Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 11.83–213: Book 11: Omens of Ampelos' death; he mounts the bull

A horned dragon drops a fawn on the altar, an omen of the boy's death. Ate, in the shape of a playmate, tells Ampelos that Dionysos has given him nothing and urges him to ride a wild bull. Selene sends a gadfly against the bull, and it runs off with him while he prays.

Lines 11.83–213 · 1243 words · click a number to copy its link
83ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ 85ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης, καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ 90ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης· σπονδῆς δʼ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις, οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ. 95ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.

Then came a great […] to doting Dionysos, showing that Ampelos not long to live: for a horned dragon covered with scales rose from the rocks, carrying across his back a tender young fawn; he crept over the steps, and threw it upon the altar tumbling and rolling helpless and gored with his horrible horn. The hillranging fawn screamed a shrill note as its wandering spirit flew away. A stream of blood reddened the stone altar with bloody dew like so much trickling wine, harbinger of the libation that should follow. When Euios saw the crawling horned robber with the fawn, he knew that a horned creature would destroy the thoughtless youth. He mingled a laugh with his mourning ; his thought was uncertain and divided in two, his heart cleft in halves, as he groaned for the youth so near to death, and laughed for the delectable wine,

99ἔμπης δʼ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ 100εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης. καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων. πολλάκι καὶ Βρομίοιο παρεζομένοιο τραπέζῃ ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων, 105καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς, Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας 110ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ· ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν

None the less he went with the lovely boy to the mountains, to the flats, to the course of their familiar hunting. Bacchos still delighted to look at him ; for loving eyes are never sated with looking. Often as Bromios sat with him at table, the youth would pipe a new strange music, and confused all the notes of his reeds. Even if he broke the tune of his melody, Bacchos made as if the boy were playing well, and sprang from the ground with airy leaps, clapped and clattered with hands together, as the boy yet sang pressed his own lips to his mouth, embraced him lovingly for his beautiful song, as he said, and swore by Zeus that melodious Pan had never sung such another tune nor the clear voice of Apollo.

112οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων. καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου, 115ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ Ἄμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ, μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·

But Ate the deathbringing spirit of Delusion, saw the bold youth straying on the mountains away from Lysios during the hunt ; and taking the charming form of one of his agemate boys, she addressed Ampelos with a coaxing deceitful speech—all to gratify the stepmother of Phrygian Dionysos.

118Σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει· ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου 120θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις. δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ· ποῖον ἔχεις τόδε δῶρον ἀπʼ εὐθύρσοιο Λυαίου; πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν, 125καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων. ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις, πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ; 130πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων· ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης 135Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου· ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων, σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων. Τρώιος οἰνοχόος πέλε φέρτερος, ὃς Διὸς αὐλὴν οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου 140εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν, ὅττι ταχυστροφάλιγγι ποδῶν δεδονημένος ὁλκῷ ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα· Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθόνα λυσσάδες ἵπποι, καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης 145ἠερόθεν προκάρηνον ἀπόσπορον ἐννοσιγαίου Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην. δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες

Your friend, fearless boy, is called Dionysos […]. What honour have you got from your friendship ? You do not guide the divine car of Lyaios, you do not drive a panther ! Your Bromios’s chariot has fallen to Maron’s lot, his hand manages the beast-ruling whip and the jewel-studded reins. What gift like that have you gotten from Lyaios of the thyrsus ? The Pans have their cithern and their melodious tootling pipes ; the Satyrs have the round loud-rattling tomtom from your patron Dionysos; even the mountainranging Bassarids ride on the backs of lions. What gifts have you received worthy of your love, you, loved for nothing by Bacchos the driver of panthers? Atymundos has often been seen on high in the chariot of Phoibos cutting the air; Abaris also you have heard of, whom Phoibos sped through the air perched on his winged roving arrow. Ganymedes also rode an eagle in the sky, a changeling Zeus with wings, the begetter of your Lysios. But Bacchos never became a love-bird or carried Ampelos, lifting your body with talons that would not tear. The Trojan winepourer had the better of you—he is at home in the court of Zeus. Now my boy, look here : but you are still kept waiting for the chariot, just refuse to drive a nervous colt on the road—a horse goes rattling along like a tempest on a whirlwind of legs, and shakes out the driver. Glaucos’s horses went mad and threw him out on the ground. Quickwing Pegasos threw Bellerophontes and sent him headlong down from the sky, although he was of the seed of Earthshaker and the horse himself shared the kindred blood of Poseidon.

148καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα· 150σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων, ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου. νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων, χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ. 155ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.

Come this way, do, to the herd, where are the […] drovers and lovely cattle—get on a bull, and I will make you conspicuous on his back as the man who can ride a wild bull! Then your […] body king Dionysos will […] you more loudly, […] — you with a bull […] ! There is nothing to fear in such a run: Europa was a female, a young girl, and she had a ride on bull-back, held tight to the horn and asked for no reins.”

156καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα, δίψης, χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος, καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅ περ παρεόντα νομῆα, 160ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης, ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ 165ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην. καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου

This appeal persuaded him, and the goddess flew up into the air. And there was a stray bull suddenly running down from the rocks. His lips were open, and the tongue hung out over his jaws to show his thirst. He drank, then stood looking at the boy just as if he knew him, as if his own keeper were by. He did not hold his horn sideways, but as the mighty bull again and again belched up the drink into his roomy mouth a shower of drops sprinkled the youth, as prophetic of what was to come : for oxen trudging round and round on the ground in everlasting circumambulation about one capstan, irrigate the vine-stock with their water,

168ἀμφάφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην· καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ 170ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν. δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ· 175καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου, καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ, καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ, αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην· καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην 180χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου· καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων, εὐχαίτην ἅτε πῶλον, ἑὸν μάστιζε φορῆα.

The bold boy stood over the bull’s brow stroking the curved horns with fearless hand ; and excited by sweet sting of desire for the woodland creature, he longed to ride the mountainranging bull untamed. He pulled long leafy shoots by a meadow deep-set with rushes, and plaited a sort of whip from the fresh withies with sharper twigs, then bent and twisted some bundles into something like a bridle. He decked out the bull’s body with fresh dewy leaves, wreathed red roses about his back, lifted lilies and daffodils over his brow and hung a ring of purple anemone on his neck; he dipt his hands deep in the neighbouring river and brought up handfuls of yellow mud, to gild the two horns on either side. He laid a dappled skin over his backbone, and mounted the bull. He swung his make-believe whip on the bull’s flanks and flogged his mount as if he were a long-maned colt.

185καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·

Then he shouted boldly to the bullfaced Moon—

186Εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη· ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.

Give me best, Selene, horned driver of cattle ! Now I am both—I have horns and ride a bull !”

188τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ. καὶ φθονερῆς σκοπίαζε διʼ ἠέρος ὄμμα Σελήνης 190Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ, καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.

So he called out boasting to the round Moon. Selene looked with a jealous eye through the air, to see how Ampelos rode on the murderous marauding bull. She sent him a cattle-chasing gadfly : and the bull, pricked continually all over by the sharp sting, galloped away like a horse through pathless tracts,

194καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ 195ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις, ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ· Σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·

The youth when he saw the untamed bull driven by these maddening stings to dash on and on over the highcrested hills, afraid of impending fate, made his prayer in mournful tones :

198μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης, πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ. 200μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην· μὴ φθονέῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει. εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου, οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος, ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου, 205εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις, ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης· ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω, πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου. εἰ τεὸν ἡνιοχῆα κερασφόρον ἠπεροπεύεις 210εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ, γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ· ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου, ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.

Swop for to-day, my bull, you shall have a quick run to-morrow ! Don’t kill me high on these deserted rocks, or let me die, so that Bacchos never hears of my fate! Don’t be angry that I gilded your horns, dear bull ; do not grudge that Bacchos keeps my love. But if you must kill me and flout Dionysos, if you have no pity for your sorrowful rider because I am young, because I am friend to Lysios, take me back to the Satyrs and you shall destroy me there, that when I am dead there I may have many tears on my ashes. Yes I beseech you, dearest Bull ! I shall feel consolation if unweeping Dionysos laments my death. If you are traitor to your horned rider, who has a shape like your bullfaced form, get a voice and tell my death to Lyaios. O Bull—enemy of your Demeter and Dionysos both—when Bromios is grieved, bounteous Deo is grieved with him!

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.