Plutarch · On Isis and Osiris Περὶ Ἴσιδος καὶ Ὀσίριδος

Plutarch, On Isis and Osiris 35–40: Osiris and Dionysus; the Nile, Sirius and the drought as Typhon

Plutarch addresses Clea as an initiate of the rites of Osiris and says that Osiris and Dionysus are one and the same. He lists Egyptian customs that support this, among them the pitcher of water in the procession, the fig-leaf and the ivy, called chenosiris, 'tree of Osiris'. The dog star Sirius belongs to Isis, as it heralds the Nile flood, and the lion on temple gates also marks the flood. Typhon is the drought and the south wind from Ethiopia, which dry up the Nile, while Isis restores Osiris and rears Horus, and Typhon is reduced and not killed.

Sections 35–40 · 2241 words · click a number to copy its link

ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ προσῆκόν ἐστιν, ἀρχικλὰ μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς δʼ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, ἃ δʼ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον Διόνυσον ποιοῦσιν ἀγάλματα πολλοὶ τῶν Ἑλλήνων· αἱ δʼ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναι ποδὶ βοείῳ τὸν θεὸν ἐλθεῖν πρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, ἐστίν· ἀνακαλοῦνται δʼ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια τοῖς λεγομένοις Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις· ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου λείψανα παρʼ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι· καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος μάρτυς εἶναι λέγων δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς / αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας. / διὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος ἐμφράττειν.

And that therefore he is one and the same with Bacchus, who should better know than yourself, Dame Clea, who are not only president of the Delphic prophetesses, but have been also, in right of both your parents, devoted to the Osiriac rites? And if, for the sake of others, we shall think ourselves obliged to lay down testimonies for the proof of our present assertion, we shall notwithstanding remit those secrets that must not be revealed to their proper place. But now the things which the priests do publicly at the interment of the Apis, when they carry his body on a raft to be buried, do nothing differ from the procession of Bacchus. For they hang about them the skins of hinds, and carry branches in their hands, and use the same kind of shoutings and gesticulations that the ecstatics do at the inspired dances of Bacchus. For which reason also many of the Greeks make statues of Dionysos Tauromorphos (or Bacchus in the form of a bull). And the Elean women, in their ordinary form of prayer, beseech the God to come to them with his ox’s foot. The Argives also have a Bacchus named Bougenes (or ox-gotten); and they call him up out of the waters by sounding of trumpets, flinging a young lamb into the abyss for him that keeps the door there; and these trumpets they hide within their thyrsi (or green boughs), as Socrates, in his Treatise of Rituals, relates. Likewise the tales about the Titans, and what they call the Mystic Night, have a strange agreement with what they tell us of the discerptions, resurrections, and regenerations of Osiris; as also what relates to their sepulchres. For not only the Egyptians (as hath been already spoken) do show in many several places the chests in which Osiris lies; but the Delphians also believe that the relics of Bacchus are laid up with them just by the oracle-place; and the Hosii (or holy men) perform a secret sacrifice within the temple of Apollo, when the Thyiades rouse the God of the fan (as they call him). Now that the Greeks do not esteem Bacchus as the lord and president of wine only, but also of the whole humid nature, Pindar alone is a sufficient witness, when he saith, May joyous Bacchus send increase of fruit, / The chaste autumnal light, to all my trees. / For which cause it is forbidden to such as worship Osiris, either to destroy a fruit-tree or to stop up a well.

οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς Ὀσίριδος ἀπορροὴν καλοῦσι· καὶ τῶν ἱερῶν ἀεὶ προπομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. καὶ θρύῳ βασιλέα καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερμηνεύεται τὸ θρύον ποτισμὸς καὶ κύησις πάντων, καὶ δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται, φαλλικὴν οὖσαν, ἄγαλμα προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ αἰδοῖον τριπλάσιόν ἐστιν· ἀρχὴ γὰρ ὁ θεός, ἀρχὴ δὲ πᾶσα τῷ γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς. τὸ δὲ πολλάκις εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τὸ τρισμάκαρες καὶ δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες. εἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν· ἡ γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ ἀρχῆς τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ γὰρ ὁ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος ὁ Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, ἡ δʼ Ἶσις οὐχ εὗρεν, ἀλλʼ ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευάσασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περιχωρεῖ, διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ θεοῦ πρώτην ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ διʼ ὑγρότητος ἐνεκράθη τοῖς πεφυκόσι μετέχειν γενέσεως. ἄλλος δὲ λόγος ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέμει τῷ Διί, τὸν δʼ Ὄσιριν ὁ Ζεὺς συμμαχήσαντα καὶ συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος, Διόνυσον προσηγόρευσεν. καὶ τούτου δὲ τοῦ λόγου τὸ μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ φύσιν ἀληθείας ἁπτόμενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, ᾧ πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες· τοῦτο δʼ ἥλιος μὲν οὐκ ἔστι, πρὸς δʼ ἥλιον ἔχει τινὰ συγγένειαν· ἡ δʼ ὑγρότης σβεννύουσα τὴν ὑπερβολὴν τῆς ξηρότητος αὔξει καὶ ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφʼ ὧν τὸ πνεῦμα τρέφεται καὶ τέθηλεν.

And they call not only the Nile, but in general every humid, the efflux of Osiris. And a pitcher of water goes always first in their sacred processions, in honor of the God. And they make the figure of a fig-leaf both for the king and the southern climate, which fig-leaf is interpreted to mean the watering and fructifying of the universe, for it seems to bear some resemblance in its make to the virilities of a man. Moreover, when they keep the feast of the Pamylia, which is a Phallic or Priapeian one (as was said before), they expose to view and carry about a certain image of a man with a threefold privity; for this God is a first origin, and every first origin doth by its fecundity multiply what proceeds from it. And we are commonly used instead of many times to say thrice, as thrice happy, and, As many bonds thrice told, and infinite. Unless (by Jove) we are to understand the word treble as spoken by the ancients in a proper sense. For the humid nature, being in the beginning the chief source and origin of the universe, must of consequence produce the three first bodies, — the earth, air, and fire. For the story which is here told by way of surplusage to the tale — how that Typhon threw the privity of Osiris into the river, and that Isis could not find it, and therefore fashioned and prepared the resemblance and effigies of it, and appointed it to be worshipped and carried about in their processions, like as in the Grecian Phallephoria — amounts but to this, to instruct and teach us that the prolific and generative property of this God had moisture for its first matter, and that by means of moisture it came to immix itself with things capable of generation. We have also another story told us by the Egyptians, — how that once Apopis, brother to the Sun, fell at variance with Jupiter and made war upon him; but Jupiter, entering into an alliance with Osiris and by his means overthrowing his enemy in a pitched battle, afterwards adopted him for his son and gave him the name of Dionysus. It is easy to show that this fabular relation borders also upon the verity of physical science. For the Egyptians call the wind Jupiter, with which the parching and fiery property makes war; and though this be not the sun, yet hath it some cognation with the sun. But now moisture, extinguishing the excessiveness of drought, increases and strengthens the exhalations of wet, which give food and vigor to the air.

ἔτι τε τὸν κιττὸν Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρʼ Αἰγυπτίοις λέγεται χενόσιρις ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίας ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων· ὄμβριμον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν· ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν· αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.

Moreover, the ivy, which the Greeks use to consecrate to Bacchus, is called by the Egyptians chenosiris, which word (as they tell us) signifies in their language Osiris’s tree. Ariston therefore, who wrote of the colony of the Athenians, lighted upon a certain epistle of Alexarchus, in which it is related that Bacchus, the son of Jupiter and Isis, is not called Osiris by the Egyptians, but Arsaphes, which denotes valiant. This is hinted at by Hermaeus also, in his first book about the Egyptians; for he saith, the name of Osiris is to be interpreted stout. I shall now pass by Mnaseas, who joins Bacchus, Osiris, and Serapis together, and makes them the same with Epaphus. I shall also omit Anticlides, who saith that Isis was the daughter of Prometheus, and that she was married to Bacchus. For the fore-mentioned proprieties of their festivals and sacrifices afford us a much more clear evidence than the authorities of writers.

τῶν τʼ ἄστρων τὸν σείριον Ἴσιδος νομίζουσιν, ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι. ὡς δὲ Νεῖλον Ὀσίριδος ἀπορροήν, οὕτως Ἴσιδος σῶμα γῆν ἔχουσι καὶ νομίζουσιν οὐ πᾶσαν, ἀλλʼ ἧς ὁ Νεῖλος ἐπιβαίνει σπερμαίνων καὶ μιγνύμενος· ἐκ δὲ τῆς συνουσίας ταύτης γεννῶσι τὸν Ὧρον. ἔστι δʼ Ὧρος ἡ πάντα σῴζουσα καὶ τρέφουσα τοῦ περιέχοντος ὥρα καὶ κρᾶσις ἀέρος, ὃν ἐν τοῖς ἕλεσι τοῖς περὶ Βοῦτον ὑπὸ Λητοῦς τραφῆναι λέγουσιν· ἡ γὰρ ὑδατώδης καὶ διάβροχος γῆ μάλιστα τὰς σβεννυούσας καὶ χαλώσας τὴν ξηρότητα καὶ τὸν αὐχμὸν ἀναθυμιάσεις τιθηνεῖται. Νέφθυν δὲ καλοῦσι τῆς γῆς τὰ ἔσχατα καὶ παρόρια καὶ ψαύοντα τῆς θαλάττης· διὸ καὶ Τελευτὴν ἐπονομάζουσι τὴν Νέφθυν καὶ Τυφῶνι δὲ συνοικεῖν λέγουσιν. ὅταν δʼ ὑπερβαλὼν καὶ πλεονάσας ὁ Νεῖλος ἐπέκεινα πλησιάσῃ τοῖς ἐσχατεύουσι, τοῦτο μῖξιν Ὀσίριδος πρὸς Νέφθυν καλοῦσιν, ὑπὸ τῶν ἀναβλαστανόντων φυτῶν ἐλεγχομένην· ὧν καὶ τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν γάμον ἀδικίας. ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν Ὧρον, ἡ δὲ Νέφθυς σκότιον τὸν Ἄνουβιν. ἐν μέντοι ταῖς διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυφῶνι γημαμένην πρώτην γενέσθαι στεῖραν· εἰ δὲ τοῦτο μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ λέγουσιν, αἰνίττονται τὸ παντελὲς τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ στειρότητος.

They believe likewise that of all the stars, the Sirius (or Dog) is proper to Isis, because it bringeth on the flowing of the Nile. They also pay divine honor to the lion, and adorn the gates of their temples with the yawning mouths of lions, because the Nile then overflows its banks, When first the mounting sun the Lion meets. And as they term the Nile the efflux of Osiris, so they hold and esteem the earth for the body of Isis; and not all of it either, but that part only which the Nile, as it were, leaps over, and thereby impregnates and mixes with it. And by this amorous congress they produce Horus. Now this Horus is that Hora, or sweet season and just temperament of the ambient air, which nourisheth and preserveth all things; and they report him to have been nursed by Latona in the marshy grounds about Buto, because moist and watery land best feeds those exhaled vapors which quench and relax drought and parching heat. But those parts of the country which are outmost and upon the confines and sea-coast they call Nephthys; and therefore they give her the name of Teleutaea (or the outmost) and report her to be married to Typhon. When therefore the Nile is excessive great, and so far passes its ordinary bounds that it approaches to those that inhabit the outmost quarters, they call this Osiris’s accompanying with Nephthys, found out by the springing up of plants thereupon, whereof the melilot is one; which (as the story tells us), being dropped behind and left there, gave Typhon to understand the wrong that had been done to his bed. Which made them say that Isis had a lawful son called Horus, and Nephthys a bastard called Anubis. And indeed they record in the successions of their kings, that Nephthys being married to Typhon was at first barren. Now if they do not mean this of a woman but of a Goddess, they must needs hint that the earth, by reason of its solidity, is in its own nature unfruitful and barren.

ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν ἐλαυνόντων, καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν ὑπʼ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. ἡ γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλʼ ἢ κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δʼ ἡ χώρα· μηκυνομένης δὲ τῆς νυκτός, αὔξεται τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι (βοῦν γὰρ Ἴσιδος εἰκόνα καὶ γῆν νομίζουσιν) ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς. καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίγνεσθαι τῆς νυκτός, ἐπὶ πᾶσι δʼ ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δʼ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι· καὶ τὴν ἱερὰν κίστην, οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον· καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.

And the conspiracy and usurpation of Typhon will be the power of the drought, which then prevails and dissipates that generative moisture which both begets the Nile and increases it. And the queen of Ethiopia, that abetted his quarrel, will denote the southern winds that come from Ethiopia. For when these come to overpower the Etesian (or anniversary) winds which drive the clouds towards Ethiopia, and by that means prevent those showers of rain which should augment the Nile from discharging themselves down, Typhon then being rampant scorcheth all, and being wholly master of the Nile, which now through weakness and debility draws in its head and takes a contrary course, he next thrusts him hollow and sunk as he is into the sea. For the story that is told us of the closing up of Osiris in a chest seems to me to be nothing else but an imitation of the withdrawing and disappearing of the water. For which reason they tell us that Osiris was missing upon the month of Athyr; at which time the Etesian winds being wholly ceased, the Nile returns to his channel, and the country looks bare; the night also growing longer, the darkness increases, and so the power of light fades away and is overcome. And as the priests act several other melancholy things upon this occasion, so they cover a gilded cow with a black linen pall, and thus expose her to public view at the mourning of the Goddess, for four days together, beginning at the seventeenth of the month. For the things they mourn for are also four; the first whereof is the falling and recess of the river Nile: the second, because the northern winds are then quite suppressed by the southern overpowering them; the third, because the day is grown shorter than the night; and the last and chiefest of all, the barrenness of the earth, together with the nakedness of the trees, which then cast their leaves. And on the nineteenth day at night they go down to the sea-side, and the priest and sacred livery bring forth the chest, having within it a little golden ark into which they pour fresh and potable water, and all that are there present give a great shout for joy that Osiris is now found. Then they take fertile mould, and stir it about in that water, and when they have mixed with it several very costly odors and spices, they form it into a little image, in fashion like a crescent, and then dress it up in fine clothes and adorn it, intimating hereby that they believe these Gods to be the substance of earth and water.

τῆς δʼ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δʼ ὁ Τυφών. οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλʼ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν· οὐ γὰρ ἦν κόσμον εἶναι τέλειον, ἐκλιπόντος καὶ ἀφανισθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ λέγεται παρὰ τὸ εἰκός , εἰκότως οὐδʼ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός. ὁ δʼ Ὧρος χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων γενομένης, ὁ Νεῖλος ἐξεώσας τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς προσχώσεσιν. ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν· ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς προσχώσεις, ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί· καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.

But Isis again recovering Osiris, and rearing up Horus, made strong by exhalations, mists, and clouds, Typhon was indeed reduced, but not executed; for the Goddess who is sovereign over the earth would not suffer the opposite nature to wet to be utterly extinguished, but loosed it and let it go, being desirous the mixture should continue. For it would be impossible for the world to be complete and perfect, if the property of fire should fail and be wanting. And as these things are not spoken by them without a considerable show of reason, so neither have we reason wholly to contemn this other account which they give us; which is, that Typhon in the more ancient times was master of Osiris’s portion. For (say they) Egypt was once all sea. For which reason it is found at this day to have abundance of fish-shells, both in its mines and on its mountains. And besides that, all the springs and wells (which in that country are extreme numerous) have in them a salt and brackish water, as if some remainder of the ancient sea had run thither, to be laid up in store. But in process of time, Horus got the upper hand of Typhon; that is, there happened such an opportunity of sudden and tempestuous showers of rain, that the Nile pushed the sea out, and discovered the champaign land, and afterwards filled it up with continual profusions of mud; all which hath the testimony of sense to confirm it. For we see at this day that, as the river drives down fresh mud and lays new earth unto the old, the sea by degrees gives back and the salt water runs off, as the parts in the bottom gain height by new accessions of mud. We see, moreover, that the Pharos, which Homer observed in his time to be a whole day’s sail from Egypt, is now a part of it; not because it changed its place or came nearer the shore than before, but because, the river still adding to and increasing the main land, the intermediate sea was obliged to retire.

To speak the truth, these things are not far unlike the explications which the Stoics used to give of the Gods. For they also say that the generative and nutritive property of the air is called Bacchus; the striking and dividing property, Hercules; the receptive property, Ammon; that which passes through the earth and fruits, Ceres and Proserpine; and that which passes through the sea, Neptune.

People and places in this passage

English translation by William Baxter (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 2, Leipzig: Teubner, 1889, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.