τοὺς δὲ Παίονας οἱ μὲν ἀποίκους Φρυγῶν οἱ δʼ ἀρχηγέτας ἀποφαίνουσι, καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαι φασί· καλεῖσθαι δὲ πρότερον Ὀρεστίαν τὴν Πελαγονίαν, τὸν δὲ Ἀστεροπαῖον, ἕνα τῶν ἐκ Παιονίας στρατευσάντων ἐπʼ Ἴλιον ἡγεμόνων, οὐκ ἀπεικότως υἱὸν λέγεσθαι Πηλεγόνος, καὶ αὐτοὺς τοὺς Παίονας καλεῖσθαι Πελαγόνας. E.
The Paeonians, according to some, were a dependent colony of the Phrygians; according to others, they were an independent settlement. Paenonia, it is said, extended to Pelagonia and Pieria; Pelagonia is said to have been formerly called Orestia; and Asteropaeus, one of the chiefs from Paeonia who went to Troy, to have been called, with great probability, the son of Pelagon, and the Paeonians themselves to have been called Pelagones. E.
ὅτι ὁ παρʼ Ὁμήρῳ Ἀστεροπαῖος υἱὸς Πηλεγόνος / ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονίᾳ ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο. Epit.
The Asteropaeus in Homer, son of Pelegon, we are told, was of Paeonia in Macedonia: whence Son of Pelegon; for the Paeonians were called Pelagones. EPIT.
ἐπεὶ δὲ ὁ παιανισμὸς τῶν Θρᾳκῶν τιτανισμὸς ὑπὸ τῶν Ἑλλήνων λέγεται κατὰ μίμησιν τῆς ἐν παιᾶσι φωνῆς, καὶ οἱ Τιτᾶνες ἐκλήθησαν Πηλαγόνες. E.
As the poeanismus, or singing of the Thracian Paean, was called titanusmus by the Greeks, in imitation of a wellknown note in the paean, so the Pelagones were called Titanes. E,
ὅτι καὶ πάλαι καὶ νῦν οἱ Παίονες φαίνονται πολλὴν τῆς νῦν Μακεδονίας κατεσχηκότες, ὡς καὶ Πέρινθον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶσαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπʼ αὐτοῖς γενέσθαι. τῆς δʼ ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίας τῆς ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι καὶ τὰ περὶ Φιλίππους. οἱ δὲ Φίλιπποι Κρηνίδες ἐκαλοῦντο πρότερον, κατοικία μικρά· ηὐξήθη δὲ μετὰ τὴν περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν. E.
Anciently, as at present, the Paeonians appear to have been masters of so much of what is now called Macedonia as to be able to besiege Perinthus, and subject to their power Crestonia, the whole of Mygdonia, and the territory of the Agrianes as far as Mount Pangaeus. Above the sea-coast of the Strymonic Gulf, extending from Galepsus to Nestus, are situated Philippi and the surrounding country. Philippi was formerly called Crenides; it was a small settlement, but increased after the defeat of Brutus and Cassius. E.
ὅτι οἱ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν. Epit.
The present city Philippi was anciently called Crenides. EPIT.
πρόκεινται δὲ τῆς παραλίας ταύτης δύο νῆσοι, Λῆμνος καὶ Θάσος. μετὰ δὲ τὸν εἰς Θάσον πορθμὸν Ἄβδηρα καὶ τὰ περὶ Ἀβδήρου μυθευόμενα. ᾤκησαν δʼ αὐτὴν Βίστονες Θρᾷκες, ὧν Διομήδης ἦρχεν· οὐ μένει δʼ ὁ Νέστος ἐπὶ ταὐτοῦ ῥείθρου διὰ παντός, ἀλλὰ κατακλύζει τὴν χώραν πολλάκις. εἶτα Δίκαια πόλις ἐν κόλπῳ κειμένη καὶ λιμήν· ὑπέρκειται δὲ τούτων ἡ Βιστονὶς λίμνη κύκλον ἔχουσα ὅσον διακοσίων σταδίων. φασὶ δὲ τοῦ πεδίου κοίλου παντάπασιν ὄντος καὶ ταπεινοτέρου τῆς θαλάττης ἱπποκρατούμενον τὸν Ἡρακλέα, ἡνίκα ἦλθεν ἐπὶ τὰς τοῦ Διομήδους ἵππους, διορύξαι τὴν ᾐόνα καὶ τὴν θάλατταν ἐπαφέντα τῷ πεδίῳ κρατῆσαι τῶν ἐναντίων. δείκνυται δὲ καὶ τὸ βασίλειον Διομήδους ἀπὸ συμβεβηκότος καλούμενον Καρτερὰ κώμη διὰ τὴν ἐρυμνότητα. μετὰ δὲ τὴν ἀνὰ μέσον λίμνην Ξάνθεια Μαρώνεια καὶ Ἴσμαρος, αἱ τῶν Κικόνων πόλεις· καλεῖται δὲ νῦν Ἰσμάρα πλησίον τῆς Μαρωνείας· πλησίον δὲ καὶ ἡ Ἰσμαρὶς ἐξίησι λίμνη· καλεῖται δὲ τὸ ῥεῖθρον ἠδύ […] γειον· αὐτοῦ δὲ καὶ αἱ Θασίων λεγόμεναι κεφαλαί. Σαπαῖοι δʼ εἰσὶν οἱ ὑπερκείμενοι. E.
In front of this coast lie two islands, Lemnos and Thasos. Beyond the strait at Thasos is Abdera, with its fables. It was inhabited by Bistones, over whom ruled Diomed. The Nestus does not always keep within its banks, but frequently inundates the country. Then Dicaea, a city on the gulf, with a harbour. Above it is the lake Bistonis, 200 stadia in circumference. They say that Hercules, when he came to seize upon the horses of Diomed, cut a canal through the sea-shore and turned the water of the sea upon the plain, which is situated in a hollow, and is lower than the level of the sea, and thus vanquished his opponents. The royal residence of Diomed is shown, called, from a local peculiarity, its natural strength, Cartera-Come [Strong-Village]. Beyond the inland lake are Xanthia, Maronia, and Ismarus, cities of the Cicones. Ismarus is now called Ismara-near-Maronia. Near it is the outlet of the lake Ismaris. The stream is called sweet * * * * * * At this place are what are called the heads of the Thasii. The Sapaei are situated above. E.
ὅτι τὰ Τόπειρά ἐστι πρὸς Ἀβδήροις καὶ Μαρωνείᾳ. E.
Topeira is situated near Abdera and Maronia. E.
ὅτι Σιντοὶ ἔθνος Θρᾳκικὸν κατῴκει τὴν Δῆμνον νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ λέγων ἔνθα με Σίντιες ἄνδρες. / Epit.
The Sinti, a Thracian tribe, inhabit the island of Lemnos; whence Homer calls them Sinties, thus, There are the Sinties. EPIT.
ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διομήδους ἵπποι ἔφαγον· εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις Μαρώνεια. Epit.
After the river Nestus to the west is the city Abdera, named after Abderus, who was eaten by the horses of Diomed; then, near, Dicaea, a city, above which is situated a large lake, the Bistonis; then the city Maronia. EPIT.