ἔστι δʼ οὖν μετὰ τὸν Μεσσηνιακὸν κόλπον ὁ Λακωνικὸς μεταξὺ Ταινάρου καὶ Μαλεῶν, ἐκκλίνων μικρὸν ἀπὸ μεσημβρίας πρὸς ἕω· διέχουσι δὲ σταδίους ἑκατὸν τριάκοντα αἱ Θυρίδες τοῦ Ταινάρου ἐν τῷ Μεσσηνιακῷ οὖσαι κόλπῳ, ῥοώδης κρημνός. τούτων δʼ ὑπέρκειται τὸ Ταΰγετον· ἔστι δʼ ὄρος μικρὸν ὑπὲρ τῆς θαλάττης ὑψηλόν τε καὶ ὄρθιον, συνάπτον κατὰ τὰ προσάρκτια μέρη ταῖς Ἀρκαδικαῖς ὑπωρείαις, ὥστε καταλείπεσθαι μεταξὺ αὐλῶνα, καθʼ ὃν ἡ Μεσσηνία συνεχής ἐστι τῇ Λακωνικῇ. ὑποπέπτωκε δὲ τῷ Ταϋγέτῳ ἡ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι, οὗ τὸ τοῦ Ἀπόλλωνος ἱερόν, καὶ ἡ Φᾶρις. ἔστι μὲν οὖν ἐν κοιλοτέρῳ χωρίῳ τὸ τῆς πόλεως ἔδαφος καίπερ ἀπολαμβάνον ὄρη μεταξύ· ἀλλʼ οὐδέν γε μέρος αὐτοῦ λιμνάζει, τὸ δὲ παλαιὸν ἐλίμναζε τὸ προάστειον, καὶ ἐκάλουν αὐτὸ Λίμνας· καὶ τὸ τοῦ Διονύσου ἱερὸν ἐν Λίμναις ἐφʼ ὑγροῦ βεβηκὸς ἐτύγχανε, νῦν δʼ ἐπὶ ξηροῦ τὴν ἵδρυσιν ἔχει. ἐν δὲ τῷ κόλπῳ τῆς παραλίας τὸ μὲν Ταίναρον ἀκτή ἐστιν ἐκκειμένη τὸ ἱερὸν ἔχουσα τοῦ Ποσειδῶνος ἐν ἄλσει ἱδρυμένον· πλησίον δʼ ἐστὶν ἄντρον, διʼ οὗ τὸν Κέρβερον ἀναχθῆναι μυθεύουσιν ὑφʼ Ἡρακλέους ἐξ ᾄδου. ἐντεῦθεν δʼ εἰς μὲν Φυκοῦντα ἄκραν τῆς Κυρηναίας πρὸς νότον δίαρμά ἐστι σταδίων τρισχιλίων· εἰς δὲ Πάχυνον πρὸς δύσιν, τὸ τῆς Σικελίας ἀκρωτήριον, τετρακισχιλίων ἑξακοσίων, τινὲς δὲ τετρακισχιλίων φασίν· εἰς δὲ Μαλέας πρὸς ἕω ἑξακοσίων ἑβδομήκοντα κατακολπίζοντι· εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν χερρόνησον ἐνδοτέρω τῶν Μαλεῶν, πεντακοσίων εἴκοσι (πρόκειται δὲ κατὰ τούτου Κύθηρα ἐν τετταράκοντα σταδίοις, νῆσος εὐλίμενος, πόλιν ἔχουσα ὁμώνυμον, ἣν ἔσχεν Εὐρυκλῆς ἐν μέρει κτήσεως ἰδίας ὁ καθʼ ἡμᾶς τῶν Λακεδαιμονίων ἡγεμών· περίκειται δὲ νησίδια πλείω τὰ μὲν ἐγγὺς τὰ δὲ καὶ μικρὸν ἀπωτέρω)· εἰς δὲ Κώρυκον ἄκραν τῆς Κρήτης ἐγγυτάτω πλοῦς ἐστι σταδίων ἑπτακοσίων πεντήκοντα.
NEXT after the Messenian is the Laconian Gulf, situated between Taenarum and Maleae, declining a little from the south to the east. Thyrides, a precipitous rock, beaten by the waves, is in the Messenian Gulf, and distant from Taenarum 100 stadia. Above is Taÿgetum, a lofty and perpendicular mountain, at a short distance from the sea, approaching on the northern side close to the Arcadian mountains, so as to leave between them a valley, where Messenia is continuous with Laconia.
At the foot of Taÿgetum, in the inland parts, lie Sparta and Amyclae, where is the temple of Apollo, and Pharis. The site of Sparta is in rather a hollow, although it comprises mountains within it; no part of it, however, is marshy, although, anciently, the suburbs were so, which were called Limnae. The temple of Bacchus, also in Limnnae, was in a wet, situation, but now stands on a dry ground.
In the bay on the coast is Taenarum, a promontory projecting into the sea. Upon it, in a grove, is the temple of Neptune, and near the temple a cave, through which, according to the fable, Cerberus was brought up by Hercules from Hades. Thence to the promontory Phycus in Cyrenaica, is a passage across towards the south of 3000 stadia; and to Pachynus, towards the west, the promontory of Sicily, 4600, or, according to some writers, 4000 stadia; to Maleae, towards the east, including the measurement of the bays, 670 stadia; to Onugnathus, a low peninsula a little within Maleae, 520 stadia. (In front of Onugnathus, at the distance of 40 stadia, lies Cythera, an island with a good harbour, and a city of the same name, which was the private property of Eurycles, the commander of the Lacedaemonians in our time. It is surrounded by several small islands, some near it, others lying somewhat farther off.) To Corycus, a promontory of Crete, the nearest passage by sea is 250 stadia.
μετὰ δὲ Ταίναρον πλέοντι ἐπὶ τὴν Ὄνου γνάθον καὶ Μαλέας Ψαμαθοῦς ἐστι πόλις· εἶτʼ Ἀσίνη καὶ Γύθειον τὸ τῆς Σπάρτης ἐπίνειον ἐν διακοσίοις καὶ τετταράκοντα σταδίοις ἱδρυμένον· ἔχει δʼ, ὥς φασι, τὸ ναύσταθμον ὀρυκτόν· εἶθʼ ὁ Εὐρώτας ἐκδίδωσι μεταξὺ Γυθείου καὶ Ἀκραίων. τέως μὲν οὖν ὁ πλοῦς ἐστι παρʼ αἰγιαλὸν ὅσον διακοσίων καὶ τετταράκοντα σταδίων· εἶθʼ ἑλῶδες ὑπέρκειται χωρίον καὶ κώμη Ἕλος· πρότερον δʼ ἦν πόλις, καθάπερ καὶ Ὅμηρός φησιν οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον / κτίσμα δʼ Ἑλίου φασὶ τοῦ Περσέως. ἔστι δὲ καὶ πεδίον καλούμενον Λεύκη· εἶτα πόλις ἐπὶ χερρονήσου ἱδρυμένη Κυπαρισσία λιμένα ἔχουσα· εἶτα ἡ Ὄνου γνάθος λιμένα ἔχουσα· εἶτα Βοία πόλις, εἶτα Μαλέαι· στάδιοι δʼ εἰς αὐτὰς ἀπὸ τῆς Ὄνου γνάθου πεντήκοντα καὶ ἑκατόν· ἔστι δὲ καὶ Ἀσωπὸς πόλις ἐν τῇ Λακωνικῇ.
Next to Taenarum on the voyage to Onugnathus and to Maleae is Amathus, (Psamathus,) a city; then follow Asine, and Gythium, the naval arsenal of Sparta, situated at an interval of 240 stadia. Its station for vessels, they say, is excavated by art. Farther on, between Gythium and Acraea, is the mouth of the Eurotas. To this place the voyage along the coast is about 240 stadia; then succeeds a marshy tract, and a village, Helos, which formerly was a city, according to Homer; They who occupied Amyclae, and Helos, a small town on the sea-coast. / They say that it was founded by Helius the son of Perseus. There is a plain also call Leuce; then Cyparissia, a city upon a peninsula, with a harbour; then Onugnathus with a harbour; next Boea, a city; then Maleae. From these cities to Onugnathus are 150 stadia. There is also Asopus, a city in Laconia.
τῶν δʼ ὑφʼ Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι· Μεσσόαν δʼ οὐ τῆς χώρας εἶναι μέρος τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν […] κα. ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην· εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτι ἥρως δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος, / ἀντὶ τοῦ Ἀλκιμέδων· Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει· Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ· Ἐπίχαρμος δὲ τὸ λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας· παρʼ Ἐμπεδοκλεῖ δέ μία γίνεται ἀμφοτέρων ὄψ / ἡ ὄψις· καὶ παρʼ Ἀντιμάχῳ Δήμητρός τοι Ἐλευσινίης· ἱερὴ ὄψ. / καὶ τὸ ἄλφιτον ἄλφι· Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ· παρὰ Φιλήτᾳ δέ δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι / εἰς ἄνεμον δὲ τὰ πηδά / τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας. τῶν δʼ ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δʼ ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί· γὰρ ἐν τῇ Λοκρίδι οὐδʼ ὅλως περίεισι. τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφʼ οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.
Among the places enumerated by Homer in the Catalogue of the Ships, Messa, they say, is no longer to be found; and that Messoa is not a part of Laconia, but a part of Sparta itself, as was the Limnaeum near Thornax. Some understand Messē to be a contraction of Messene, for it is said that this was a part of Laconia. [They allege as examples from the poet, the words cri, and do, and maps, and this passage also; The horses were yoked by Automedon and Alcimus, / instead of Alcimedon. And the words of Hesiod, who uses βρῖ for βριθὺ and βριαρὸν; and Sophocles and Io, who have ῥᾳ for ῥᾴδιιν; and Epicharmus, λῖ for λίαν, and συρακὼ for συρα- κουσαι; Empedocles also has ὂψ for ὄψις?̔μία γίγνεται ἀμφτέρων ὄψ or ὄψις;) and Antimachus, δήμητρός τοι?ἐλυσινίης ἱερὴ ὄψ, and ἄλφι for ἄλφιτον; Euphorion has ἧλ for ἧλος; Philetes has δμωίδες εἰς ταλάρκὸν ἄγουσιν ἔρι for ἔριον Aratus, εἰς ἄνεμον δὲ τὰ πηδά for τὰ πηδάλια; Simmias, Dodo for Dodona.]
Of the rest of the places mentioned by the poet, some are extinct; of others traces remain, and of others the names are changed, as Augeiae into Aegaeae: [the city] of that name in Locris exists no longer. With respect to Las, the Dioscuri are said to have taken it by siege formerly, whence they had the name of Lapersae, (Destroyers of Las,) and Sophocles says somewhere, by the two Lapersae, by Eurotas, by the gods in Argos and Sparta.
φησὶ δʼ Ἔφορος τοὺς κατασχόντας τὴν Λακωνικὴν Ἡρακλείδας Εὐρυσθένη τε καὶ Προκλῆ διελεῖν εἰς ἓξ μέρη καὶ πολίσαι τὴν χώραν· μίαν μὲν οὖν τῶν μερίδων, τὰς Ἀμύκλας, ἐξαίρετον δοῦναι τῷ προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον μετὰ τῶν Ἀχαιῶν εἰς τὴν Ἰωνίαν· τὴν δὲ Σπάρτην βασίλειον ἀποφῆναι σφίσιν αὐτοῖς· εἰς δὲ τὰς ἄλλας πέμψαι βασιλέας, ἐπιτρέψαντας δέχεσθαι συνοίκους τοὺς βουλομένους τῶν ξένων διὰ τὴν λιπανδρίαν· χρῆσθαι δὲ Λαῒ μὲν ναλίμενον, Αἴγυι δὲ πρὸς τοὺς πολέ γὰρ ὁμορεῖν τοῖς κύκλῳ, Φάριδι δ ἀπὸ τῶν ἐντὸς ἀσφάλειαν ἐχούσῃ, τ […] ὑπακούοντας δʼ ἅπαντας τοὺς περιοίκους Σπαρτιατῶν ὅμως ἰσονόμους εἶναι, μετέχοντας καὶ πολιτείας καὶ ἀρχείων· Ἆγιν δὲ τὸν Εὐρυσθένους ἀφελέσθαι τὴν ἰσοτιμίαν καὶ συντελεῖν προστάξαι τῇ Σπάρτῃ. τοὺς μὲν οὖν ἄλλους ὑπακοῦσαι, τοὺς δʼ Ἑλείους τοὺς ἔχοντας τὸ Ἕλος (καλεῖσθαι δὲ Εἵλωτας) ποιησαμένους ἀπόστασιν κατὰ κράτος ἁλῶναι πολέμῳ καὶ κριθῆναι δούλους ἐπὶ τακτοῖς τισιν, ὥστε τὸν ἔχοντα μήτʼ ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους· τοῦτον δὲ λεχθῆναι τὸν πρὸς τοὺς Εἵλωτας πόλεμον. σχεδὸν δέ τι καὶ τὴν εἱλωτείαν τὴν ὕστερον συμμείνασαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας οἱ περὶ Ἆγιν εἰσὶν οἱ καταδείξαντες· τρόπον γάρ τινα δημοσίους δούλους εἶχον οἱ Λακεδαιμόνιοι τούτους, κατοικίας τινὰς αὐτοῖς ἀποδείξαντες καὶ λειτουργίας ἰδίας.
Ephorus says that the Heracleidae, Eurysthenes and Procles, having obtained possession of Laconia, divided it into six parts, and founded cities throughout the country, and assigned Amyclae to him who betrayed to them Laconia, and who prevailed upon the person that occupied it to retire, on certain conditions, with the Achaei, into Ionia. Sparta they retained themselves as the royal seat of the kingdom. To the other cities they sent kings, permitting them to receive whatever strangers might be disposed to settle there, on account of the scarcity of inhabitants. Las was used as a naval station, because it had a convenient harbour; Aegys, as a stronghold, from whence to attack surrounding enemies; Pheraea, as a place to deposit treasure, because it afforded security from attempts from without. * * * * that all the neighbouring people submitted to the Spartiatae, but were to enjoy an equality of rights, and to have a share in the government and in the offices of state. They were called Heilotae. But Agis, the son of Eurysthenes, deprived them of the equality of rights, and ordered them to pay tribute to Sparta. The rest submitted; but the Heleii, who occupied Helos, revolted, and were made prisoners in the course of the war; they were adjudged to be slaves, with the conditions, that the owner should not be allowed to give them their liberty, nor sell them beyond the boundaries of the country. This was called the war of the Heilotae. The system of Heilote-slavery, which continued from that time to the establishment of the dominion of the Romans, was almost entirely the contrivance of Agis. They were a kind of public slaves, to whom the Lacedaemonians assigned habitations, and required from them peculiar services.