λοιπὴ δʼ ἐστὶ τῆς Εὐρώπης ἡ ἐντὸς Ἴστρου καὶ τῆς κύκλῳ θαλάττης, ἀρξαμένη ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδριατικοῦ μέχρι τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου, ἐν ᾗ ἔστιν ἥ τε Ἑλλὰς καὶ τὰ τῶν Μακεδόνων καὶ τῶν Ἠπειρωτῶν ἔθνη καὶ τὰ ὑπὲρ τούτων πρὸς τὸν Ἴστρον καθήκοντα καὶ πρὸς τὴν ἐφʼ ἑκάτερα θάλατταν τήν τε Ἀδριατικὴν καὶ τὴν Ποντικήν, πρὸς μὲν τὴν Ἀδριατικὴν τὰ Ἰλλυρικά, πρὸς δὲ τὴν ἑτέραν μέχρι Προποντίδος καὶ Ἑλλησπόντου τὰ Θρᾴκια καὶ εἴ τινα τούτοις ἀναμέμικται Σκυθικὰ ἢ Κελτικά. δεῖ δʼ ἀπὸ τοῦ Ἴστρου τὴν ἀρχὴν ποιήσασθαι τὰ ἐφεξῆς λέγοντας τοῖς περιοδευθεῖσι τόποις· ταῦτα δʼ ἔστι τὰ συνεχῆ τῇ Ἰταλίᾳ τε καὶ ταῖς Ἄλπεσι καὶ Γερμανοῖς καὶ Δακοῖς καὶ Γέταις. δίχα δʼ ἄν τις καὶ ταῦτα διέλοι· τρόπον γάρ τινα τῷ Ἴστρῳ παράλληλά ἐστι τά τε Ἰλλυρικὰ καὶ τὰ Παιονικὰ καὶ τὰ Θρᾴκια ὄρη, μίαν πως γραμμὴν ἀποτελοῦντα διήκουσαν ἀπὸ τοῦ Ἀδρίου μέχρι πρὸς τὸν Πόντον· ἧς προσάρκτια μέν ἐστι μέρη τὰ μεταξὺ τοῦ Ἴστρου καὶ τῶν ὀρῶν, πρὸς νότον δʼ ἥ τε Ἑλλὰς καὶ ἡ συνεχὴς βάρβαρος μέχρι τῆς ὀρεινῆς. πρὸς μὲν οὖν τῷ Πόντῳ τὸ Αἷμον ἔστιν ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν τὴν Θρᾴκην· ἀφʼ οὗ φησι Πολύβιος ἀμφοτέρας καθορᾶσθαι τὰς θαλάττας, οὐκ ἀληθῆ λέγων· καὶ γὰρ τὸ διάστημα μέγα τὸ πρὸς τὸν Ἀδρίαν καὶ τὰ ἐπισκοτοῦντα πολλά. πρὸς δὲ τῷ Ἀδρίᾳ πᾶσα ἡ Ἀρδία σχεδόν τι, μέση δʼ ἡ Παιονία καὶ αὐτὴ πᾶσα ὑψηλή. ἐφʼ ἑκάτερα δʼ αὐτῆς ἐπὶ μὲν τὰ Θρᾴκια ἡ Ῥοδόπη ὁμορεῖ, ὑψηλότατον ὄρος μετὰ τὸν Αἷμον, ἐπὶ δὲ θάτερα πρὸς ἄρκτον τὰ Ἰλλυρικὰ ἥ τε τῶν Αὐταριατῶν χώρα καὶ ἡ Δαρδανική. λέγωμεν δὴ τὰ Ἰλλυρικὰ πρῶτα συνάπτοντα τῷ τε Ἴστρῳ καὶ ταῖς Ἄλπεσιν, αἳ κεῖνται μεταξὺ τῆς Ἰταλίας καὶ τῆς Γερμανίας, ἀρξάμεναι ἀπὸ τῆς λίμνης τῆς κατὰ τοὺς Ὀυινδολικοὺς καὶ Ῥαιτοὺς καὶ Ἑλουηττίους.
THERE remains to be described that part of Europe included between the Danube and the sea which surrounds it, beginning from the inner recess of the Adriatic, and extending to the Sacred mouth of the Danube.
This part contains Greece, Macedonia, Epirus, and the people who live above them, extending to the Danube and to the two seas (the Adriatic and the Euxine Sea) on each side. On the Adriatic are the Illyrians; on the Euxine Sea, as far as the Propontis and Hellespont, are the Thracians, and the Scythian or Keltic tribes intermixed with them. We must begin from the Danube, and treat of the countries which follow next in order to those already described, that is to say, the parts contiguous to Italy, the Alps, the Germans, the Dacians, and the Getae.
These may be divided into two parts. For the mountains of Illyria, Paeonia, and Thrace, may be considered as forming, as it were, a single line, parallel to the Danube, and extending from the Adriatic to the Euxine. To the north of this line is the country included between the Danube and the mountains. To the south is Greece and the barbarous tract contiguous to these mountains.
Near the Euxine Sea is Mount Haemus, the largest and the highest of the mountains in that quarter, and divides Thrace nearly in the middle. According to Polybius, both seas may be seen from this mountain; but he is mistaken, for the distance to the Adriatic is considerable, and many things obstruct the view.
Almost the whole of Ardia lies near the Adriatic, Paeonia is in the middle, and all this country consists of elevated ground. On the side towards Thrace, it is bounded by Rhodope, a mountain next in height to Haemus; on the other side to the north is Illyria, and the country of the Autariatae, and Dardania.
I shall first describe Illyria, which approaches close to the Danube, and to the Alps which lie between Italy and Germany, taking their commencement from the lake in the territory of the Vindelici, Rhaeti, and Helvetii.
μέρος μὲν δή τι τῆς χώρας ταύτης ἠρήμωσαν οἱ Δακοὶ καταπολεμήσαντες Βοίους καὶ Ταυρίσκους, ἔθνη Κελτικὰ τὰ ὑπὸ Κριτασίρῳ, φάσκοντες εἶναι τὴν χώραν σφετέραν, καίπερ ποταμοῦ διείργοντος τοῦ Παρίσου, ῥέοντος ἀπὸ τῶν ὀρῶν ἐπὶ τὸν Ἴστρον κατὰ τοὺς Σκορδίσκους καλουμένους Γαλάτας· καὶ γὰρ οὗτοι τοῖς Ἰλλυρικοῖς ἔθνεσι καὶ τοῖς Θρᾳκίοις ἀναμὶξ ᾤκησαν· ἀλλʼ ἐκείνους μὲν οἱ Δακοὶ κατέλυσαν, τούτοις δὲ καὶ συμμάχοις ἐχρήσαντο πολλάκις. τὸ δὲ λοιπὸν ἔχουσι Παννόνιοι μέχρι Σεγεστικῆς καὶ Ἴστρου πρὸς ἄρκτον καὶ ἕω· πρὸς δὲ τἆλλα μέρη ἐπὶ πλέον διατείνουσιν. ἡ δὲ Σεγεστικὴ πόλις ἐστὶ Παννονίων ἐν συμβολῇ ποταμῶν πλειόνων, ἁπάντων πλωτῶν, εὐφυὲς ὁρμητήριον τῷ πρὸς Δακοὺς πολέμῳ· ὑποπέπτωκε γὰρ ταῖς Ἄλπεσιν, αἳ διατείνουσι μέχρι τῶν Ἰαπόδων, Κελτικοῦ τε ἅμα καὶ Ἰλλυρικοῦ ἔθνους· ἐντεῦθεν δὲ καὶ ποταμοὶ ῥέουσι πολλοὶ καταφέροντες εἰς αὐτὴν τόν τε ἄλλον καὶ τὸν ἐκ τῆς Ἰταλίας φόρτον. εἰς γὰρ Ναύπορτον ἐξ Ἀκυληίας ὑπερτιθεῖσι τὴν Ὄκραν εἰσὶ στάδιοι τριακόσιοι πεντήκοντα, εἰς ἣν αἱ ἁρμάμαξαι κατάγονται, τῶν Ταυρίσκων οὖσαν κατοικίαν· ἔνιοι δὲ πεντακοσίους φασίν. ἡ δʼ Ὄκρα ταπεινότατον μέρος τῶν Ἄλπεών ἐστι τῶν διατεινουσῶν ἀπὸ τῆς Ῥαιτικῆς μέχρι Ἰαπόδων· ἐντεῦθεν δʼ ἐξαίρεται τὰ ὄρη πάλιν ἐν τοῖς Ἰάποσι καὶ καλεῖται Ἄλβια. ὁμοίως δὲ καὶ ἐκ Τεργέστε κώμης Καρνικῆς ὑπέρθεσίς ἐστι διὰ τῆς Ὄκρας εἰς ἕλος Λούγεον καλούμενον. πλησίον δὲ τοῦ Ναυπόρτου ποταμός ἐστι Κορκόρας ὁ δεχόμενος τὰ φορτία· οὗτος μὲν οὖν εἰς τὸν Σάβον ἐμβάλλει, ἐκεῖνος δʼ εἰς τὸν Δράβον, ὁ δὲ εἰς τὸν Νόαρον κατὰ τὴν Σεγεστικήν. ἐντεῦθεν δʼ ἤδη ὁ Νόαρος πλήθει προσλαβὼν τὸν διὰ τῶν Ἰαπόδων ῥέοντα ἐκ τοῦ Ἀλβίου ὄρους Κόλαπιν συμβάλλει τῷ Δανουίῳ κατὰ τοὺς Σκορδίσκους. ὁ δὲ πλοῦς τὰ πολλὰ τοῖς ποταμοῖς ἐπὶ τὰς ἄρκτους ἐστίν· ὁδὸς δʼ ἀπὸ Τεργέστε ἐπὶ τὸν Δανούιον σταδίων ὅσον χιλίων καὶ διακοσίων. ἐγγὺς δὲ τῆς Σεγεστικῆς ἐστι καὶ ἡ Σισκία φρούριον καὶ Σίρμιον ἐν ὁδῷ κείμεναι τῇ εἰς Ἰταλίαν.
The Daci depopulated a part of this country in their wars with the Boii and Taurisci, Keltic tribes whose chief was Critasirus. The Daci claimed the country, although it was separated from them by the river Parisus, which flows from the mountains to the Danube, near the Galatae Scordisci, a people who lived intermixed with the Illyrian and the Thracian tribes. The Illyrians were destroyed by the Daci, while the Scordisci were frequently their allies.
The rest of the country as far as Segestica, and the Danube, towards the north and east, is occupied by Pannonii, but they extend farther in an opposite direction. The city Segestica, belonging to the Pannonii, is situated at the confluence of several rivers, all of which are navigable. It is in a convenient situation for carrying on war against the Daci, for it lies at the foot of the Alps, which extend to the Iapodes, a mixed Keltic and Illyrian tribe. Thence also flow the rivers by which is conveyed to Segestica a great quantity of merchandise, and among the rest, commodities from Italy. The distance from Aquileia to Nauportus, a settlement of the Taurisci, across the mountain Ocra, is 350, or, according to some writers, 500 stadia. Merchandise is transported to Nauportus in waggons. The Ocra is the lowest part of the Alps, which extend from Rhaetica to the Iapodes, where the mountains rise again, and are called Albii. From Tergeste, a village of the Carni, there is a pass across and through the Ocra to a marsh called Lugeum. A river, the Corcoras, flows near Nauportus, and conveys the merchandise from that place. It discharges itself into the Save, and this latter river into the Drave; the Drave again into the Noarus at Segestica. Here the Noarus, having received the Colapis as it descends in its full stream from the mountain Albius through the Iapodes, enters the Danube among the Scordisci. The navigation on the rivers is in general towards the north. The journey from Tergeste to the Danube is about 1200 stadia. Near Segestica is Siscia, a strong-hold, and Sirmium, both situated on the road to Italy.