in harvests, he would have had beside him also the jealous Mene. Such was the charming friend of Calamos, the flower of love, a real beauty : both comrades of one age were playfellows on the bank of that river of many windings hard by.

398κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο. 400τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ ἦεν ἔρις· Κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις, καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπʼ ἄκρου . . . καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ, 405καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην. παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων, καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα, καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσας πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων 410Καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων. καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω, τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων 415γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων· καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν· καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν, 420ἠιθέῳ δʼ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων· καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης, καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην, ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν Ἀήτης, 425καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ. καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας

“They had a double racecourse, winding out and back, and there they hold races. Calamos ran like the wind, He set an elm for starting-point and an olive-tree for turning-point, and ran from point to point on the edges of the river—but nimbleknee Calamos fell on purpose, and left the victory to charming Carpos of his own will. When the boy bathed, the lad bathed and played with him. Again they had another race in the water like the first ; Calamos swam slowly in the current and let ahead, that he might cut the flood paddling bend and come in second beside the ankles of swimming Carpos, while he watched the free shoulders of the lad in front. The race began from its watery starting-point ; the match was, which could beat which to swim there and back while their hands paddled them, passing round at the turning-points on each bank, first one, then crossing to the other side. The flowing water was their way; Calamos kept close beside his friend as they swam, watching his rosy fingers and sparing the vigour of his own moving hand. Calamos again in the lead checked his speed and gave way to his young friend ; the boy hand-paddling storming along, and lifting his neck above the water. And now Carpos would have got out of the waves, and safe on the shore would have won the river-race as he won the land-race, but a wind beat full in his face and drove a great wave into his open mouth, and drowned the dear boy without pity.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.

Dionysiaca 11.301–427: Eros tells of Calamos and Carpos