Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 48.0–181: Book 48: The Giants attack Dionysos; he wrestles Pallene

Hera, still angry over Argos, stirs Earth to arm the Giants against Dionysos. He drives them off with his thyrsus and ivy, but leaves them alive for his father to deal with. He then turns to Pallene, whose father Sithon has killed all her suitors, and wins her in a wrestling-match on the Thracian isthmus when Sithon stops the bout.

Lines 48.0–181 · 1747 words · click a number to copy its link
0Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων, Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.

In the forty-eighth, seek the blood of the giants, and look out for Pallene and the son of sleeping Aura.

1αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ, ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας. οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη 5Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ. καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ, ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν· 10καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην, μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ αὐτογόνων θώρηξεν ὀρίδρομα φῦλα Γιγάντων, ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ· 15Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δʼ ὀλετῆρα γενέθλης Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου. δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη, 20ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥβην καὶ Χθονίῳ Κυθέρειαν, ὅτε γλαυκῶπιν ἀείσω εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος· ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου· 25ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρά τις εἴπῃ ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ γαῖα χολωομένη διδύμους θώρηξε φονῆας, πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ, 30ὁπλοτέρους δὲ Γίγαντας ἐπʼ ὀψιγόνῳ Διονύσῳ.

Now Bacchos quitted the horsebreeding soil of ancient Phoroneus, and mounted in his round car behind the team of panthers passed in revelry over the Thracian land. But Inachian Hera had not softened her rancorous rage for Argos maddened ; she remembered the frenzy of the Achaian women and prepared again to attack Bacchos. She addressed her deceitful prayers to Allmother Earth, crying out upon the doings of Zeus and the valour of Dionysos, who had destroyed that cloud of numberless earthborn Indians ; and when the lifebringing mother heard that the son of Semele had wiped out the Indian nation with speedy fate, she groaned still more thinking of her children. Then she armed all round Bacchos the mount ainranging tribes of giants, earth’s own brood, and goaded her huge sons to battle : “My sons, make your attack with hightowering rocks against clustergarlanded Dionysos — catch this Indianslayer, this destroyer of my family, this son of Zeus, and let me not see him ruling with Zeus a bastard monarch of Olympos ! Bind him, bind Bacchos fast, that he may attend in the chamber when I bestow Hebe on Porphyrion as a wife, and give Cythereia to Chthonios, when I sing Brighteyes the bedfellow of Encelados, and Artemis of Alcyoneus. Bring Dionysos to me, that I may enrage Cronion when he sees Lyaios a slave and the captive of my spear. Or wound him with cutting steel and kill him for me like Zagreus, that one may say, god or mortal, that Earth in her anger has twice armed her slayers against the breed of Cronides — the older Titans against the former Dionysos, the younger Giants against Dionysos later born.”

31ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων. γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ. ὃς μὲν ἔχων Νυσαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας, 35αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ· ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης, ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δʼ ἀγοστοῖς Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς 40γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων, ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ. ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος, 45οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων, ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων, αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων· τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων 50αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ. κτείνετο δʼ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι. γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων 55βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.

With these words she excited all the host of the Giants, and the battalions of the Earthborn set forth to war, one bearing a bulwark of Nysa, one who had sliced off with steel the flank of a cloudhigh precipice, each with these rocks for missiles armed him against Dionysos ; one hastened to the conflict bearing the rocky hill of some land with its base in the brine, another with a reef torn from a brinegirt isthmus. Peloreus took up Pelion with hightowering peak as a missile in his innumerable arms, and left the cave of Philyra bare : as the rocky roof of his cave was pulled off, old Cheiron quivered and shook, that figure of half a man growing into a comrade horse. But Bacchos held a bunch of giantsbane vine, and ran at Alcyoneus with the mountain upraised in his hands : he wielded no furious lance, no deadly sword, but he struck with his bunch of tendrils and shore off the multitudinous hands of the Giants ; the terrible swarms of groundbred serpents were shorn off by those tippling leaves, the Giants’ heads with those viper tresses were cut off and the severed necks danced in the dust. Tribes innumerable were destroyed ; from the slain Giants ran everflowing rivers of blood, crimson torrents newly poured coloured the ravines red. The swarms of earthbred snakes ran wild with fear before the tresses of Dionysos viperenwreathed.

56καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων ἀντιβίων ὀλετῆρα· διʼ ὑψιπόρου δὲ κελεύθου Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ, γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων· 60καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ, καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.

Fire was also a weapon of Bacchos. He cast a torch in the air to destroy his adversaries : through the high paths ran the Bacchic flame leaping and curling over itself and shooting down corrosive sparks on the Giants’ Limbs ; and there was a serpent with a blaze in his threatening mouth, half-burnt and whistling with a firescorched throat, spitting out smoke instead of a spurt of deadly poison.

63καὶ κλόνος ἄσπετος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνων Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων, 65καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ· καὶ δαΐδες σελάγιζον· ἐπʼ Ἐγκελάδου δὲ καρήνῳ ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης· ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ 70Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ. Ἀλκυονεὺς δʼ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου· 75καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι· Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης, 80πετραίοις βελέεσσι καταιχμάζων Διονύσου. καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις, ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων· καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων 85μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων

There was infinite tumult. Bacchos raised himself and lifted his fighting torch over the heads of his adversaries, and roasted the Giants’ bodies with a great conflagration, an image on earth of the thunderbolt cast by Zeus. The torches blazed : fire was rolling all over the head of Encelados and making the air hot, but it did not vanquish him — Encelados bent not his knee in the steam of the earthly fire, since he was reserved for a thunderbolt. Vast Alcyoneus leapt upon Lyaios armed with his Thracian crags ; he lifted over Bacchos a cloudhigh peak of wintry Haimos — useless against that mark, Dionysos the invulnerable. He threw the cliff, but when the rocks touched the fawnskin of Lyaios, they could not tear it, and burst into splinters themselves. Typhoeus towering high had stript the mountains of Emathia (a younger Typhoeus in all parts like the older, who once had lifted many a rugged strip of his mother earth), and cast the rocky missiles at Dionysos. Lord Bacchos pulled away the sword of one that was gasping on the ground and attacked the Giants’ heads, cutting the snaky crop of poison-spitting hair ; even without weapon he destroyed the selfmarshalled host, fighting furiously, and using the treeclimbing longleaf ivy to strike the Giants.

86κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων. καί νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ, ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,

Indeed he would have slain all with his manbreaking thyrsus, if he had not retired of his own will out of the fray and left enemies alive for his Father.

89δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων. 90καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ, ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων 95συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι, εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι 100ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης, ποικίλα δʼ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων· καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης, ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη 105νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.

Then he would quickly have gone to Phrygia with speeding foot, but another task held him back ; that after so many had died he might kill one murderous creature, Pallene’s deathdealing father.” He once had an unlawful passion for his daughter ; he used to thwart her marriage and hinder every match. Wooers innumerable who would have wed her he killed, a great harvest of them ; the places of wrestling were noisy with their murders and red with their blood, until Bacchos came as the champion of Justice. There was Pallene, ever so near to wedlock, and her father full of unholy passion : Bacchos came near, and proposed to make the wicked match with his horrible daughter, offering all manner of gifts. To this request of Lyaios, the dreadful man declared how wrestling must win the bride. He led him into the place of contest, so ill-omened for strangers, where the audacious girl stood ready spear in hand bearing her bridal shield on her shoulders.

106καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δʼ ἐνὶ μέσσῳ γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ, ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ 110νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου. καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη, καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη, θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ 115ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν· καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης, καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς 120ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς· καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη. καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ

Then Cypris presided over the ring. In the midst was Eros naked, holding out to Bacchos the bridal wreath. Wrestling was to win the bride : Peitho clad her delicate body in a silvery robe, foretelling victory for Lyaios’s wooing. The girl stript the clothes off her muscular limbs ; she laid down the fierce wedding-spear. There stood the daughter of Sithon, daintier now, unshod, unveiled, unarmed, revealed a woman, but a red band girt the rounded curve of her firm breasts. Her body was uncovered, but for the long tresses of the abundant hair which flowed loose over the girl’s neck. Her legs were visible, and the curve of her thighs uncovered with the part above the knee bare, but a white wrap fitted close over the thighs to cover her nakedness. Her skin had been well rubbed with fat oil, and her arms more than all, that she might slip out easily if her body were pressed in a grasp too strong to loosen.

125νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ· ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης, δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων· 130καὶ διδύμας στεφανηδὸν ἐπʼ ἰξύι χεῖρας ἑλίξας Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ· καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων· οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν, 135ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην. Παλλήνη δʼ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου· 140οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου. καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων, δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου· 145χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην, Παλλήνην δʼ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ· καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν, κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.

She came up to Lyaios her eager wooer with rough threatening words, and threw her two arms with a swing linking them round his neck ; Bacchos just threw back his neck th the woman’s fetters about it, and shook it loose again, throwing off the girl’s tender fingers. Then he put his two arms round her waist like a girdle, and shook her from side to side by movements of his feet. He grasped a rosy palm, and felt comfort for his love as he squeezed the snowwhite hand. He did not wish so much to give the maid a throw as to touch the soft flesh, entranced with his delightful task ; he used all his guile, panting with labouring breath, as if he were a mortal, delaying victory on purpose. Lovely Pallene tried a trick of the ring to lift the body of Lyaios, but her woman’s arms were not equal to raise that great weight ; she tired, and let go the masculine limbs of Dionysos immovable. Then the god took a like hold of the lovely-girl, and joining his two arms about his adversary lifted her as if she were his own wand, and threw her aslant round and over his shoulder ; then with gentle hand swung off the sturdy girl and laid her at full length quiet on the ground. He let his eyes furtively wander, scanning the limbs of the girl covered with her glorious hair in the dust, the luxurious tresses of the untidy head dabbled in dirt.

150ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη· καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν, 155καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας, ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν. καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ 160οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην. ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ. 165ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου ἄρσενα λύσατο χεῖρα· θεὸς δʼ ὑπʼ ὀλίζονι ῥιπῇ γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη 170χεῖρας ἐφαπλώσασα· τιταινομένης δʼ ἐπὶ πέζῃ εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ.

But the girl jumped up again from the dust and stood up steady on her feet once more. Then Dionysos with an agile movement mercilessly set his knee against Pallene’s belly, and holding her tried to roll her over on the ground with a sideways heave, changed his arms to a grasp round her waist, bent his head to one side and shifted his fingers behind to the middle of her back, and tried to hook ankle or shin, or to catch the knee. At last the god fell back of himself rolling on the ground and let a feeble hand conquer him : a charming physic it was for his love, when he lay beautiful in that happy dust on his back, bearing upon his own belly that lovely burden — he lay still, and did not throw off the girl, but held her fast with soulconsoling bonds of desire. She pulled herself from the manly hands of lovemad Dionysos, and lifted herself to her feet with a twist of her legs in a quick supple movement ; but the god with a slight effort simply rolled over and laid the rosy girl flat on the ground. So there lay the girl on the ground stretching her arms abroad, and as she lay along the ground he joined his arms neatly in a clasp about her neck.

172Ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην, καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων 175νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ, μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ. καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων. 180καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρην χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων

“Then with swift feet her father leapt between them. The girl wanted to try again, but he held her back, and put an end to this wedding-contest for a bride by yielding love’s victory to Dionysos, for fear he might kill her in that immovable grip. So after the victory in this contest, with the consent of Zeus, Eros crowned his brother with the cluster that heralds a wedding; for he had accomplished a delectable wedding-bout. It was indeed a contest like that when Hippomenes once conquered flying Atalanta, by rolling golden marriage-gifts in front of her feet.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.

Dionysiaca Book 48, lines 0–181: The Giants attack Dionysos