εἰρηκόσι δʼ ἡμῖν περὶ τῆς Ἰβηρίας καὶ τῶν Κελτικῶν ἐθνῶν καὶ τῶν Ἰταλικῶν σὺν ταῖς πλησίον νήσοις ἐφεξῆς ἂν εἴη λέγειν τὰ λειπόμενα τῆς Εὐρώπης μέρη, διελοῦσι τὸν ἐνδεχόμενον τρόπον. λείπεται δὲ τὰ πρὸς ἕω μὲν τὰ πέραν τοῦ Ῥήνου μέχρι τοῦ Τανάιδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, καὶ ὅσα μεταξὺ τοῦ Ἀδρίου καὶ τῶν ἀριστερῶν τῆς Ποντικῆς θαλάττης μερῶν ἀπολαμβάνει πρὸς νότον μέχρι τῆς Ἑλλάδος καὶ τῆς Προποντίδος ὁ Ἴστρος· διαιρεῖ γὰρ οὗτος ἅπασαν ὡς ἐγγυτάτω δίχα τὴν λεχθεῖσαν γῆν, μέγιστος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν, ῥέων πρὸς νότον κατʼ ἀρχάς, εἶτʼ ἐπιστρέφων εὐθὺς ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολὴν καὶ τὸν Πόντον. ἄρχεται μὲν οὖν ἀπὸ τῶν Γερμανικῶν ἄκρων τῶν ἑσπερίων, πλησίον δὲ καὶ τοῦ μυχοῦ τοῦ Ἀδριατικοῦ, διέχων αὐτοῦ περὶ χιλίους σταδίους· τελευτᾷ δʼ εἰς τὸν Πόντον οὐ πολὺ ἄπωθεν τῶν τοῦ Τύρα καὶ τοῦ Βορυσθένους ἐκβολῶν, ἐκκλίνων πως πρὸς ἄρκτους. προσάρκτια μὲν οὖν ἐστι τῷ Ἴστρῳ τὰ πέραν τοῦ Ῥήνου καὶ τῆς Κελτικῆς· ταῦτα δʼ ἐστὶ τά τε Γαλατικὰ ἔθνη καὶ τὰ Γερμανικὰ μέχρι Βασταρνῶν καὶ Τυρεγετῶν καὶ τοῦ ποταμοῦ τοῦ Βορυσθένους, καὶ ὅσα μεταξὺ τούτου καὶ Τανάιδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος εἴς τε τὴν μεσόγαιαν ἀνατείνει μέχρι τοῦ ὠκεανοῦ καὶ τῇ Ποντικῇ κλύζεται θαλάττῃ· μεσημβρινὰ δὲ τά τε Ἰλλυρικὰ καὶ τὰ Θρᾴκια καὶ ὅσα τούτοις ἀναμέμικται τῶν Κελτικῶν ἤ τινων ἄλλων, μέχρι τῆς Ἑλλάδος. λέγωμεν δὲ πρῶτον περὶ τῶν ἐκτὸς τοῦ Ἴστρου· πολὺ γὰρ ἁπλούστερα τῶν ἐπὶ θάτερα μερῶν ἐστιν.
WE have described Spain and the Keltic nations, together with Italy and the islands adjacent, and must now speak of the remaining portions of Europe, dividing it in the best way we can. That which remains is, on the east, all the country beyond the Rhine, as far as the Don and the mouth of the Sea of Azof; and, on the south, that which the Danube bounds, lying between the Adriatic and the left shores of the Euxine, as far as Greece and the Sea of Marmora, for the Danube, which is the largest of the rivers of Europe, divides the whole territory of which we have spoken, into two portions. This river from its commencement flows southwards, then, making a sudden turn, continues its course from west to east, which [terminates] in the Euxine Sea. It takes its rise in the western confines of Germany, not far from the head of the Adriatic, being distant from it about 1000 stadia, and falls into the Euxine near the mouths of the Dniester and the Dnieper, inclining a little towards the north. Thus the countries beyond the Rhine and Keltica are situated to the north of the Danube, and are occupied by the Galatic and German tribes, as far as the territory of the Bastarnae, the Tyregetae, and the river Dnieper; so also is the country situated between the Dnieper, the Don, and the mouth of the Sea of Azof, which on one side stretches back as far as the [Northern] Ocean, and on another is washed by the Euxine. To the south of the Danube are situated the people of Illyria and Thrace, and mixed with them certain tribes of Kelts and other races, extending as far as Greece.
We will first speak of those nations to the north of the Danube, for their history is less involved than that of the tribes situated on the other side of the river.
εὐθὺς τοίνυν τὰ πέραν τοῦ Ῥήνου μετὰ τοὺς Κελτοὺς πρὸς τὴν ἕω κεκλιμένα Γερμανοὶ νέμονται, μικρὸν ἐξαλλάττοντες τοῦ Κελτικοῦ φύλου τῷ τε πλεονασμῷ τῆς ἀγριότητος καὶ τοῦ μεγέθους καὶ τῆς ξανθότητος, τἆλλα δὲ παραπλήσιοι καὶ μορφαῖς καὶ ἤθεσι καὶ βίοις ὄντες, οἵους εἰρήκαμεν τοὺς Κελτούς. διὸ δὴ καί μοι δοκοῦσι Ῥωμαῖοι τοῦτο αὐτοῖς θέσθαι τοὔνομα ὡς ἂν γνησίους Γαλάτας φράζειν βουλόμενοι· γνήσιοι γὰρ οἱ Γερμανοὶ κατὰ τὴν Ῥωμαίων διάλεκτον.
Next after the Keltic nations come the Germans who inhabit the country to the east beyond the Rhine; and these differ but little from the Keltic race, except in their being more fierce, of a larger stature, and more ruddy in countenance; but in every other respect, their figure, their customs and manners of life, are such as we have related of the Kelts. The Romans therefore, I think, have very appositely applied to them the name Germani, as signifying genuine; for in the Latin language Germani signifies genuine.
ἔστι δὲ τὰ μὲν πρῶτα μέρη τῆς χώρας ταύτης τὰ πρὸς τῷ Ῥήνῳ μέχρι τῶν ἐκβολῶν ἀπὸ τῆς πηγῆς ἀρξαμένοις· σχεδὸν δέ τι καὶ τοῦτʼ ἔστι τὸ ἑσπέριον τῆς χώρας πλάτος, ἡ ποταμία πᾶσα. ταύτης δὲ τὰ μὲν εἰς τὴν Κελτικὴν μετήγαγον Ῥωμαῖοι, τὰ δʼ ἔφθη μεταστάντα εἰς τὴν ἐν βάθει χώραν, καθάπερ Μαρσοί· λοιποὶ δʼ εἰσὶν ὀλίγοι καὶ τῶν Σουγάμβρων μέρος. μετὰ δὲ τοὺς παραποταμίους τἆλλά ἐστιν ἔθνη τὰ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Ἄλβιος ποταμοῦ, ὃς παράλληλός πως ἐκείνῳ ῥεῖ πρὸς τὸν ὠκεανόν, οὐκ ἐλάττω χώραν διεξιὼν ἤπερ ἐκεῖνος. εἰσὶ δὲ μεταξὺ καὶ ἄλλοι ποταμοὶ πλωτοὶ (ὧν ἐν τῷ Ἀμασίᾳ Δροῦσος Βρουκτέρους κατεναυμάχησε), ῥέοντες ὡσαύτως ἀπὸ νότου πρὸς βορρᾶν καὶ τὸν ὠκεανόν. ἐξῆρται γὰρ ἡ χώρα πρὸς νότον καὶ συνεχῆ ταῖς Ἄλπεσι ποιεῖ ῥάχιν τινὰ πρὸς ἕω τεταμένην, ὡς ἂν μέρος οὖσαν τῶν Ἄλπεων· καὶ δὴ καὶ ἀπεφήναντό τινες οὕτως διά τε τὴν λεχθεῖσαν θέσιν καὶ διὰ τὸ τὴν αὐτὴν ὕλην ἐκφέρειν· οὐ μὴν ἐπὶ τοσοῦτό γε ὕψος ἀνίσχει τὰ ταύτῃ ὄρη. ἐνταῦθα δʼ ἐστὶν ὁ Ἑρκύνιος δρυμὸς καὶ τὰ τῶν Σοήβων ἔθνη, τὰ μὲν οἰκοῦντα ἐντὸς τοῦ δρυμοῦ, ἐν οἷς ἐστι καὶ τὸ Βουίαιμον τὸ τοῦ Μαροβόδου βασίλειον, εἰς ὃν ἐκεῖνος τόπον ἄλλους τε μετανέστησε πλείους καὶ δὴ καὶ τοὺς ὁμοεθνεῖς ἑαυτῷ Μαρκομμάνους. ἐπέστη γὰρ τοῖς πράγμασιν οὗτος ἐξ ἰδιώτου μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον· νέος γὰρ ἦν ἐνθάδε καὶ εὐεργετεῖτο ὑπὸ τοῦ Σεβαστοῦ, ἐπανελθὼν δὲ ἐδυνάστευσε καὶ κατεκτήσατο πρὸς οἷς εἶπον Λουγίους τε, μέγα ἔθνος, καὶ Ζούμους καὶ Γούτωνας καὶ Μουγίλωνας καὶ Σιβίνους καὶ τῶν Σοήβων αὐτῶν μέγα ἔθνος, Σέμνωνας. πλὴν τά γε τῶν Σοήβων, ὡς ἔφην, ἔθνη τὰ μὲν ἐντὸς οἰκεῖ, τὰ δὲ ἐκτὸς τοῦ δρυμοῦ, ὅμορα τοῖς Γέταις. μέγιστον μὲν οὖν τὸ τῶν Σοήβων ἔθνος· διήκει γὰρ ἀπὸ τοῦ Ῥήνου μέχρι τοῦ Ἄλβιος· μέρος δέ τι αὐτῶν καὶ πέραν τοῦ Ἄλβιος νέμεται, καθάπερ Ἑρμόνδοροι καὶ Λαγκόβαρδοι· νυνὶ δὲ καὶ τελέως εἰς τὴν περαίαν οὗτοί γε ἐκπεπτώκασι φεύγοντες. κοινὸν δʼ ἐστὶν ἅπασι τοῖς ταύτῃ τὸ περὶ τὰς μεταναστάσεις εὐμαρὲς διὰ τὴν λιτότητα τοῦ βίου καὶ διὰ τὸ μὴ γεωργεῖν μηδὲ θησαυρίζειν, ἀλλʼ ἐν καλυβίοις οἰκεῖν ἐφήμερον ἔχουσι παρασκευήν· τροφὴ δʼ ἀπὸ τῶν θρεμμάτων ἡ πλείστη καθάπερ τοῖς νομάσιν, ὥστʼ ἐκείνους μιμούμενοι τὰ οἰκεῖα ταῖς ἁρμαμάξαις ἐπάραντες ὅπῃ ἂν δόξῃ τρέπονται μετὰ τῶν βοσκημάτων. ἄλλα δʼ ἐνδεέστερά ἐστιν ἔθνη Γερμανικὰ Χηροῦσκοί τε καὶ Χάττοι καὶ Γαμαβρίουιοι καὶ Χαττουάριοι· πρὸς δὲ τῷ ὠκεανῷ Σούγαμβροί τε καὶ Χαῦβοι καὶ Βρούκτεροι καὶ Κίμβροι Καῦκοί τε καὶ Καοῦλκοι καὶ Καμψιανοὶ καὶ ἄλλοι πλείους. ἐπὶ ταὐτὰ δὲ τῷ Ἀμασίᾳ φέρονται Βίσουργίς τε καὶ Λουπίας ποταμός, διέχων Ῥήνου περὶ ἑξακοσίους σταδίους, ῥέων διὰ Βρουκτέρων τῶν ἐλαττόνων. ἔστι δὲ καὶ Σάλας ποταμός, οὗ μεταξὺ καὶ τοῦ Ῥήνου πολεμῶν καὶ κατορθῶν Δροῦσος ἐτελεύτησεν ὁ Γερμανικός. ἐχειρώσατο δʼ οὐ μόνον τῶν ἐθνῶν τὰ πλεῖστα, ἀλλὰ καὶ τὰς ἐν τῷ παράπλῳ νήσους, ὧν ἐστι καὶ ἡ Βυρχανίς, ἣν ἐκ πολιορκίας εἷλε.
The first division of this country is the land extending along the Rhine from its source to its embouchure. Indeed, the valley of that river extends nearly as far as the whole breadth of Germany on the west. Of the people who occupied this country, some have been transplanted by the Romans into Keltica, the others have retired to the interior, as the Marsi; there are but few remaining, and some portion of them are Sicambri; next to the inhabitants of this valley succeeds the tribe dwelling between the Rhine and the river Elbe, which river flows towards the ocean in a direction nearly parallel with the Rhine, and traversing a country of no less extent. There are also between these other navigable rivers, such as the Ems, on which Drusus defeated the Bructeri in a naval engagement; all likewise flowing from south to north, and falling into the ocean; for the whole country rises towards the south, and forms a ridge of mountains near the Alps, which extends eastward as though it were a continuation of the Alps; and some have even so described it, as well on account of its position as because it produces the same system of vegetation; nevertheless, the altitude of this ridge in no part equals that of the Alps. Here is situated the Hercynian Wood, and the tribes of the Suevi, some of whom inhabit the forest, as do likewise some of the Quadi. Among these latter people is situated Bujemum, the royal city of Marobodus, whither he has assembled many strangers and many of the Marcomanni, a kindred nation with his own. This Marobodus, from a private station, raised himself to the administration of affairs after his return from Rome. For he went to that city while a youth, and was patronized by Augustus. After he came home, he acquired the sovereignty of his country, and added to the people I have enumerated, the Luji, a powerful nation, and the Zumi, and the Gutones and Mugilones and Sibini, besides the Semnones, another considerable tribe of the Suevi. As I have previously stated, a portion of the Suevi dwells within the Forest, while another portion occupies the territory beyond, on the frontiers of the Getae; wherefore the nation of the Suevi is the most considerable, as it extends from the Rhine as far as the Elbe, and even a part of them, as the Hermonduri and the Langobardi, inhabit the country beyond the Elbe; but at the present time these tribes, having been defeated, have retired entirely beyond the Elbe. All these nations easily change their abode, on account of the scantiness of provisions, and because they neither cultivate the lands nor accumulate wealth, but dwell in miserable huts, and satisfy their wants from day to day, the most part of their food being supplied by the herd, as amongst the nomade races, and in imitation of them they transfer their households in waggons, wandering with their cattle to any place which may appear most advantageous. There are many other smaller German tribes, as the Cherusci, Chatti, Gamabrivi, Chattuarii, and next the ocean the Sicambri, Chaubi, Bructeri, Cimbri, Cauci, Caulci, Campsiani, and many others.
In the same direction with the Ems, the Weser and the river Lippe take their course, the latter, distant about 600 stadia from the Rhine, flows through the territory of the Lesser Bructeri. And there is also the river Sala, between which and the Rhine Drusus Germanicus died, whilst in the midst of his victories. He not only subdued the greater part of the German tribes, but also the islands on the coast he passed along, one amongst which is Byrchanis, which he took by siege.
γνώριμα δὲ ταῦτα κατέστη τὰ ἔθνη πολεμοῦντα πρὸς Ῥωμαίους, εἶτʼ ἐνδιδόντα καὶ πάλιν ἀφιστάμενα ἢ καὶ καταλείποντα τὰς κατοικίας· κἂν πλείω δὲ γνώριμα ὑπῆρξεν, εἰ ἐπέτρεπε τοῖς στρατηγοῖς ὁ Σεβαστὸς διαβαίνειν τὸν Ἄλβιν μετιοῦσι τοὺς ἐκεῖσε ἀπανισταμένους. νυνὶ δʼ εὐπορώτερον ὑπέλαβε στρατηγεῖν τὸν ἐν χερσὶ πόλεμον, εἰ τῶν ἔξω τοῦ Ἄλβιος καθʼ ἡσυχίαν ὄντων ἀπέχοιτο καὶ μὴ παροξύνοι πρὸς τὴν κοινωνίαν τῆς ἔχθρας. ἤρξαντο δὲ τοῦ πολέμου Σούγαμβροι πλησίον οἰκοῦντες τοῦ Ῥήνου, Μέλωνα ἔχοντες ἡγεμόνα· κἀκεῖθεν ἤδη διεδέχοντο ἄλλοτʼ ἄλλοι δυναστεύοντες καὶ καταλυόμενοι, πάλιν δʼ ἀφιστάμενοι, προδιδόντες καὶ τὰ ὅμηρα καὶ τὰς πίστεις. πρὸς οὓς ἡ μὲν ἀπιστία μέγα ὄφελος, οἱ δὲ πιστευθέντες τὰ μέγιστα κατέβλαψαν, καθάπερ οἱ Χηροῦσκοι καὶ οἱ τούτοις ὑπήκοοι, παρʼ οἷς τρία τάγματα Ῥωμαίων μετὰ τοῦ στρατηγοῦ Ὀυάρου Κουιντιλλίου παρασπονδηθέντα ἀπώλετο ἐξ ἐνέδρας. ἔτισαν δὲ δίκας ἅπαντες καὶ παρέσχον τῷ νεωτέρῳ Γερμανικῷ λαμπρότατον θρίαμβον, ἐν ᾧ ἐθριαμβεύθη τῶν ἐπιφανεστάτων ἀνδρῶν σώματα καὶ γυναικῶν, Σεγιμοῦντός τε Σεγέστου υἱός, Χηρούσκων ἡγεμών, καὶ ἀδελφὴ αὐτοῦ, γυνὴ δʼ Ἀρμενίου τοῦ πολεμαρχήσαντος ἐν τοῖς Χηρούσκοις ἐν τῇ πρὸς Ὀυᾶρον Κουιντίλλιον παρασπονδήσει καὶ νῦν ἔτι συνέχοντος τὸν πόλεμον, ὄνομα Θουσνέλδα, καὶ υἱὸς τριετὴς Θουμέλικος· ἔτι δὲ Σεσίθακος, Σεγιμήρου υἱὸς τῶν Χηρούσκων ἡγεμόνος, καὶ γυνὴ τούτου Ῥαμίς, Οὐκρομήρου θυγάτηρ ἡγεμόνος Χάττων, καὶ Δευδόριξ, Βαιτόριγος τοῦ Μέλωνος ἀδελφοῦ υἱός, Σούγαμβρος. Σεγέστης δὲ ὁ πενθερὸς τοῦ Ἀρμενίου καὶ ἐξ ἀρχῆς διέστη πρὸς τὴν γνώμην αὐτοῦ καὶ λαβὼν καιρὸν ηὐτομόλησε καὶ τῷ θριάμβῳ παρῆν τῶν φιλτάτων, ἐν τιμῇ ἀγόμενος. ἐπόμπευσε δὲ καὶ Λίβης τῶν Χάττων ἱερεύς, καὶ ἄλλα δὲ σώματα ἐπομπεύθη ἐκ τῶν πεπορθημένων ἐθνῶν, Καούλκων Καμψανῶν Βρουκτέρων Οὐσίπων Χηρούσκων Χάττων Χαττουαρίων Λανδῶν Τουβαττίων. διέχει δὲ τοῦ Ἄλβιος ὁ Ῥῆνος περὶ τρισχιλίους σταδίους, εἴ τις εὐθυπορούσας ἔχοι τὰς ὁδούς· νυνὶ δὲ διὰ σκολιᾶς καὶ ἑλώδους καὶ δρυμῶν κυκλοπορεῖν ἀνάγκη.
All these nations became known through their wars with the Romans, at one time submitting, at another revolting and quitting their habitations; and we should have become acquainted with a greater number of their tribes, if Augustus had permitted his generals to pass the Elbe, in pursuit of those who had fled thither; but he considered the war on hand would be more easily brought to a conclusion, if he left the people on the other side of the Elbe unmolested, and not by attacking provoke them to make common cause with his enemies.
The Sicambri inhabiting the country next the Rhine were the first to commence the war, under the conduct of their leader, Melon; other nations afterwards followed their example, at one time being victorious, at another defeated, and again recommencing hostilities, without regard to hostages or the faith of treaties. Against these people mistrust was the surest defence; for those who were trusted effected the most mischief. For example, the Cherusci, and those who were subject to them, amongst whom three Roman legions with their general, Quintilius Varus, perished by ambush, in violation of the truce; nevertheless all have received punishment for this perfidy, which furnished to Germanicus the Younger the opportunity of a most brilliant triumph, he leading publicly as his captives the most illustrious persons, both men and women, amongst whom were Segimuntus, the son of Segestes, the chief of the Cherusci, and his sister, named Thusnelda, the wife of Armenius, who led on the Cherusci when they treacherously attacked Quintilius Varus, and even to this day continues the war; likewise his son Thumelicus, a boy three years old, as also Sesithacus, the son of Segimerus, chief of the Cherusci, and his wife Rhamis, the daughter of Ucromirus, chief of the Chatti, and Deudorix, the son of Baetorix, the brother of Melon, of the nation of the Sicambri; but Segestes, the father-in-law of Armenius, from the commencement opposed the designs of his son-in-law, and taking advantage of a favourable opportunity, went over to the Roman camp and witnessed the triumphal procession over those who were dearest to him, he being held in honour by the Romans. There was also led in triumph Libes the priest of the Chatti, and many other prisoners of the various vanquished nations, the Cathylci and the Ampsani, the Bructeri, the Usipi, the Cherusci, the Chatti, the Chattuarii, the Landi, the Tubattii.
The Rhine is distant from the Elbe about 3000 stadia, if one could travel in a direct line; but we are compelled to go a circuitous route, on account of the windings of the marshes and the woods.
ὁ δὲ Ἑρκύνιος δρυμὸς πυκνότερός τέ ἐστι καὶ μεγαλόδενδρος ἐν χωρίοις ἐρυμνοῖς κύκλον περιλαμβάνων μέγαν, ἐν μέσῳ δὲ ἵδρυται χώρα καλῶς οἰκεῖσθαι δυναμένη, περὶ ἧς εἰρήκαμεν. ἔστι δὲ πλησίον αὐτῆς ἥ τε τοῦ Ἴστρου πηγὴ καὶ ἡ τοῦ Ῥήνου καὶ ἡ μεταξὺ ἀμφοῖν λίμνη καὶ τὰ ἕλη τὰ ἐκ τοῦ Ῥήνου διαχεόμενα. ἔστι δʼ ἡ λίμνη τὴν μὲν περίμετρον σταδίων πλειόνων ἢ πεντακοσίων, δίαρμα δὲ ἐγγὺς διακοσίων. ἔχει δὲ καὶ νῆσον, ᾗ ἐχρήσατο ὁρμητηρίῳ Τιβέριος ναυμαχῶν πρὸς Ὀυινδολικούς. νοτιωτέρα δʼ ἐστὶ τῶν τοῦ Ἴστρου πηγῶν καὶ αὕτη, ὥστʼ ἀνάγκη τῷ ἐκ τῆς Κελτικῆς ἐπὶ τὸν Ἑρκύνιον δρυμὸν ἰόντι πρῶτον μὲν διαπερᾶσαι τὴν λίμνην, ἔπειτα τὸν Ἴστρον, εἶτʼ ἤδη διʼ εὐπετεστέρων χωρίων ἐπὶ τὸν δρυμὸν τὰς προβάσεις ποιεῖσθαι διʼ ὀροπεδίων. ἡμερήσιον δʼ ἀπὸ τῆς λίμνης προελθὼν ὁδὸν Τιβέριος εἶδε τὰς τοῦ Ἴστρου πηγάς. προσάπτονται δὲ τῆς λίμνης ἐπʼ ὀλίγον μὲν οἱ Ῥαιτοί, τὸ δὲ πλέον Ἑλουήττιοι καὶ Ὀυινδολικοί […] καὶ ἡ Βοίων ἐρημία. μέχρι Παννονίων πάντες, τὸ πλέον δʼ Ἑλουήττιοι καὶ Ὀυινδολικοί, οἰκοῦσιν ὀροπέδια. Ῥαιτοὶ δὲ καὶ Νωρικοὶ μέχρι τῶν Ἀλπείων ὑπερβολῶν ἀνίσχουσι καὶ πρὸς τὴν Ἰταλίαν περινεύουσιν, οἱ μὲν Ἰνσούβροις συνάπτοντες οἱ δὲ Κάρνοις καὶ τοῖς περὶ τὴν Ἀκυληίαν χωρίοις. ἔστι δὲ καὶ ἄλλη ὕλη μεγάλη Γαβρῆτα ἐπὶ τάδε τῶν Σοήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός· ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν.
The Hercynian Forest is extremely dense, and overgrown with very large trees, covering an immense circuit of country, fortified by nature. In the midst of it is situated the region well suited for habitation, of which we have spoken. Near this forest are the sources of the Danube and the Rhine, and the lake situated between these, together with the marshes formed by the Rhine. The circuit of the lake is more than 300 stadia, and the distance across about 200. In this lake is an island which served Tiberius as an arsenal, in the naval war with the Vindelici. This lake is south of the sources of the Danube and the Hercynian Forest, so that in passing from Keltica to the forest, one has first to cross the lake, then the Danube, and afterwards by a more passable country, and over elevated plains, you approach the forest. When Tiberius had proceeded but one day’s journey from the lake, he came in sight of the sources of the Danube.
The territory of the Rhaeti borders some portion of this lake, but the greater part of the shores belong to the Helvetii and Vindelici [the Norici come next after the Vindelici in an easterly direction,] and the desert of the Boii. The nations as far as the Pannonians, but more especially the Helvetii and Vindelici, inhabit high table lands. The Rhaeti and the Norici, verging towards Italy, extend over the very summits of the Alps; the former confining with the Insubri, the latter the Carni, and the districts about Aquileia. There is likewise another great forest, named Gabreta, on this side the territory of the Suevi, while beyond them lies the Hercynian Wood, which also is in their possession.