ἐπεὶ δʼ ἐπιόντες ἀπὸ τῶν ἑσπερίων τῆς Εὐρώπης μερῶν, ὅσα τῇ θαλάττῃ περιέχεται τῇ ἐντὸς καὶ τῇ ἐκτός, τά τε βάρβαρα ἔθνη περιωδεύσαμεν πάντα ἐν αὐτῇ μέχρι τοῦ Τανάιδος καὶ τῆς Ἑλλάδος οὐ πολὺ μέρος, ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν ἰδίᾳ λιμένας ἢ περίπλους ἢ περιόδους γῆς ἤ τι τοιοῦτον ἄλλο ἐπιγράψαντες, ἐν οἷς καὶ τὰ Ἑλλαδικὰ περιέχεται, οἱ δʼ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος· ἄλλοι δʼ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος. τὰ μὲν οὖν τῶν ἄλλων εὐδιαίτητά ἐστι, τὰ δʼ Ὁμήρου σκέψεως δεῖται κριτικῆς, ποιητικῶς τε λέγοντος καὶ οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα, ὧν ὁ χρόνος ἠμαύρωκε τὰ πολλά. ὡς δʼ οὖν δυνατὸν ἐγχειρητέον ἀρξαμένοις ἀφʼ ὧνπερ ἀπελίπομεν· ἐτελεύτα δʼ ἡμῖν ὁ λόγος ἀπὸ μὲν τῆς ἑσπέρας καὶ τῶν ἄρκτων εἰς τὰ Ἠπειρωτικὰ ἔθνη καὶ τὰ τῶν Ἰλλυριῶν, ἀπὸ δὲ τῆς ἕω εἰς τὰ τῶν Μακεδόνων μέχρι Βυζαντίου. μετὰ μὲν οὖν τοὺς Ἠπειρώτας καὶ τοὺς Ἰλλυριοὺς τῶν Ἑλλήνων Ἀκαρνᾶνές εἰσι καὶ Αἰτωλοὶ καὶ Λοκροὶ οἱ Ὀζόλαι· πρὸς δὲ τούτοις Φωκεῖς τε καὶ Βοιωτοί· τούτοις δʼ ἀντίπορθμός ἐστιν ἡ Πελοπόννησος, ἀπολαμβάνουσα μεταξὺ τὸν Κορινθιακὸν κόλπον καὶ σχηματίζουσά τε τοῦτον καὶ σχηματιζομένη ὑπʼ αὐτοῦ· μετὰ δὲ Μακεδονίαν Θετταλοὶ μέχρι Μαλιέων καὶ τῶν ἄλλων τῶν ἐκτὸς Ἰσθμοῦ καὶ αὐτῶν τῶν ἐντός.
AFTER having described as much of the western parts of Europe as is comprised within the interior and exterior seas, and surveyed all the barbarous nations which it contains, as far as the Don and a small part of Greece, [namely, Macedonia,] we propose to give an account of the remainder of the Helladic geography. Homer was the first writer on the subject of geography, and was followed by many others, some of whom composed particular treatises, and entitled them Harbours, Voyages, Circuits of the Earth, or gave them some name of this kind, and these comprised the description of the Helladic country. Some, as Ephorus and Polybius, included in their general history a separate topography of the continents; others, as Posidonius and Hipparchus, introduced matter relating to geography in their writings on physical and mathematical subjects.
It is easy to form an opinion of the other writers, but the poems of Homer require critical consideration, both because he speaks as a poet, and because he describes things not as they exist at present, but as they existed anciently, and the greater part of which have been rendered obscure by time.
We must however undertake this inquiry as far as we are able, beginning from the point where our description ended.
It ended with an account of the Epirotic and Illyrian nations on the west and north, and of Macedonia as far as Byzantium on the east.
After the Epirotae and Illyrii follow the Acarnanes, the Aetoli, the Locri-Ozolae, then the Phocaeenses and Boeoti, Grecian nations. Opposite to these on the other side of the strait is Peloponnesus, which comprises the Gulf of Corinth, interposed between, and determining the figure of the latter, from which it also receives its own. Next to Macedonia are the Thessalians, extending as far as the Malienses, and the other nations, situated on both sides of the isthmus.
Ἑλλάδος μὲν οὖν πολλὰ ἔθνη γεγένηται, τὰ δʼ ἀνωτάτω τοσαῦτα ὅσας καὶ διαλέκτους παρειλήφαμεν τὰς Ἑλληνίδας· τούτων δʼ αὐτῶν τεττάρων οὐσῶν τὴν μὲν Ἰάδα τῇ παλαιᾷ Ἀτθίδι τὴν αὐτὴν φαμέν (καὶ γὰρ Ἴωνες ἐκαλοῦντο οἱ τότε Ἀττικοί, καὶ ἐκεῖθέν εἰσιν οἱ τὴν Ἀσίαν ἐποικήσαντες Ἴωνες καὶ χρησάμενοι τῇ νῦν λεγομένῃ γλώττῃ Ἰάδι), τὴν δὲ Δωρίδα τῇ Αἰολίδι· πάντες γὰρ οἱ ἐκτὸς Ἰσθμοῦ πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ τῶν περὶ τὸν Παρνασσὸν Δωριέων καὶ νῦν ἔτι Αἰολεῖς καλοῦνται· καὶ τοὺς Δωριέας δὲ ὀλίγους ὄντας καὶ τραχυτάτην οἰκοῦντας χώραν εἰκός ἐστι τῷ ἀνεπιμίκτῳ παρατρέψαι τὴν γλῶτταν καὶ τὰ ἄλλα ἔθη πρὸς τὸ μὴ ὁμογενές, ὁμογενεῖς πρότερον ὄντας. τοῦτο δʼ αὐτὸ καὶ τοῖς Ἀθηναίοις συνέβη, λεπτόγεών τε καὶ τραχεῖαν οἰκοῦντας χώραν ἀπορθήτους μεῖναι διὰ τοῦτο καὶ αὐτόχθονας νομισθῆναι φησὶν ὁ Θουκυδίδης, κατέχοντας τὴν αὐτὴν ἀεί, μηδενὸς ἐξελαύνοντος αὐτοὺς μηδʼ ἐπιθυμοῦντος ἔχειν τὴν ἐκείνων· τοῦτο τοίνυν αὐτὸ καὶ τοῦ ἑτερογλώττου καὶ τοῦ ἑτεροεθοῦς αἴτιον, ὡς εἰκός, ὑπῆρξε καίπερ ὀλίγοις οὖσιν. οὕτω δὲ τοῦ Αἰολικοῦ πλήθους ἐπικρατοῦντος ἐν τοῖς ἐκτὸς Ἰσθμοῦ, καὶ οἱ ἐντὸς Αἰολεῖς πρότερον ἦσαν, εἶτʼ ἐμίχθησαν, Ἰώνων μὲν ἐκ τῆς Ἀττικῆς τὸν Αἰγιαλὸν κατασχόντων, τῶν δʼ Ἡρακλειδῶν τοὺς Δωριέας καταγαγόντων, ὑφʼ ὧν τά τε Μέγαρα ᾠκίσθη καὶ πολλαὶ τῶν ἐν τῇ Πελοποννήσῳ πόλεων. οἱ μὲν οὖν Ἴωνες ἐξέπεσον πάλιν ταχέως ὑπὸ Ἀχαιῶν, Αἰολικοῦ ἔθνους· ἐλείφθη δʼ ἐν τῇ Πελοποννήσῳ τὰ δύο ἔθνη, τό τε Αἰολικὸν καὶ τὸ Δωρικόν. ὅσοι μὲν οὖν ἧττον τοῖς Δωριεῦσιν ἐπεπλέκοντο (καθάπερ συνέβη τοῖς τε Ἀρκάσι καὶ τοῖς Ἠλείοις, τοῖς μὲν ὀρεινοῖς τελέως οὖσι καὶ οὐκ ἐμπεπτωκόσιν εἰς τὸν κλῆρον, τοῖς δʼ ἱεροῖς νομισθεῖσι τοῦ Ὀλυμπίου Διὸς καὶ καθʼ αὑτοὺς εἰρήνην ἄγουσι πολὺν χρόνον, ἄλλως τε καὶ τοῦ Αἰολικοῦ γένους οὖσι καὶ δεδεγμένοις τὴν Ὀξύλῳ συγκατελθοῦσαν στρατιὰν περὶ τὴν τῶν Ἡρακλειδῶν κάθοδον), οὗτοι αἰολιστὶ διελέχθησαν, οἱ δʼ ἄλλοι μικτῇ τινι ἐχρήσαντο ἐξ ἀμφοῖν, οἱ μὲν μᾶλλον οἱ δʼ ἧττον αἰολίζοντες· σχεδὸν δέ τι καὶ νῦν κατὰ πόλεις ἄλλοι ἄλλως διαλέγονται, δοκοῦσι δὲ δωρίζειν ἅπαντες διὰ τὴν συμβᾶσαν ἐπικράτειαν. τοσαῦτα μὲν οὖν τὰ τῶν Ἑλλήνων ἔθνη καὶ οὕτως, ὡς τύπῳ εἰπεῖν, ἀφωρισμένα. λέγωμεν δὴ διαλαβόντες ὃν χρὴ τρόπον τῇ τάξει περὶ αὐτῶν.
There are many Greek tribes, but the chief people are equal in number to the Greek dialects with which we are acquainted, namely, four. Of these, the Ionic is the same as the ancient Attic; (for Iones was the former name of the inhabitants of Attica; from thence came the Iones who settled in Asia, and use the dialect now called Ionic;) the Doric was the same as the Aeolic dialect, for all the people on the other side of the isthmus except the Athenians, the Megareans, and the Dorians about Parnassus, are even now called Aeolians; it is probable that the Dorians, from their being a small nation, and occupying a most rugged country, and from want of intercourse [with the Aeolians], no longer resemble that people either in language or customs, and, although of the same race, have lost all appearance of affinity. It was the same with the Athenians, who inhabiting a rugged country with a light soil, escaped the ravages of invaders. As they always occupied the same territory, and no enemy attempted to expel them, nor had any desire to take possession of it themselves, on this account they were, according to Thucydides, regarded as Autochthones, or an indigenous race. This was probably the reason, although they were a small nation, why they remained a distinct people with a distinct dialect.
It was not in the parts only on the other side of the isthmus, that the Aeolian nation was powerful, but those on this side also were formerly Aeolians. They were afterwards intermixed first with Ionians who came from Attica, and got possession of Aegialus, and secondly with Dorians, who under the conduct of the Heracleidae founded Megara and many of the cities in the Peloponnesus. The Iones were soon expelled by the Achaei, an Aeolian tribe; and there remained in Peloponnesus the two nations, the Aeolic and the Doric. Those nations then that had little intercourse with the Dorians used the Aeolian dialect. (This was the case with the Arcadians and Eleians, the former of whom were altogether a mountain tribe, and did not share in the partition of the Peloponnesus; the latter were considered as dedicated to the service of the Olympian Jupiter, and lived for a long period in peace, principally because they were of Aeolian descent, and had admitted into their country the army of Oxylus, about the time of the return of the Heracleidae.) The rest used a kind of dialect composed of both, some of them having more, others less, of the Aeolic dialect. Even at present the inhabitants of different cities use different dialects, but all seem to Dorize, or use the Doric dialect, on account of the ascendency of that nation.
Such then is the number of the Grecian nations, and thus in general are they distinguished from each other.
I shall resume my account of them, and describe each nation in their proper order.
Ἔφορος μὲν οὖν ἀρχὴν εἶναι τῆς Ἑλλάδος τὴν Ἀκαρνανίαν φησὶν ἀπὸ τῶν ἑσπερίων μερῶν· ταύτην γὰρ συνάπτειν πρώτην τοῖς Ἠπειρωτικοῖς ἔθνεσιν. ἀλλʼ ὥσπερ οὗτος τῇ παραλίᾳ μέτρῳ χρώμενος ἐντεῦθεν ποιεῖται τὴν ἀρχήν, ἡγεμονικόν τι τὴν θάλατταν κρίνων πρὸς τὰς τοπογραφίας, ἐπεὶ ἄλλως γʼ ἐνεχώρει κατὰ τὴν Μακεδόνων καὶ Θετταλῶν τὴν ἀρχὴν ἀποφαίνεσθαι τῆς Ἑλλάδος· οὕτω καὶ ἡμῖν προσήκει ἀκολουθοῦσι τῇ φύσει τῶν τόπων σύμβουλον ποιεῖσθαι τὴν θάλατταν. αὕτη δʼ ἐκ τοῦ Σικελικοῦ πελάγους προσπεσοῦσα τῇ μὲν ἀναχεῖται πρὸς τὸν Κορινθιακὸν κόλπον, τῇ δʼ ἀποτελεῖ χερρόνησον μεγάλην τὴν Πελοπόννησον, ἰσθμῷ στενῷ κλειομένην. ἔστι δὲ τὰ δύο μέγιστα συστήματα τῆς Ἑλλάδος τό τε ἐντὸς Ἰσθμοῦ καὶ τὸ ἐκτὸς μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ· ἔστι δὲ καὶ μεῖζον καὶ ἐπιφανέστερον τὸ ἐντὸς Ἰσθμοῦ· σχεδὸν δέ τι καὶ ἀκρόπολίς ἐστιν ἡ Πελοπόννησος τῆς συμπάσης Ἑλλάδος […] χωρὶς γὰρ τῆς λαμπρότητος καὶ δυνάμεως τῶν ἐνοικησάντων ἐθνῶν αὐτὴ ἡ τῶν τόπων θέσις ὑπογράφει τὴν ἡγεμονίαν ταύτην, κόλποις τε καὶ ἄκραις πολλαῖς καὶ τοῖς σημειωδεστάτοις, χερρονήσοις μεγάλαις, διαπεποικιλμένη, ὧν ἐκ διαδοχῆς ἑτέρα τὴν ἑτέραν ἔχει. ἔστι δὲ πρώτη μὲν τῶν χερρονήσων ἡ Πελοπόννησος, ἰσθμῷ κλειομένη τετταράκοντα σταδίων. δευτέρα δὲ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμός ἐστιν ὁ ἐκ Παγῶν τῶν Μεγαρικῶν εἰς Νίσαιαν, τὸ Μεγαρέων ἐπίνειον, ὑπερβολῇ σταδίων ἑκατὸν εἴκοσιν ἀπὸ θαλάττης ἐπὶ θάλατταν. τρίτη δʼ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμὸς ἀπὸ τοῦ μυχοῦ τοῦ Κρισαίου κόλπου μέχρι Θερμοπυλῶν· ἡ δʼ ἐπινοουμένη εὐθεῖα γραμμὴ ὅσον πεντακοσίων ὀκτὼ σταδίων τὴν μὲν Βοιωτίαν ἅπασαν ἐντὸς ἀπολαμβάνουσα, τὴν δὲ Φωκίδα τέμνουσα λοξὴν καὶ τοὺς Ἐπικνημιδίους. τετάρτη δὲ ἡ ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου διὰ τῆς Οἴτης καὶ τῆς Τραχινίας εἰς τὸν Μαλιακὸν κόλπον καθήκοντα ἔχουσα τὸν ἰσθμὸν καὶ τὰς Θερμοπύλας, ὅσον ὀκτακοσίων ὄντα σταδίων· πλειόνων δʼ ἢ χιλίων ἄλλος ἐστὶν ἀπὸ τοῦ αὐτοῦ κόλπου τοῦ Ἀμβρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαῖον διήκων μυχόν. ὑπαγορεύει δή τινα τάξιν οὐ φαύλην ἡ τῶν χερρονήσων διαδοχή· δεῖ δʼ ἀπὸ τῆς ἐλαχίστης ἄρξασθαι, ἐπιφανεστάτης δέ.
According to Ephorus, Acarnania is the commencement of Greece on the west, for it is the first country which lies contiguous to the Epirotic nations. As this author follows the coast in his measurements, and begins from thence, considering the sea the most important guide of topographical description, (for otherwise he might have placed the beginning of Greece in Macedonia and Thessaly,) so ought I, observing the natural character of places, to keep in view the sea as a mark by which I should direct the course of my description.
The sea coming from Sicily spreads itself on one side towards the Corinthian Gulf, and on the other forms a large peninsula, the Peloponnesus, united to the main-land by a narrow isthmus.
The two largest bodies of country in Greece are that within the isthmus, and that without the isthmus, [extending to the mouths of the river Peneius]. That within the isthmas is however larger, and more celebrated. The Peloponnesus is, as it were, the acropolis or citadel of all Greece; and all Greece in a manner holds the chief or leading position in Europe. For independently of the fame and power of the nations which inhabited it, the position itself of the places in it suggests this superiority. One site succeeds another diversified with numerous most remarkable bays, and large peninsulas. The first of these peninsulas is the Peloponnesus, closed in by an isthmus of forty stadia in extent. The second comprehends the first, and has an isthmus reaching from Pagae in Megaris to Nisaea, which is the naval arsenal of the Megareans; the passage across the isthmus from sea to sea is 120 stadia.
The third peninsula also comprises the latter. Its isthmus extends from the farthest recess of the Crissaean Gulf to Thermopylae. The line supposed to be drawn between these is about 508 stadia in length, including within it the whole of Boeotia, and cutting Phocis and the country of the Epicnemidii obliquely. The fourth peninsula has the isthmus extending from the Ambracian Gulf through Mount Oeta and Traclinia to the Maliac Gulf and Thermopylae, about 800 stadia.
There is another isthmus of more than 1000 stadia reaching from the same Gulf of Ambracia, and passing through the country of the Thessalians and Macedonians to the recess of the Thermaean Gulf.
The succession of peninsulas furnishes a convenient order to be followed in describing the country.
We must begin from the smallest, as being also the most famous of these peninsulas.
ἔστι τοίνυν ἡ Πελοπόννησος ἐοικυῖα φύλλῳ πλατάνου τὸ σχῆμα, ἴση σχεδόν τι κατὰ μῆκος καὶ κατὰ πλάτος ὅσον χιλίων καὶ τετρακοσίων σταδίων, τὸ μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω, τοῦτο δʼ ἐστὶ τὸ ἀπὸ τοῦ Χελωνάτα διʼ Ὀλυμπίας καὶ τῆς Μεγαλοπολίτιδος ἐπὶ Ἰσθμόν· τὸ δʼ ἀπὸ τοῦ νότου πρὸς τὴν ἄρκτον, ὅ ἐστι τὸ ἀπὸ Μαλεῶν διʼ Ἀρκαδίας εἰς Αἴγιον· ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος· Ἀρτεμίδωρος δὲ καὶ τετρακοσίους προστίθησι· κατακολπίζοντι δὲ πλείους τῶν ἑξακοσίων ἐπὶ τοῖς πεντακισχιλίοις. ὁ δʼ Ἰσθμὸς κατὰ τὸν δίολκον, διʼ οὗ τὰ πορθμεῖα ὑπερνεωλκοῦσιν ἀπὸ τῆς ἑτέρας εἰς τὴν ἑτέραν θάλατταν, εἴρηται ὅτι τετταράκοντα σταδίων ἐστίν.
THE Peloponnesus resembles in figure the leaf of a plane tree. Its length and breadth are nearly equal, each about 1400 stadia. The former is reckoned from west to east, that is, from the promontory Chelonatas through Olympia and the territory Megalopolitis to the isthmus; the latter from south to north, or from Maliae though Arcadia to Aegium.
The circumference, according to Polybius, exclusive of the circuit of the bays, is 4000 stadia. Artemidorus however adds to this 400 stadia, and if we include the measure of the bays, it exceeds 5600 stadia. We have already said that the isthmus at the road where they draw vessels over-land from one sea to the other is 40 stadia across.
ἔχουσι δὲ τῆς χερρονήσου ταύτης τὸ μὲν ἑσπέριον μέρος Ἠλεῖοι καὶ Μεσσήνιοι, κλυζόμενοι τῷ Σικελικῷ πελάγει· προσλαμβάνουσι δὲ καὶ τῆς ἑκατέρωθεν παραλίας, ἡ μὲν Ἠλεία πρὸς ἄρκτον ἐπιστρέφουσα καὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου μέχρι ἄκρας Ἀράξου, καθʼ ἣν ἀντίπορθμός ἐστιν ἥ τε Ἀκαρνανία καὶ αἱ προκείμεναι νῆσοι, Ζάκυνθος καὶ Κεφαλληνία καὶ Ἰθάκη καὶ Ἐχινάδες, ὧν ἐστι καὶ τὸ Δουλίχιον· τῆς δὲ Μεσσηνίας τὸ πλέον ἀνεῳγμένον πρὸς νότον καὶ τὸ Λιβυκὸν πέλαγος μέχρι τῶν καλουμένων Θυρίδων πλησίον Ταινάρου. ἑξῆς δὲ μετὰ μὲν τὴν Ἠλείαν ἐστὶ τὸ τῶν Ἀχαιῶν ἔθνος πρὸς ἄρκτους βλέπον καὶ τῷ Κορινθιακῷ κόλπῳ παρατεῖνον, τελευτᾷ δʼ εἰς τὴν Σικυωνίαν· ἐντεῦθεν δὲ Σικυὼν καὶ Κόρινθος ἐκδέχεται μέχρι τοῦ Ἰσθμοῦ· μετὰ δὲ τὴν Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡ Ἀργεία, μέχρι τοῦ Ἰσθμοῦ καὶ αὕτη. κόλποι δʼ εἰσὶν ἐνταῦθα ὅ τε Μεσσηνιακὸς καὶ ὁ Λακωνικὸς καὶ τρίτος ὁ Ἀργολικός, τέταρτος δʼ ὁ Ἑρμιονικὸς καὶ Σαρωνικός (οἱ δὲ Σαλαμινιακὸν καλοῦσιν), ὧν τοὺς μὲν ἡ Λιβυκὴ τοὺς δʼ ἡ Κρητικὴ θάλαττα πληροῖ καὶ τὸ Μυρτῷον πέλαγος· τινὲς δὲ καὶ τὸν Σαρωνικὸν πόρον πέλαγος ὀνομάζουσι. μέση δʼ ἐστὶν ἡ Ἀρκαδία πᾶσιν ἐπικειμένη καὶ γειτνιῶσα τοῖς ἄλλοις ἔθνεσιν.
Eleians and Messenians occupy the western side of this peninsula. Their territory is washed by the Sicilian Sea. They possess the coast also on each side. Elis bends towards the north and the commencement of the Corinthian Gulf as far as the promontory Araxus, opposite to which across the strait is Acarnania; the islands Zacynthus, Cephallenia, Ithaca, and the Echinades, to which belongs Dulichium, lie in front of it. The greater part of Messenia is open to the south and to the Libyan Sea as far as the islands Thyrides near Taenarum.
Next to Elis, is the nation of the Achaei looking towards the north, and stretching along the Corinthian Gulf they terminate at Sicyonia. Then follow Sicyon and Corinth, extending as far as the isthmus. Next after Messenia are Laconia and Argeia, which latter country also reaches as far as the isthmus.
The bays of the Peloponnesus are the Messeniac, the Laconian, a third the Argolic, and a fourth the Hermionic, or the Saronic, which some writers call the Salaminiac bay. Some of these bays are supplied by the Libyan, others by the Cretan and Myrtoan Seas. Some call even the Saronic Gulf a sea. In the middle of Peloponnesus is Arcadia, lying contiguous to all the other nations.
ὁ δὲ Κορινθιακὸς κόλπος ἄρχεται μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Εὐήνου (τινὲς δέ φασιν τοῦ Ἀχελώου τοῦ ὁρίζοντος Ἀκαρνᾶνας καὶ τοὺς Αἰτωλοὺς) καὶ τοῦ Ἀράξου. ἐνταῦθα γὰρ πρῶτον ἀξιόλογον συναγωγὴν λαμβάνουσι πρὸς ἀλλήλας αἱ ἑκατέρωθεν ἀκταί· προϊοῦσαι δὲ πλέον τελέως συμπίπτουσι κατὰ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον, ὅσον δὴ πέντε σταδίων ἀπολείπουσαι πορθμόν. ἔστι δὲ τὸ μὲν Ῥίον τῶν Ἀχαιῶν ἁλιτενὴς ἄκρα, δρεπανοειδῆ τινα ἐπιστροφὴν εἰς τὸ ἐντὸς ἔχουσα· καὶ δὴ καὶ καλεῖται Δρέπανον· κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Αἰγίου Ποσειδῶνος ἱερὸν ἔχουσα· τὸ δʼ Ἀντίρριον ἐν μεθορίοις τῆς Αἰτωλίας καὶ τῆς Λοκρίδος ἵδρυται, καλοῦσι δὲ Μολύκριον Ῥίον. εἶτʼ ἐντεῦθεν διίσταται πάλιν ἡ παραλία μετρίως ἑκατέρωθεν, προελθοῦσα δʼ εἰς τὸν Κρισαῖον κόλπον ἐνταῦθα τελευτᾷ, κλειομένη τοῖς προσεσπερίοις τῆς Βοιωτίας καὶ τῆς Μεγαρικῆς τέρμοσιν. ἔχει δὲ τὴν περίμετρον ὁ Κορινθιακὸς κόλπος ἀπὸ μὲν τοῦ Εὐήνου μέχρι Ἀράξου σταδίων δισχιλίων διακοσίων τριάκοντα· εἰ δʼ ἀπὸ τοῦ Ἀχελώου, πλεονάζοι ἂν ἑκατόν που σταδίοις. ἀπὸ μέντοι Ἀχελώου ἐπὶ τὸν Εὔηνον Ἀκαρνᾶνές εἰσιν, εἶθʼ ἑξῆς ἐπὶ τὸ Ἀντίρριον Αἰτωλοί, τὸ δὲ λοιπὸν μέχρι Ἰσθμοῦ Φωκέων ἐστὶ καὶ Βοιωτῶν καὶ τῆς Μεγαρίδος, στάδιοι χίλιοι ἑκατὸν εἴκοσι δυεῖν δέοντες· ἡ δὲ ἀπὸ τοῦ Ἀντιρρίου μέχρι Ἰσθμοῦ θάλαττα […] Ἀλκυονὶς καλεῖται, μέρος οὖσα τοῦ Κρισαίου κόλπου· ἀ Ἰσθμοῦ ἐπὶ τὸν Ἄραξον τριάκοντα ἐπὶ τοῖς . ὡς μὲν δὴ τύπῳ εἰπεῖν τοιαύτη τις καὶ τοσαύτη ἡ τῆς Πελοποννήσου θέσις καὶ τῆς ἀντιπόρθμου γῆς μέχρι τοῦ μυχοῦ, τοιοῦτος δὲ καὶ ὁ μεταξὺ ἀμφοῖν κόλπος. εἶτα καθʼ ἕκαστα ἐροῦμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Ἠλείας ποιησάμενοι.
The Corinthian Gulf begins from the mouths of the Evenus, (some say from the mouths of the Achelous, which is the boundary between the Acarnanes and Aetoli,) and from the promontory Araxus. For there the shores on both sides first begin to contract, and have a considerable inclination towards each other; as they advance farther onwards they nearly meet at Rhium and Antirrhium, leaving a channel of only about 5 stadia between them.
Rhium is a promontory of Achaia, it is low, and bends inwards like a sickle, (indeed it has the name of Drepanum, or the Sickle,) and lies between Patrae and Aegium, on it there is a temple of Neptune. Antirrhium is situated on the confines of Aetolia and Locris. It is called Rhium Molycrium. From this point the sea-shore again parts in a moderate degree on each side, and advancing into the Crissaean Gulf, terminates there, being shut in by the western boundaries of Boeotia and Megaris.
The Corinthian Gulf is 2230 stadia in circuit from the river Evenus to the promontory Araxus; and if we reckon from the Achelous, it would be increased by about 100 stadia.
The tract from the Achelous to the Evenus is occupied by Acarnanians; next are the Aetoli, reaching to the Cape Antirrhium. The remainder of the country, as far as the isthmus, is occupied by Phocis, Boeotia, and by Megaris, it extends 1118 stadia.
The sea from Cape Antirrhium as far as the isthmus is [the Crissaean Gulf, but from the city Creusa it is called the Sea of] Alcyonis, and is a portion of the Crissaean Gulf. From the isthmus to the promontory Araxus is a distance of 1030 stadia.
Such in general then is the nature and extent of the Peloponnesus, and of the country on the other side of the strait up to the farther recess of the gulf. Such also is the nature of the gulf between both.
We shall next describe each country in particular, beginning with Elis.