ἐφεξῆς δὲ τὸ στόμα τοῦ Ἀμβρακικοῦ κόλπου· τούτου δὲ τοῦ κόλπου τὸ μὲν στόμα μικρῷ τοῦ τετρασταδίου μεῖζον, ὁ δὲ κύκλος καὶ τριακοσίων σταδίων, εὐλίμενος δὲ πᾶς. οἰκοῦσι δὲ τὰ μὲν ἐν δεξιᾷ εἰσπλέουσι τῶν Ἑλλήνων Ἀκαρνᾶνες· καὶ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος ἐνταῦθά ἐστι πλησίον τοῦ στόματος, λόφος τις ἐφʼ ᾧ ὁ νεώς, καὶ ὑπʼ αὐτῷ πεδίον ἄλσος ἔχον καὶ νεώρια, ἐν οἷς ἀνέθηκε Καῖσαρ τὴν δεκαναΐαν ἀκροθίνιον, ἀπὸ μονοκρότου μέχρι δεκήρους· ὑπὸ πυρὸς δʼ ἠφανίσθαι καὶ οἱ νεώσοικοι λέγονται καὶ τὰ πλοῖα· ἐν ἀριστερᾷ δὲ ἡ Νικόπολις καὶ τῶν Ἠπειρωτῶν οἱ Κασσωπαῖοι μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀμβρακίαν· ὑπέρκειται δὲ αὕτη τοῦ μυχοῦ μικρόν, Γόργου τοῦ Κυψέλου κτίσμα· παραρρεῖ δʼ αὐτὴν ὁ Ἄρατθος ποταμὸς ἀνάπλουν ἔχων ἐκ θαλάττης εἰς αὐτὴν ὀλίγων σταδίων, ἀρχόμενος ἐκ Τύμφης ὄρους καὶ τῆς Παρωραίας. ηὐτύχει μὲν οὖν καὶ πρότερον ἡ πόλις αὕτη διαφερόντως (τὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν ὁ κόλπος), μάλιστα δʼ ἐκόσμησεν αὐτὴν Πύρρος βασιλείῳ χρησάμενος τῷ τόπῳ· Μακεδόνες δʼ ὕστερον καὶ Ῥωμαῖοι καὶ ταύτην καὶ τὰς ἄλλας κατεπόνησαν τοῖς συνεχέσι πολέμοις διὰ τὴν ἀπείθειαν, ὥστε τὸ τελευταῖον ὁ Σεβαστὸς ὁρῶν ἐκλελειμμένας τελέως τὰς πόλεις εἰς μίαν συνῴκισε τὴν ὑπʼ αὐτοῦ κληθεῖσαν Νικόπολιν ἐν τῷ κόλπῳ τούτῳ, ἐκάλεσε δʼ ἐπώνυμον τῆς νίκης, ἐν ᾗ κατεναυμάχησεν Ἀντώνιον πρὸ τοῦ στόματος τοῦ κόλπου καὶ τὴν Αἰγυπτίων βασίλισσαν Κλεοπάτραν παροῦσαν ἐν τῷ ἀγῶνι καὶ αὐτήν. ἡ μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθʼ ἡμέραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν λαφύρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δʼ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος. ἀποδέδεικται δʼ ὁ ἀγὼν Ὀλύμπιος, τὰ Ἄκτια, ἱερὸς τοῦ Ἀκτίου Ἀπόλλωνος, τὴν δʼ ἐπιμέλειαν ἔχουσιν αὐτοῦ Λακεδαιμόνιοι. αἱ δʼ ἄλλαι κατοικίαι περιπόλιοι τῆς Νικοπόλεώς εἰσιν. ἤγετο δὲ καὶ πρότερον τὰ Ἄκτια τῷ θεῷ, στεφανίτης ἀγών, ὑπὸ τῶν περιοίκων· νυνὶ δʼ ἐντιμότερον ἐποίησεν ὁ Καῖσαρ.
Then follows the entrance of the Ambracian Gulf, which is a little more than four stadia in width. The circuit of the gulf is 400 stadia, and the whole has good harbours. On sailing into it, on the right hand are the Acarnanes, who are Greeks; and here near the entrance of the gulf is a temple of Apollo Actius, situated on an eminence; in the plain below is a sacred grove, and a naval station. Here Augustus Caesar dedicated as offerings one-tenth of the vessels taken in war, from vessels of one bank to vessels of ten banks of oars. The vessels, and the buildings destined for their reception, were destroyed, it is said, by fire.
On the left hand are Nicopolis, and the Cassopaei, a tribe of the Epirotae, extending as far as the recess of the gulf at Ambracia. Ambracia is situated a little above the recess of the bay, and was founded by Gorgus, (Torgus, Tolgus,) the son of Cypselus. The river Arathus flows beside it, which may be navigated up the stream to the city, a distance of a few stadia. It rises in Mount Tymphe, and the Paroraea. This city was formerly in a very flourishing condition, and hence the gulf received its name from the city. Pyrrhus, however, embellished it more than any other person, and made it a royal residence. In later times, the Macedonians and Romans harassed this and other cities by continual wars, caused by the refractory disposition of the inhabitants, so that Augustus, at length perceiving that these cities were entirely deserted, collected their remaining inhabitants into one city, which he called Nicopolis, situated upon the gulf. He called it after the victory which he obtained in front of the gulf, over Antony, and Cleopatra, the queen of Egypt, who was present in the engagement.
Nicopolis is well peopled, and is improving every day. It has a large territory, and is adorned with the spoils of war. In the suburbs is a sacred enclosure; part of it is a grove, containing a gymnasium and a stadium, intended for the celebration of quinquennial games; the other part, on a rising ground overhanging the grove, is sacred to Apollo. The Olympian game, called the Actia, is instituted there in honour of Apollo Actius. It is under the superintendence of the Lacedaemonians. The other surrounding settlements are dependent on Nicopolis. The Actian games were formerly celebrated in honour of the god by the neighbouring people; it was a contest in which the victor was crowned; but Caesar has conferred on it greater honours.
μετὰ δὲ τὴν Ἀμβρακίαν τὸ Ἄργος ἐστὶ τὸ Ἀμφιλοχικόν, κτίσμα Ἀλκμαίωνος καὶ τῶν παίδων. Ἔφορος μὲν οὖν φησὶ τὸν Ἀλκμαίωνα μετὰ τὴν Ἐπιγόνων ἐπὶ τὰς Θήβας στρατείαν παρακληθέντα ὑπὸ Διομήδους συνελθεῖν εἰς Αἰτωλίαν αὐτῷ καὶ συγκατακτήσασθαι ταύτην τε καὶ τὴν Ἀκαρνανίαν· καλοῦντος δʼ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος, τὸν μὲν Διομήδη πορευθῆναι, τὸν δʼ Ἀλκμαίωνα μείναντα ἐν τῇ Ἀκαρνανίᾳ τὸ Ἄργος κτίσαι, καλέσαι δʼ Ἀμφιλοχικὸν ἐπώνυμον τοῦ ἀδελφοῦ, Ἴναχον δὲ τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσαγορεῦσαι. Θουκυδίδης δέ φησιν αὐτὸν Ἀμφίλοχον μετὰ τὴν ἐκ Τροίας ἐπάνοδον δυσαρεστοῦντα τοῖς ἐν Ἄργει παρελθεῖν εἰς τὴν Ἀκαρνανίαν, διαδεξάμενον δὲ τὴν τἀδελφοῦ δυναστείαν κτίσαι τὴν πόλιν ἐπώνυμον ἑαυτοῦ.
After Ambracia follows the Amphilochian Argos, founded by Alcmaeon and his sons. According to Ephorus, Alcmaeon, after the expedition of the Epigoni against Thebes, upon the solicitation of Diomed, accompanied him in his invasion of Aetolia, and obtained joint possession of this country and of Acarnania. When Agamemnon invited them to come to the siege of Troy, Diomed went, but Alcmaeon remained in Acarnania, founded Argos, and gave it the name Amphilochian, after his brother Amphilochus. On the same authority the river Inachus, which flows through the country and empties itself into the bay, received its name from the river in the Argive territory. Thucydides, however, says that Amphilochus himself, upon his return from Troy, dissatisfied with the state of things at Argos, passed over into Acarnania, and having succeeded to the dynasty of his brother, founded the city which is called after his name.