Strabo · Geography Γεωγραφικά

Strabo, Geography 8.3.17–20: The Caucones, Arene and the healing Anigrus

Strabo gathers accounts of the Caucones and of Arene by the river Minyeius. At the cave of the Anigriades he tells of the foul waters of the Anigrus, blamed on the Hydra's venom washed off by Centaurs, or used by Melampus to purify the Proetades. He mentions a cave tied to the Atlantides and the birth of Dardanus, the Minyae of Lemnos who founded Thera, and the Samian tale of Rhadine.

Sections 8.3.17–20 · 1304 words · click a number to copy its link

πλείους δʼ εἰσὶ λόγοι περὶ τῶν Καυκώνων· καὶ γὰρ Ἀρκαδικὸν ἔθνος φασί, καθάπερ τὸ Πελασγικόν, καὶ πλανητικὸν ἄλλως, ὥσπερ ἐκεῖνο. ἱστορεῖ γοῦν ὁ ποιητὴς καὶ τοῖς Τρωσὶν ἀφιγμένους συμμάχους, πόθεν δʼ οὐ λέγει· δοκοῦσι δʼ ἐκ Παφλαγονίας· ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινὰς Μαριανδυνοῖς ὁμόρους, οἳ καὶ αὐτοὶ Παφλαγόνες εἰσί. μνησθησόμεθα δʼ αὐτῶν ἐπὶ πλέον, ὅταν εἰς ἐκεῖνον περιστῇ τὸν τόπον ἡ γραφή. νυνὶ δὲ περὶ τῶν ἐν τῇ Τριφυλίᾳ Καυκώνων ἔτι καὶ ταῦτα προσιστορητέον. οἱ μὲν γὰρ καὶ ὅλην τὴν νῦν Ἠλείαν ἀπὸ τῆς Μεσσηνίας μέχρι Δύμης Καυκωνίαν λεχθῆναί φασιν· Ἀντίμαχος γοῦν καὶ Ἐπειοὺς καὶ Καύκωνας ἅπαντας προσαγορεύει. τινὲς δὲ ὅλην μὲν μὴ κατασχεῖν αὐτούς, δίχα δὲ μεμερισμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βουπρασίδα καὶ τὴν κοίλην Ἦλιν· Ἀριστοτέλης δʼ ἐνταῦθα μάλιστα οἶδεν ἱδρυμένους αὐτούς. καὶ δὴ τοῖς ὑφʼ Ὁμήρου λεγομένοις ὁμολογεῖ μᾶλλον ἡ ὑστάτη ἀπόφασις, τό τε ζητούμενον πρότερον λαμβάνει λύσιν. ὁ μὲν γὰρ Νέστωρ ὑπόκειται τὸν Τριφυλιακὸν οἰκῶν Πύλον, τά τε πρὸς νότον καὶ τὰ ἑωθινά (ταῦτα δʼ ἐστὶ τὰ συγκυροῦντα πρὸς τὴν Μεσσηνίαν καὶ τὴν Λακωνικήν) ὑπʼ ἐκείνῳ ἐστίν, ἔχουσι δʼ οἱ Καύκωνες, ὥστε τοῖς ἀπὸ τοῦ Πύλου βαδίζουσιν εἰς Λακεδαίμονα ἀνάγκη διὰ Καυκώνων εἶναι τὴν ὁδόν. τὸ δὲ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος καὶ ὁ κατʼ αὐτὸ ὅρμος, εἰς ὃν κατήχθη Τηλέμαχος, πρὸς δύσιν καὶ πρὸς ἄρκτον ἀπονεύει. εἰ μὲν τοίνυν οἱ Καύκωνες ἐνταῦθα μόνον οἰκοῦσιν, οὐ σώζεται τῷ ποιητῇ ὁ λόγος. κελεύει γὰρ ἡ μὲν Ἀθηνᾶ κατὰ τὸν Σωτάδην τῷ Νέστορι, τὸν μὲν Τηλέμαχον εἰς τὴν Λακεδαίμονα πέμψαι σὺν δίφρῳ τε καὶ υἱέι εἰς τὰ πρὸς ἕω μέρη· αὐτὴ δʼ ἐπὶ ναῦν βαδιεῖσθαι νυκτερεύσουσα φησιν ἐπὶ τὴν δύσιν καὶ εἰς τοὐπίσω, ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους / πορεύσεσθαι ἐπὶ τὸ χρέος πάλιν εἰς τοὔμπροσθεν. τίς οὖν ὁ τρόπος; παρῆν γὰρ τῷ Νέστορι λέγειν ἀλλʼ οἵ γε Καύκωνες ὑπʼ ἐμοί εἰσι καὶ πρὸ ὁδοῦ τοῖς εἰς Λακεδαίμονα βαδίζουσιν· ὥστε τί οὐ συνοδεύεις τοῖς περὶ Τηλέμαχον, ἀλλʼ ἀναχωρεῖς εἰς τοὐπίσω; ἅμα δʼ οἰκεῖον ἦν τῷ βαδίζοντι ἐπὶ χρέους κομιδὴν οὐκ ὀλίγου, ὥς φησι, πρὸς ἀνθρώπους ὑπὸ τῷ Νέστορι ὄντας, αἰτήσασθαί τινα παρʼ αὐτοῦ βοήθειαν, εἴ τι ἀγνωμονοῖτο (ὥσπερ εἴωθε) περὶ τὸ συμβόλαιον· οὐ γέγονε δὲ τοῦτο. εἰ μὲν τοίνυν ἐνταῦθα μόνον οἰκοῖεν οἱ Καύκωνες, ταῦτʼ ἂν συμβαίνοι τὰ ἄτοπα· μεμερισμένων δὲ τινῶν καὶ εἰς τοὺς πρὸς Δύμῃ τόπους τῆς Ἠλείας, ἐκεῖσε ἂν εἴη λέγουσα τὴν ἔφοδον ἡ Ἀθηνᾶ, καὶ οὐκ ἂν ἔτι οὔθʼ ἡ εἰς τὴν ναῦν κατάβασις ἔχοι τι ἀπεμφαῖνον οὔθʼ ὁ τῆς συνοδίας ἀποσπασμός, εἰς τἀναντία τῆς ὁδοῦ οὔσης. παραπλησίως δʼ ἂν καὶ τὰ περὶ τοῦ Πύλου διαπορούμενα τύχοι τῆς προσηκούσης διαίτης ἐπελθοῦσι μικρὸν ἔτι τῆς χωρογραφίας μέχρι τοῦ Πύλου τοῦ Μεσσηνιακοῦ.

There are many accounts respecting the Caucones. They are said to be an Arcadian tribe, like the Pelasgi, and also, like them, a wandering people. Thus the poet relates, that they came as auxiliaries to the Trojans, but from what country he does not mention, but it is supposed from Paphlagonia. For in that country there is a tribe of the name of Cauconiatae, that border upon the Mariandyni, who are themselves Paphlagonians. We shall say more of them when we describe that country.

At present I must add some remarks concerning the Caucones in Triphylia. For some writers say, that the whole of the present Elis, from Messenia to Dyme, was called Cauconia. Antimachus calls them all Epeii and Caucones. But some writers say that they did not possess the whole country, but inhabited it when they were divided into two bodies, one of which settled in Triphylia towards Messenia, the other in the Buprasian district towards Dyme, and in the Hollow Elis. And there, and not in any other place, Aristotle considered them to be situated. The last opinion agrees better with the language of Homer, and the preceding question is resolved. For Nestor is supposed to have lived at the Triphyliac Pylus, the parts of which towards the south and the east (and these coincide towards Messenia and Laconia) was the country subject to Nestor, but the Caucones now occupy it, so that those who are going from Pylus to Lacedaemon must necessarily take the road through the Caucones. The temple of the Samian Neptune, and the naval station near it, where Telemachus landed, incline to the west and to the north. If then the Caucones lived there only, the account of the poet must be erroneous. [For, according to Sotades, Minerva enjoins Nestor to send his son with Telemachus in a chariot to Lacedaemon towards the east, while she herself returns back to the west, to pass the night in the vessel; but at sun-rise she sets out to the magnanimous Caucones, / to obtain payment of the debt, in a forward direction. How then are we to reconcile these opinions? for Nestor might say, The Caucones are my subjects, and lie directly in the road of persons who are going to Lacedaemon; why then do you not accompany Telemachus and his friends on his journey, but take a road in an opposite direction? Besides, it was natural for one, who was going to recover payment of a debt, and that a considerable sum, as she says, from a people under the command of Nestor, to request some assistance from him in case they should be so unjust, as usually happens, as to refuse to discharge it. But she did not do this.

If therefore the Caucones are to be found in one situation only, these absurdities would follow. But if one division of this tribe occupied the places in Elis near Dymë, Minerva might be said to direct her journey thither, and even the return to the ship would not be absurd, nor the separation from the company of Telemachus, when her road was in an opposite direction.

The question respecting Pylus may perhaps be resolved in a similar manner, when we come, as we proceed, to the description of the Messenian Pylus.]

ἐλέγοντο δὲ Παρωρεᾶται τινὲς τῶν ἐν τῇ Τριφυλίᾳ κατέχοντες ὄρη περὶ τὸ Λέπρειον καὶ τὸ Μάκιστον καθήκοντα ἐπὶ θάλατταν πλησίον τοῦ Σαμιακοῦ ποσειδίου.

There is also, it is said, a nation, the Paroreatae, who occupy, in the hilly district of Triphylia, the mountains, which extend from about Lepreum and Macistum to the sea near the Samian grove sacred to Neptune.

ὑπὸ τούτοις ἐστὶν ἐν τῇ παραλίᾳ δύο ἄντρα, τὸ μὲν νυμφῶν Ἀνιγριάδων τὸ δὲ ἐν ᾧ τὰ περὶ τὰς Ἀτλαντίδας καὶ τὴν Δαρδάνου γένεσιν. ἐνταῦθα δὲ καὶ τὰ ἄλση τό τε Ἰωναῖον καὶ τὸ Εὐρυκύδειον. τὸ μὲν οὖν Σαμικὸν ἔστιν ἔρυμα, πρότερον δὲ καὶ πόλις Σάμος προσαγορευομένη διὰ τὸ ὕψος ἴσως, ἐπειδὴ Σάμους ἐκάλουν τὰ ὕψη· τάχα δὲ τῆς Ἀρήνης ἀκρόπολις ἦν τοῦτο, ἧς ἐν τῷ καταλόγῳ μέμνηται ὁ ποιητής οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν. / οὐδαμοῦ γὰρ σαφῶς εὑρίσκοντες ἐνταῦθα μάλιστα εἰκάζουσι τὴν Ἀρήνην, ὅπου καὶ ὁ παρακείμενος Ἄνιγρος ποταμός, καλούμενος πρότερον Μινύειος, δίδωσιν οὐ μικρὸν σημεῖον· λέγει γὰρ ὁ ποιητής ἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων / ἐγγύθεν Ἀρήνης. / πρὸς γὰρ δὴ τῷ ἄντρῳ τῶν Ἀνιγριάδων νυμφῶν ἐστι πηγή, ὑφʼ ἧς ἕλειον καὶ τιφῶδες τὸ ὑποπῖπτον γίνεται χωρίον· ὑποδέχεται δὲ τὸ πλεῖστον τοῦ ὕδατος ὁ Ἄνιγρος βαθὺς καὶ ὕπτιος ὢν ὥστε λιμνάζειν· θινώδης δʼ ὢν ὁ τόπος ἐξ εἴκοσι σταδίων βαρεῖαν ὀσμὴν παρέχει καὶ τοὺς ἰχθῦς ἀβρώτους ποιεῖ. μυθεύουσι δʼ οἱ μὲν ἀπὸ τοῦ τῶν τετρωμένων Κενταύρων τινὰς ἐνταῦθʼ ἀπονίψασθαι τὸν ἐκ τῆς Ὕδρας ἰόν, οἱ δʼ ἀπὸ τοῦ Μελάμποδα τοῖς ὕδασι τούτοις καθαρσίοις χρήσασθαι πρὸς τὸν τῶν Προιτίδων καθαρμόν· ἀλφοὺς δὲ καὶ λεύκας καὶ λειχῆνας ἰᾶται τὸ ἐντεῦθεν λουτρόν. φασὶ δὲ καὶ τὸν Ἀλφειὸν ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας οὕτως ὠνομάσθαι. ἐπεὶ οὖν ἥ τε ὑπτιότης τοῦ Ἀνίγρου καὶ αἱ ἀνακοπαὶ τῆς θαλάττης μονὴν μᾶλλον ἢ ῥύσιν παρέχουσι τοῖς ὕδασι, Μινυήιόν φασιν εἰρῆσθαι πρότερον, παρατρέψαι δέ τινας τοὔνομα καὶ ἀντʼ αὐτοῦ ποιῆσαι Μινυήιον. ἔχει δʼ ἡ ἐτυμότης καὶ ἄλλας ἀφορμάς, εἴτʼ ἀπὸ τῶν μετὰ Χλωρίδος τῆς Νέστορος μητρὸς ἐλθόντων ἐξ Ὀρχομενοῦ τοῦ Μινυείου, Μινυῶν, οἳ τῶν Ἀργοναυτῶν ἀπόγονοι ὄντες ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον ἐντεῦθεν δʼ εἰς τὴν Τριφυλίαν, καὶ ᾤκησαν περὶ τὴν Ἀρήνην ἐν τῇ χώρᾳ τῇ νῦν Αἰπασίᾳ καλουμένῃ, οὐκ ἐχούσῃ οὐκέτι τὰ τῶν Μινυῶν κτίσματα· ὧν τινὲς μετὰ Θήρα τοῦ Αὐτεσίωνος (ἦν δʼ οὗτος Πολυνείκους ἀπόγονος) πλεύσαντες εἰς τὴν μεταξὺ Κυρηναίας καὶ τῆς Κρήτης νῆσον καλλίστην τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρην, / ὥς φησι Καλλίμαχος, ἔκτισαν τὴν μητρόπολιν τῆς Κυρήνης Θήραν, ὁμώνυμον δʼ ἀπέδειξαν τῇ πόλει καὶ τὴν νῆσον.

Below these people on the coast are two caves; one, of the nymphs Anigriades; the other, the scene of the adventures of the Atlantides, and of the birth of Dardanus. There also are the groves, both the Ionaeum and Eurycydeium.

Samicum is a fortress. Formerly there was a city of the name of Samos, which perhaps had its designation from its height, since they called heights Sami; perhaps also this was the acropolis of Arēnē, which the poet mentions in the Catalogue of the Ships; who inhabited Pylus, and the pleasant Arene; / for as the position of Arēnē has not been clearly discovered anywhere, it is conjectured, that it was most probably situated where the adjoining river Anigrus, formerly called Minyeius, empties itself. As no inconsiderable proof of this, Homer says, There is a river Minyeius, which empties itself into the sea, near Arene. / Now near the cave of the nymphs Anigriades is a fountain, by which the subjacent country is rendered marshy, and filled with pools of water. The Anigrus however receives the greater part of the water, being deep, but with so little current that it stagnates. The place is full of mud, emits an offensive smell perceptible at a distance of 26 stadia, and renders the fish unfit for food. Some writers give this fabulous account of these waters, and attribute the latter effect to the venom of the Hydra, which some of the Centaurs washed from their wounds; others say, that Melampus used these cleansing waters for the purification of the Proetades. They are a cure for alphi, or leprous eruptions, and the white tetter, and the leichen. They say also that the Alpheus had its name from its property of curing the disease alphi.

Since then the sluggishness of the Anigrus, and the recoil of the waters of the sea, produce a state of rest rather than a current, they say, that its former name was Minyeïus, but that some persons perverted the name and altered it to Minteïus. The etymology of the name may be derived from other sources; either from those who accompanied Chloris, the mother of Nestor, from the Minyeian Orchomenus; or, frown the Minyae descendants of the Argonauts, who were banished from Lemnos, and went to Lacedaemon, and thence to Triphylia, and settled about Arēnē, in the country now called Hypaesia, which however no longer contains places built by the Minyae.

Some of these people, with Theras the son of Autesion, who was a descendant of Polynices, having set sail to the country between Cyrenaea and the island of Crete, formerly Calliste, but afterwards called Thera, according to Callimachus, founded Thera, the capital of Cyrene, and gave the same name to the city, and to the island.

μεταξὺ δὲ τοῦ Ἀνίγρου καὶ τοῦ ὄρους, ἐξ οὗ ῥεῖ, ὁ τοῦ Ἰαρδάνου λειμὼν δείκνυται καὶ τάφος· καὶ Ἀχαιαὶ εἰσὶ δὲ πέτραι ἀπότομοι τοῦ αὐτοῦ ὄρους, ὑπὲρ ὧν ἡ Σάμος, ὡς ἔφαμεν, γέγονε πόλις· οὐ πάνυ δὲ ὑπὸ τῶν τοὺς περίπλους γραψάντων ἡ Σάμος μνημονεύεται, τάχα μέν γε διὰ τὸ πάλαι κατεσπάσθαι, τάχα δὲ καὶ διὰ τὴν θέσιν. τὸ μὲν γὰρ ποσείδιον ἔστιν ἄλσος, ὡς εἴρηται, πρὸς τῇ θαλάττῃ· ὑπέρκειται δʼ αὐτοῦ λόφος ὑψηλὸς ἐπίπροσθεν ὢν τοῦ νῦν Σαμικοῦ ἐφʼ οὗ ἦν ἡ Σάμος, ὥστʼ ἐκ θαλάττης μὴ ὁρᾶσθαι. καὶ πεδίον δʼ αὐτόθι καλεῖται Σαμικόν· ἐξ οὗ πλέον ἄν τις τεκμαίροιτο ὑπάρξαι ποτὲ πόλιν τὴν Σάμον. καὶ ἡ Ῥαδίνη δὲ ἣν Στησίχορος ποιῆσαι δοκεῖ (ἧς ἀρχή ἄγε Μοῦσα λίγειʼ, ἄρξον ἀοιδᾶς, Ἐρατώ, νόμους / Σαμίων περὶ παίδων ἐρατᾷ φθεγγομένα λύρᾳ / ἐντεῦθεν λέγει τοὺς παῖδας. ἐκδοθεῖσαν γὰρ τὴν Ῥαδίνην εἰς Κόρινθον τυράννῳ φησὶν ἐκ τῆς Σάμου πλεῦσαι πνέοντος ζεφύρου, οὐ δήπουθεν τῆς Ἰωνικῆς Σάμου· δʼ αὐτῷ ἀνέμῳ καὶ ἀρχιθέωρον εἰς Δελφοὺς ελφὸν αὐτῆς ἐλθεῖν καὶ τὸν ἀνεψιὸν ἐρῶντα αὐτῆς ἅρματι εἰς Κόρινθον ἐξορμῆσαι παρʼ αὐτήν· ὅ τε τύραννος κτείνας ἀμφοτέρους ἅρματι ἀποπέμπει τὰ σώματα, μεταγνοὺς δʼ ἀνακαλεῖ καὶ θάπτει.

Between the Anigrus and the mountain from which the Jardanes rises, a meadow and a sepulchre are shown, and the Achaeae, which are rocks broken off from the same mountain, above which was situated, as I have said, the city Samos. Samos is not mentioned by any of the authors of Peripli, or Circumnavigations; because perhaps it had been long since destroyed, and perhaps also on account of its position. For the Poseidium is a grove, as I have said, near the sea, a lofty eminence rises above it, situated in front of the present Samicum, where Samos once stood, so that it cannot be seen from the sea.

Here also is the plain called Samicus, from which we may further conjecture that there was once a city Samos.

According to the poem Rhadinē, of which Stesichorus seems to have been the author, and which begins in this manner, Come, tuneful Muse, Erato, begin the melodious song, in praise of the lovely Samian youths, sounding the strings of the delightful lyre: these youths were natives of this Samos. For he says that Rhadinē being given in marriage to the tyrant, set sail from Samos to Corinth with a westerly wind, and therefore certainly not from the Ionian Samos. By the same wind her brother, who was archi-theorus, arrived at Delphi. Her cousin, who was in love with her, set out after her in a chariot to Corinth. The tyrant put both of them to death, and sent away the bodies in a chariot, but changing his mind, he recalled the chariot, and buried them.

People and places in this passage

English translation by H. C. Hamilton and W. Falconer (1854). Original text: August Meineke (ed.), Strabonis Geographica, 3 vols., Leipzig: Teubner, 1877 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.