καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις. νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ ἀντιτέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν. οἱ δὲ τὸν μὲν ἀμείνονα θεόν, τὸν δὲ ἕτερον δαίμονα καλοῦσιν· ὥσπερ Ζωροάστρης ὁ μάγος, ὃν πεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον ἱστοροῦσιν. οὗτος οὖν ἐκάλει τὸν μὲν Ὡρομάζην, τὸν δʼ Ἀρειμάνιον· καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα τῶν αἰσθητῶν, τὸν δʼ ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον δʼ ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι τὸν μεσίτην ὀνομάζουσιν. ἐδίδαξε δὲ τῷ μὲν εὐκταῖα θύειν καὶ χαριστήρια, τῷ δʼ ἀποτρόπαια καὶ σκυθρωπά. πόαν γάρ τινα κόπτοντες Μῶλυ καλουμένην ἐν ὅλμῳ, τὸν ᾍδην ἀνακαλοῦνται καὶ τὸν σκότον· εἶτα μίξαντες αἵματι λύκου σφαγέντος εἰς τόπον ἀνήλιον ἐκφέρουσι καὶ ῥίπτουσι. καὶ γὰρ τῶν φυτῶν νομίζουσι τὰ μὲν τοῦ ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι· καὶ τῶν ζῴων ὥσπερ κύνας καὶ ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ ἀγαθοῦ, τοῦ δὲ φαύλου τοὺς ἐνύδρους μῦς εἶναι· διὸ καὶ τὸν κτείναντα πλείστους εὐδαιμονίζουσιν.
And this is the opinion of the greatest and wisest part of mankind. For some believe that there are two Gods, as it were two rival workmen, the one whereof they make to be the maker of good things, and the other of bad. And some call the better of these God, and the other Daemon; as doth Zoroaster the Magian whom they report to be five thousand years elder than the Trojan times. This Zoroaster now called the one of these Horomazes, and the other Arimanius; and affirmed, moreover, that the one of them did, of any thing sensible, the most resemble light, and the other darkness and ignorance; but that Mithras was in the middle betwixt them. For which cause the Persians call Mithras the Mediator. And they tell us, that he first taught mankind to make vows and offerings of thanksgiving to the one, and to offer averting and feral sacrifice to the other. For they beat a certain plant called omomi in a mortar, and call upon Pluto and the dark; and then mix it with the blood of a sacrificed wolf, and convey it to a certain place where the sun never shines, and there cast it away. For of plants they believe that some appertain to the good God, and others again to the evil Daemon; and likewise they think that such animals as dogs, fowls, and urchins belong to the good, but water animals to the bad, for which reason they account him happy that kills most of these.
οὐ μὴν ἀλλὰ κἀκεῖνοι πολλὰ μυθώδη περὶ τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτʼ ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους, ὁ δʼ Ἀρειμάνιος ἐκ τοῦ ζόφου γεγονώς, πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε (τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας· τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς ἡδέων δημιουργόν)· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθʼ ὁ μὲν Ὡρομάζης τρὶς ἑαυτὸν αὐξήσας ἀπέστησε τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δʼ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε, τὸν σείριον. ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι θεοὺς εἰς ᾠὸν ἔθηκεν. οἱ δʼ ἀπὸ τοῦ Ἀρειμανίου, γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι, διατρήσαντες τὸ ᾠὸν γαν […] ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· τέλος δʼ ἀπολείπεσθαι τὸν ᾍδην, καὶ τοὺς μὲν ἀνθρώπους εὐδαίμονας ἔσεσθαι, μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας· τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως μὲν οὐ πολὺν ὡς θεῷ, ὥσπερ δʼ ἀνθρώπῳ κοιμωμένῳ μέτριον. ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον.
These men moreover tell us a great many romantic things about these Gods, whereof these are some. They say that, Horomazes springing from purest light, and Arimanius on the other hand from pitchy darkness, these two are therefore at war with one another; and that Horomazes made six Gods, whereof the first was the author of benevolence, the second of truth, the third of law and order; and the rest, one of wisdom, another of wealth, and a third of that pleasure which accrues from good actions; and that Arimanius likewise made the like number of contrary Gods to confront them. After this, Horomazes, having first trebled his own magnitude, mounted up aloft, as far above the sun as the sun itself above the earth, and so bespangled the heavens with stars. But one star (called Sirius, or the Dog) he set as a kind of sentinel or scout before all the rest. And after he had made four and twenty Gods more, he placed them all in an egg-shell. But those that were made by Arimanius (being themselves also of the like number) breaking a hole in this beauteous and glazed egg-shell, bad things came by this means to be intermixed with good. But the fatal time is now approaching, in which Arimanius, who by means of this brings plagues and famines upon the earth, must of necessity be himself utterly extinguished and destroyed; at which time, the earth being made plain and level, there will be one life and one society of mankind, made all happy and of one speech. But Theopompus saith, that, according to the opinion of the Magi, each of these Gods subdues and is subdued by turns for the space of three thousand years apiece, and that for three thousand years more they quarrel and fight, and destroy each other’s works; but that at last Pluto shall fail, and mankind shall be happy, and neither need food nor yield a shadow. And that the God who has projected these things shall then for some time take his repose and rest; but yet this time is not so much to him, although it seem so to man, whose sleep is but short.
Χαλδαῖοι δὲ τῶν πλανήτων οὓς θεοὺς γενεθλίους καλοῦσι, δύο μὲν ἀγαθουργούς δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς. τὰ δʼ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δʼ ἀποτρόπαιον ᾍδου ποιουμένων. ἐκ δʼ Ἀφροδίτης καὶ Ἄρεος Ἁρμονίαν γεγονέναι μυθολογοῦνται· ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος μὲν γὰρ ἄντικρυς πόλεμον ὀνομάζει πατέρα καὶ βασιλέα καὶ κύριον πάντων, καὶ τὸν μὲν Ὅμηρον εὐχόμενον ἔκ τε θεῶν ἔριν ἔκ τʼ ἀνθρώπων ἀπολέσθαι λανθάνειν φησὶ τῇ πάντων γενέσει καταρώμενον, ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἥλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ μή, Λύττας μιν Δίκης ἐπικούρους ἐξευρήσειν Ἐμπεδοκλῆς δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχὴν φιλότητα καὶ φιλίαν πολλάκις δʼ ἁρμονίαν καλεῖ θεμερῶπιν, τὴν δὲ χείρονα νεῖκος οὐλόμενον καὶ δῆριν αἱματόεσσαν οἱ μὲν Πυθαγορικοὶ διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον τὸ δεξιὸν τὸ λαμπρόν· τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς τοιαύτας ἀρχὰς γενέσεως ὑποκειμένας. Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον. Ἀριστοτέλης δὲ τὸ μὲν εἶδος τὸ δὲ στέρησιν. Πλάτων δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος καὶ παρακαλυπτόμενος, τῶν ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον ἐν δὲ τοῖς Νόμοις ἤδη πρεσβύτερος ὢν οὐ διʼ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως, δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· ὧν τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δʼ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδʼ ἄλογον οὐδʼ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι νομίζουσιν , ἀλλʼ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ συνοικειοῦντος.
Such then is the mythology of the Magi. But the Chaldaeans say, there are Gods of the planets also, two whereof they style benefics, and two malefics; the other three they pronounce to be common and indifferent. As for the Grecians, their opinions are obvious and well known to every one; to wit, that they make the good part of the world to appertain to Jupiter Olympius, and the hateful part to Pluto; and likewise, that they fable Harmonia to have been begotten by Venus and Mars, the one whereof is rough and quarrelsome, and the other sweet and generative. In the next place consider we the great agreement of the philosophers with these people. For Heraclitus doth in plain and naked terms call war the father, the king, and the lord of all things; and saith that Homer, when he first prayed, Discord be damned from Gods and human race, little thought he was then cursing the origination of all things, they owing their rise to aversation and quarrel. He also saith, that the sun will never exceed his proper bounds; and if he should, that Tongues, aids of justice, soon will find him out. Empedocles also calls the benefic principle love and friendship, and very often sweet-looked harmony; and the evil principle Pernicious enmity and bloody hate. The Pythagoreans use a great number of terms as attributes of these two principles; of the good, they use the unit, the terminate, the permanent, the straight, the odd, the square, the equal, the dexter, and the lucid; and again of the bad, the two, the interminate, the fluent, the crooked, the even, the oblong, the unequal, the sinister, and the dark; insomuch that all these are looked upon as principles of generation. But Anaxagoras made but two, the intelligence and the interminate; and Aristotle called the first of these form, and the latter privation. But Plato in many places, as it were shading and veiling over his opinion, names the first of these opposite principles the Same, and the second the Other. But in his book of Laws, when he was now grown old, he affirmed, not in riddles and emblems but in plain and proper words, that the world is not moved by one soul, but perhaps by a great many, but not by fewer than two; the one of which is beneficent, and the other contrary to it and the author of things contrary. He also leaves a certain third nature in the midst between, which is neither without soul nor without reason, nor void of a self-moving power (as some suppose), but rests upon both of the preceding principles, but yet so as still to affect, desire, and pursue the better of them; as I shall make out in the ensuing part of this discourse, in which I design to reconcile the theology of the Egyptians principally with this sort of philosophy.
μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν· ἐν δὲ γῇ καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον καὶ νοσῶδες καὶ ταρακτικὸν ἀωρίαις καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν γὰρ τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα δὲ τινὲς μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς δʼ αὐτὸν τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως
For the frame and constitution of this world is made up of contrary powers, but yet such as are not of such equal strength but that the better is still predominant. But it is impossible for the ill one to be quite extinguished, because much of it is interwoven with the body and much with the soul of the universe, and it always maintains a fierce combat with the better part. And therefore in the soul, intellect and reason, which is the prince and master of all the best things, is Osiris; and in the earth, in the winds, in the waters, in the heaven, and in the stars, what is ranged, fixed, and in a sound constitution (as orderly seasons, due temperament of air, and the revolutions of the stars) is the efflux and appearing image of Osiris. Again, the passionate, Titanic, irrational, and brutal part of the soul is Typhon; and what in the corporeal nature is adventitious, morbid, and tumultuous (as irregular seasons, distemperatures of air, eclipses of the sun, and disappearings of the moon) is, as it were, the incursions and devastations of Typhon. And the name of Seth, by which they call Typhon, declares as much; for it denotes a domineering and compelling power, and also very often an overturning, and again a leaping over. There are also some that say that Bebon was one of Typhon’s companions; but Manetho saith, Typhon himself was called Bebon. Now that name signifies restraining and hindering; as who should say, while all things march along in a regular course and move steadily toward their natural end, the power of Typhon stands in their way and stops them.