τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν· καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς καλοῦσιν, ἐπίσημα δοῦναι ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον τῷ γένει τῶν συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶν δεινῶν τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου πρόφασιν. τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου προσίεσθαι πεφυκότος, ἀμύνοντες ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκόμενοι καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δʼ Ὀξυρυγχῖται καθʼ ἡμᾶς, τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον· ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν.
For that the Gods, being afraid of Typhon, changed themselves into these animals, and did as it were hide themselves in the bodies of ibises, dogs, and hawks, is a foolery beyond all prodigiousness and legend. And that such souls of men departed this life as remain undissolved after death have leave to be reborn into this life by these bodies only, is equally incredible. And of those who would assign some political reason for these things, there are some that affirm that Osiris in his great army, dividing his forces into many parts (which we in Greek call λόχοι and τάξεις), at the same time gave every of them certain ensigns or colors with the shapes of several animals upon them, which in process of time came to be looked upon as sacred, and to be worshipped by the several kindred and clans in that distribution. Others say again, that the kings of after times did, for the greater terror of their enemies, wear about them in their battles the golden and silver heads and upper parts of fierce animals. But there are others that relate that one of these subtle and crafty princes, observing the Egyptians to be of a light and vain disposition and very inclinable to change and innovation, and withal, when sober and unanimous, of an inexpugnable and irrestrainable strength by reason of their mighty numbers, therefore taught them, in their several quarters, a perpetual kind of superstition, to be the ground of endless quarrels and disputes among them. For the various animals which he commanded different cities to observe and reverence being at enmity and war with one another, and desiring one another for food, each party among them being upon the perpetual defence of their proper animals, and highly resenting the wrongs that were offered them, it happened that, being thus drawn into the quarrels of their beasts, they were, before they were aware, engaged in hostilities with one another. For at this very day, the Lycopolitans (or Wolf-town-men) are the only people among the Egyptians that eat the sheep, because the wolf, which they esteem to be a God, doth so too. And in our own times, the Oxyrynchites (or those of Pike-town), because the Cynopolitans (or those of Dog-town) did eat a pike, catched the dogs and slew them, and ate of them as they would do of a sacrifice; and there arising a civil war upon it, in which they did much mischief to one another, they were all at last chastised by the Romans.
πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς ἐπάγων ὑπερβάλλοντας ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν, οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ, συμβαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις […] οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι.
And whereas there are many that say that the soul of Typhon himself took its flight into these animals, this tale may be looked upon to signify that every irrational and brutal nature appertains to the share of the evil Daemon. And therefore, when they would pacify him and speak him fair, they make their court and addresses to these animals. But if there chance to happen a great and excessive drought which, above what is ordinary at other times, brings along with it either wasting diseases or other monstrous and prodigious calamities, the priests then conduct into a dark place, with great silence and stillness, some of the animals which are honored by them; and they first of all menace and terrify them, and if the mischief still continues, they then consecrate and offer them up, looking upon this as a way of punishing the evil God, or at least as some grand purgation in time of greatest disasters. For, as Manetho relateth, they were used in ancient times to burn live men in the city of Ilithyia, entitling them Typhonian; and then they made wind, and dispersed and scattered their ashes into the air. And this was done publicly, and at one only season of the year, which was the dog-days. But those consecrations of the animals worshipped by them which are made in secret, and at irregular and uncertain times of the year as occasions require, are wholly unknown to the vulgar sort, except only at the time of their burials, at which they produce certain other animals, and in the presence of all spectators throw them into the grave with them, thinking by this means to vex Typhon and to abate the satisfaction he received by their deaths. For it is the Apis, with a few more, that is thought sacred to Osiris; but the far greater part are assigned to Typhon. And if this account of theirs be true, I believe it explains the subject of our enquiry as to such animals as are universally received and have their honors in common amongst them all; and of this kind is the ibis, the hawk, the cynocephalos, and the Apis himself; […] for so they call the goat which is kept at Mendes.
λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν (ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν), ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ προσείκασαν.
It remains yet behind, that I treat of their beneficialness to man, and of their symbolical use; and some of them participate of some one of these, and others of both. It is most manifest therefore that they worship the ox, the sheep, and the ichneumon for their benefit and use; as the Lemniotes did the lark, for finding out the locusts’ eggs and breaking them, and the Thessalians the storks, because that, as their soil bred abundance of serpents, they at their appearance destroyed them all, for which reason they enacted a law that whoever killed a stork should be banished the country. Moreover the Egyptians honored the asp, the weasel, and the beetle, observing in them certain dark resemblances of the power of the Gods, like those of the sun in drops of water. For there are many that to this day believe that the weasel engenders by the ear, and brings forth by the mouth, and is therein a resemblance of the production of speech; and that the beetle kind also hath no female, but that the males cast out their sperm into a round pellet of earth, which they roll about by thrusting it backwards with their hinder feet, — and this in imitation of the sun, which, while itself moves from west to east, turns the heaven the contrary way. They also compared the asp to a star, for being always young, and for performing its motions with great ease and glibness, and that without the help of organs.
οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί διʼ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγει μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον. ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω δὲ φοβούμεναι, τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν· ἡ δʼ ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει πρὸς ἀλλήλους καὶ τὸ ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον· ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο πολλοῖς τοιούτοις· οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν , ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν· δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι δίκαιον ἐν μέσῳ γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ συντιθεμένων, ἀποτελούμενος.
Nor had the crocodile his honor given him without a show of probable reason for it; but it is reported to have been produced by a representation of God, it being the only animal that is without tongue. For the divine discourse hath no need of voice, but marching by still and silent ways, it guides mortal affairs by equal justice. Besides, they say he is the only animal that lives in water that hath his eye-sight covered over with a thin and transparent film, descending down from his forehead, so that he sees without being seen himself by others, in which he agrees with the first God. Moreover, in what place soever in the country the female crocodile lays her eggs, that may be certainly concluded to be the utmost extent of the rise of the river Nile for that year. For not being able to lay in the water, and being afraid to lay far from it, they have so exact a knowledge of futurity, that though they enjoy the benefit of the approaching stream at their laying and hatching, they yet preserve their eggs dry and untouched by the water. And they lay sixty in all, and are just as many days a hatching them, and the longest lived of them live as many years; that being the first measure which those that are employed about the heavens make use of. But of those animals that were honored for both reasons, we have already treated of the dog; but now the ibis, besides that he killeth all deadly and poisonous vermin, was also the first that taught men the evacuation of the belly by clysters, she being observed to be after this manner washed and purged by herself. Those also of the priests that are the strictest observers of their sacred rites, when they consecrate water for lustration, use to fetch it from some place where the ibis has been drinking; for she will neither taste nor come near any unwholesome or infectious water. Besides, with her two legs standing at large and her bill, she maketh an equilateral triangle; and the speckledness and mixture of her feathers, where there are black ones about the white, signify the gibbousness of the moon on either side.
Nor ought we to think it strange that the Egyptians should affect such poor and slender comparisons, when we find the Grecians themselves, both in their pictures and statues, make use of many such resemblances of the Gods as these are. For example, there was in Crete an image of Jupiter having no ears, for he that is commander and chief over all should hear no one. Phidias also set a serpent by the image of Minerva, and a tortoise by that of Venus at Elis, to show that maids needed a guard upon them, and that silence and keeping at home became married women. In like manner the trident of Neptune is a symbol of the third region of the world, which the sea possesses, situated below that of the heaven and air. For which reason they also gave their names to Amphitrite and the Tritons. The Pythagoreans also honored numbers and geometric figures with the names of Gods. For they called an equilateral triangle Minerva Coryphagenes (or crown-born) and Tritogeneia, because it is equally divided by perpendiculars drawn from the three angles. They likewise called the unit Apollo; the number two, contention and also audaciousness; and the number three, justice; for, wronging and being wronged being two extremes caused by deficiency and excess, justice came by equality in the middle. But that which is called the sacred quaternion, being the number thirty-six, was (according to common fame) the greatest oath among them, and was called by them the world, because it is made up of the first four even numbers and the first four odd numbers summed up together.