Ἠπειρῶται δʼ εἰσὶ καὶ Ἀμφίλοχοι καὶ οἱ ὑπερκείμενοι καὶ συνάπτοντες τοῖς Ἰλλυρικοῖς ὄρεσι, τραχεῖαν οἰκοῦντες χώραν, Μολοττοί τε καὶ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τυμφαῖοι καὶ Ὀρέσται Παρωραῖοί τε καὶ Ἀτιντᾶνες, οἱ μὲν πλησιάζοντες τοῖς Μακεδόσι μᾶλλον οἱ δὲ τῷ Ἰονίῳ κόλπῳ. λέγεται δὲ τὴν Ὀρεστιάδα κατασχεῖν ποτε Ὀρέστης φεύγων τὸν τῆς μητρὸς φόνον καὶ καταλιπεῖν ἐπώνυμον ἑαυτοῦ τὴν χώραν, κτίσαι δὲ καὶ πόλιν, καλεῖσθαι δʼ αὐτὴν Ἄργος Ὀρεστικόν. ἀναμέμικται δὲ τούτοις τὰ Ἰλλυρικὰ ἔθνη τὰ πρὸς τῷ νοτίῳ μέρει τῆς ὀρεινῆς καὶ τὰ ὑπὲρ τοῦ Ἰονίου κόλπου· τῆς γὰρ Ἐπιδάμνου καὶ τῆς Ἀπολλωνίας μέχρι τῶν Κεραυνίων ὑπεροικοῦσι Βυλλίονές τε καὶ Ταυλάντιοι καὶ Παρθῖνοι καὶ Βρῦγοι· πλησίον δέ που καὶ τὰ ἀργυρεῖα τὰ ἐν Δαμαστίῳ, περὶ ἃ Δυέσται συνεστήσαντο τὴν δυναστείαν καὶ Ἐγχέλειοι, οὓς καὶ Σεσαρηθίους καλοῦσι· πρὸς δὲ τούτοις Λυγκῆσταί τε καὶ ἡ Δευρίοπος καὶ ἡ τρίπολις Πελαγονία καὶ Ἐορδοὶ καὶ Ἐλίμεια καὶ Ἐράτυρα. ταῦτα δὲ πρότερον μὲν κατεδυναστεύετο ἕκαστα, ὧν ἐν τοῖς Ἐγχελείοις οἱ Κάδμου καὶ Ἁρμονίας ἀπόγονοι ἦρχον, καὶ τὰ μυθευόμενα περὶ αὐτῶν ἐκεῖ δείκνυται. οὗτοι μὲν οὖν οὐχ ὑπὸ ἰθαγενῶν ἤρχοντο· οἱ δὲ Λυγκῆσται ὑπʼ Ἀρραβαίῳ ἐγένοντο τοῦ Βακχιαδῶν γένους ὄντι· τούτου δʼ ἦν θυγατριδῆ ἡ Φιλίππου μήτηρ τοῦ Ἀμύντου Εὐρυδίκη, Σίρρα δὲ θυγάτηρ· καὶ τῶν Ἠπειρωτῶν δὲ Μολοττοὶ ὑπὸ Πύρρῳ τῷ Νεοπτολέμου τοῦ Ἀχιλλέως καὶ τοῖς ἀπογόνοις αὐτοῦ Θετταλοῖς οὖσι γεγονότες· οἱ λοιποὶ δὲ ὑπὸ ἰθαγενῶν ἤρχοντο· εἶτʼ ἐπικρατούντων ἀεί τινων κατέστρεψεν ἅπαντα εἰς τὴν Μακεδόνων ἀρχήν, πλὴν ὀλίγων τῶν ὑπὲρ τοῦ Ἰονίου κόλπου. καὶ δὴ καὶ τὰ περὶ Λύγκον καὶ Πελαγονίαν καὶ Ὀρεστιάδα καὶ Ἐλίμειαν τὴν ἄνω Μακεδονίαν ἐκάλουν, οἱ δʼ ὕστερον καὶ ἐλευθέραν· ἔνιοι δὲ καὶ σύμπασαν τὴν μέχρι Κορκύρας Μακεδονίαν προσαγορεύουσιν, αἰτιολογοῦντες ἅμα ὅτι καὶ κουρᾷ καὶ διαλέκτῳ καὶ χλαμύδι καὶ ἄλλοις τοιούτοις χρῶνται παραπλησίως· ἔνιοι δὲ καὶ δίγλωττοί εἰσι. καταλυθείσης δὲ τῆς Μακεδόνων ἀρχῆς ὑπὸ Ῥωμαίους ἔπεσε. διὰ δὲ τούτων ἐστὶ τῶν ἐθνῶν ἡ Ἐγνατία ὁδὸς ἐξ Ἐπιδάμνου καὶ Ἀπολλωνίας· περὶ δὲ τὴν ἐπὶ Κανδαουίας ὁδὸν αἵ τε λίμναι εἰσὶν αἱ περὶ Λυχνιδὸν ταριχείας ἰχθύων αὐτάρκεις ἔχουσαι, καὶ ποταμοὶ οἵ τε εἰς τὸν Ἰόνιον κόλπον ἐκπίπτοντες καὶ οἱ ἐπὶ τὰ νότια μέρη, ὅ τʼ Ἴναχος καὶ ὁ Ἄρατθος καὶ ὁ Ἀχελῶος καὶ ὁ Εὔηνος ὁ Λυκόρμας πρότερον καλούμενος, ὁ μὲν εἰς τὸν κόλπον τὸν Ἀμβρακικὸν ἐμβάλλων ὁ δὲ εἰς τὸν Ἀχελῶον, αὐτὸς δὲ ὁ Ἀχελῶος εἰς τὴν θάλατταν καὶ ὁ Εὔηνος, ὁ μὲν τὴν Ἀκαρνανίαν διεξιὼν ὁ δὲ τὴν Αἰτωλίαν· ὁ δὲ Ἐρίγων πολλὰ δεξάμενος ῥεύματα ἐκ τῶν Ἰλλυρικῶν ὀρῶν καὶ Λυγκηστῶν καὶ Βρύγων καὶ Δευριόπων καὶ Πελαγόνων εἰς τὸν Ἀξιὸν ἐκδίδωσι.
The Amphilochians are Epirotae, as also are those nations who inhabit a rugged country situated above and close to the Illyrian mountains, the Molotti, Athamanes, Aethices, Tymphaei, Orestae Paroraei, and Atintanes, some of whom approach nearer to Macedonia, others to the Ionian Gulf. It is said that Orestes possessed the territory Orestias at the time of his flight, after the murder of his mother, and left the country bearing his name, where also he had built a city called Orestic Argos. With these people are intermixed Illyrian nations, some of whom are situated on the southern part of the mountainous district, and others above the Ionian Gulf. For above Epidamnus and Apollonia, as far as the Ceraunian mountains, live the Bulliones, Taulantii, Parthini, and Brygi.
Somewhere near are the silver mines of Damastium. Here the Perisadyes had established their sway, and Enchelii, who are also called Sesarethii. Then come the Lyncestae, the territory Deuriopus, Pelagonia-Tripolitis, the Eordi, Elimia, and Eratyra. Formerly each of these nations was under its own prince. The chiefs of the Enchelii were descendants of Cadmus and Harmonia, and scenes of the fables respecting these persons are shown in the territory. This nation, therefore, was not governed by native princes. The Lyncestae were under Arrhabaeus, who was of the race of the Bacchiadae. Irra was his daughter, and his grand-daughter was Eurydice, the mother of Philip Amyntas.
The Molotti also were Epirotae, and were subjects of Pyrrhus Neoptolemus, the son of Achilles, and of his descendants, who were Thessalians. The rest were governed by native princes. Some tribes were continually endeavouring to obtain the mastery over the others, but all were finally subdued by the Macedonians, except a few situated above the Ionian Gulf. They gave the name of Upper Macedonia to the country about Lyncestis, Pelagonia, Orestias, and Elimia. Later writers called it Macedonia the Free, and some extend the name of Macedonia to all the country as far as Corcyra, at the same time assigning as their reasons, the mode of cutting their hair, their language, the use of the chlamys, and similar things in which they resemble the Macedonians; some of them, however, speak two languages. On the dissolution of the Macedonian empire, they fell under the power of the Romans.
The Egnatian Way, from Epidamnus and Apollonia, passes through the territory of these people. Near the road to Candavia are the lakes about Lychnidus, which furnish large supplies of fish for salting, and rivers, some of which empty themselves into the Ionian Gulf. Some flow towards the south, as the Inachus, the Arathus, (Ratoiis,) the Achelous, and the Evenus, formerly called Lycormas. The Ratous discharges its waters into the Ambracian Gulf, the Inachus into the Achelous, the Achelous itself into the sea, as also the Evenus; the former traverses Acarnania, the latter Aetolia. The Erigon, after having received many streams which flow from the Illyrian mountains, and through the territories of Lyncestae, Brygi, Deuriopes, and Pelagonians, empties itself into the Axius.
πρότερον μὲν οὖν καὶ πόλεις ἦσαν ἐν τοῖς ἔθνεσι τούτοις· τρίπολις γοῦν ἡ Πελαγονία ἐλέγετο, ἧς καὶ Ἄζωρος ἦν, καὶ ἐπὶ τῷ Ἐρίγωνι πᾶσαι αἱ τῶν Δευριόπων πόλεις ᾤκηντο, ὧν τὸ Βρυάνιον καὶ Ἀλαλκομεναὶ καὶ Στύβαρα· Κύδραι δὲ Βρύγων, Αἰγίνιον δὲ Τυμφαίων, ὅμορον Αἰθικίᾳ καὶ Τρίκκῃ· πλησίον δʼ ἤδη τῆς τε Μακεδονίας καὶ τῆς Θετταλίας περὶ τὸ Ποῖον ὄρος καὶ τὴν Πίνδον Αἴθικές τε καὶ τοῦ Πηνειοῦ πηγαί, ὧν ἀμφισβητοῦσι Τυμφαῖοί τε καὶ ὑπὸ τῇ Πίνδῳ Θετταλοί· καὶ πόλις Ὀξύνεια παρὰ τὸν Ἴωνα ποταμὸν ἀπέχουσα Ἀζώρου τῆς τριπολίτιδος σταδίους ἑκατὸν εἴκοσι· πλησίον δὲ καὶ Ἀλαλκομεναὶ καὶ Αἰγίνιον καὶ Εὔρωπος καὶ αἱ τοῦ Ἴωνος εἰς τὸν Πηνειὸν συμβολαί. τότε μὲν οὖν, ὡς εἶπον, καίπερ οὖσα τραχεῖα καὶ ὀρῶν πλήρης, Τομάρου καὶ Πολυάνου καὶ ἄλλων πλειόνων, ὅμως εὐάνδρει ἥ τε Ἤπειρος πᾶσα καὶ ἡ Ἰλλυρίς· νῦν δὲ τὰ πολλὰ μὲν ἐρημία κατέχει, τὰ δʼ οἰκούμενα κωμηδὸν καὶ ἐν ἐρειπίοις λείπεται.
There were formerly cities among these nations. The district Pelagonia-Tripolitis contained (as the name signifies) three cities, of which Azorus was one. All the cities of the Deuriopes were situated on the banks of the Erigon; among which were Bryanium, Alalcomenae, and Stymbara. Cydriae belonged to the Brygi, and Aeginium on the confines of Aethicia, and Tricca, to the Tymphaei. Near Macedonia and Thessalia, about the mountains Poeus and Pindus, are the Aethices, and the sources of the Peneus, which are a subject of dispute between the Tymphei and the Thessalians, who are situated below Pindus.
On the banks of the river Ion is Oxynia, a city distant from Azorus in the Tripolitis 120 stadia. Near Oxynia are Alalcomenae, Aeginium, Europus, and the confluence of the Ion with the Peneus.
At that time then, as I said before, the whole of Epirus and Illyria were well peopled, although the country is rugged and full of mountains, such as Tomarus, and Polyanus, and many others. At present the greater part is uninhabited, and the inhabited parts are left in the state of villages, or in ruins. Even the oracle at Dodona has almost been deserted, like the rest.