Strabo · Geography Γεωγραφικά

Strabo, Geography 7.3.1–5: The Getae, the Mysians and Zamolxis

Strabo sets aside the Riphaean mountains, the Hyperboreans and Sophocles on Orithya carried off by the north wind, and turns to the Getae and the Thracians. He discusses Homer's Mysians, Hippemolgi and Abii, the abstinence of the Capnobatae, and Menander on the many wives of the Getae. He tells how Zamolxis served Pythagoras, was honoured as a god and retired to a sacred mountain, with Decaeneus later holding the same role under Byrebistus.

Sections 7.3.1–5 · 1678 words · click a number to copy its link

τὸ δὲ νότιον μέρος τῆς Γερμανίας τὸ πέραν τοῦ Ἄλβιος τὸ μὲν συνεχὲς ἀκμὴν ὑπὸ τῶν Σοήβων κατέχεται· εἶτʼ εὐθὺς ἡ τῶν Γετῶν συνάπτει γῆ, κατʼ ἀρχὰς μὲν στενή, παρατεταμένη τῷ Ἴστρῳ κατὰ τὸ νότιον μέρος, κατὰ δὲ τοὐναντίον τῇ παρωρείᾳ τοῦ Ἑρκυνίου δρυμοῦ, μέρος τι τῶν ὀρῶν καὶ αὐτὴ κατέχουσα, εἶτα πλατύνεται πρὸς τὰς ἄρκτους μέχρι Τυρεγετῶν· τοὺς δὲ ἀκριβεῖς ὅρους οὐκ ἔχομεν φράζειν. διὰ δὲ τὴν ἄγνοιαν τῶν τόπων τούτων οἱ τὰ Ῥιπαῖα ὄρη καὶ τοὺς Ὑπερβορείους μυθοποιοῦντες λόγου ἠξίωνται, καὶ ἃ Πυθέας ὁ Μασσαλιώτης κατεψεύσατο ταῦτα τῆς παρωκεανίτιδος, προσχήματι χρώμενος τῇ περὶ τὰ οὐράνια καὶ τὰ μαθηματικὰ ἱστορίᾳ. ἐκεῖνοι μὲν οὖν ἐάσθωσαν· οὐδὲ γὰρ εἴ τινα Σοφοκλῆς τραγῳδεῖ περὶ τῆς Ὠρειθυίας λέγων ὡς ἀναρπαγεῖσα ὑπὸ Βορέου κομισθείη ὑπέρ τε πόντον πάντʼ ἐπʼ ἔσχατα χθονὸς / νυκτός τε πηγὰς οὐρανοῦ τʼ ἀναπτυχάς, / Φοίβου παλαιὸν κῆπον, / οὐδὲν ἂν εἴη πρὸς τὰ νῦν, ἀλλʼ ἐατέον, ὥσπερ καὶ ἐν τῷ Φαίδρῳ ὁ Σωκράτης. ἃ δὲ ἔκ τε τῆς παλαιᾶς ἱστορίας καὶ τῆς νῦν παρειλήφαμεν, ταῦτα λέγωμεν.

As to the southern part of Germany beyond the Elbe, the country which adjoins the bank of that river is now occupied by the Suevi. Next lies the country of the Getae, at first narrow, its southern side extends along the Danube, and the opposite side along the mountains of the Hercynian Forest, even including part of those mountains, it then becomes broader towards the north, and extends as far as the Tyregetae; however, we are unable to declare its boundaries with accuracy; and it is on account of our ignorance of these places that those who relate fables of the Riphaean mountains and the Hyperboreans have received credit; as also that which Pytheas of Marseilles has forged concerning the countries bordering on the Northern Ocean, making use of his acquaintance with astronomy and mathematics to fabricate his false narration: let us therefore pass over them; as also what Sophocles, speaking of Orithya in one of his tragedies, says, that she, being snatched by the north wind, was carried Over the whole ocean, to the extremities of the earth, / Even to the place where night received its birth, / Where the opposite side of the heavens is beheld, / And where is situated the ancient garden of Phoebus. / This is of no value to our present inquiry, but must be omitted, as Socrates has done in the Phaedrus of Plato. We will relate only what we have learnt from ancient accounts, and the reports made in our times.

οἱ τοίνυν Ἕλληνες τοὺς Γέτας Θρᾷκας ὑπελάμβανον· ᾤκουν δʼ ἐφʼ ἑκάτερα τοῦ Ἴστρου καὶ οὗτοι καὶ οἱ Μυσοὶ Θρᾷκες ὄντες καὶ αὐτοὶ καὶ οὓς νῦν Μοισοὺς καλοῦσιν, ἀφʼ ὧν ὡρμήθησαν καὶ οἱ νῦν μεταξὺ Λυδῶν καὶ Φρυγῶν καὶ Τρώων οἰκοῦντες Μυσοί. καὶ αὐτοὶ δʼ οἱ Φρύγες Βρίγες εἰσί, Θρᾴκιόν τι ἔθνος, καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θυνοὶ, δοκῶ δὲ καὶ τοὺς Μαριανδυνούς. οὗτοι μὲν οὖν τελέως ἐκλελοίπασι πάντες τὴν Εὐρώπην, οἱ δὲ Μυσοὶ συνέμειναν. καὶ Ὅμηρον δʼ ὀρθῶς εἰκάζειν μοι δοκεῖ Ποσειδώνιος τοὺς ἐν τῇ Εὐρώπῃ Μυσοὺς κατονομάζειν (λέγω δὲ τοὺς ἐν τῇ Θρᾴκῃ) ὅταν φῇ αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ, / νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν / Μυσῶν τʼ ἀγχεμάχων. / ἐπεὶ εἴ γε τοὺς κατὰ τὴν Ἀσίαν Μυσοὺς δέχοιτό τις, ἀπηρτημένος ἂν εἴη ὁ λόγος. τὸ γὰρ ἀπὸ τῶν Τρώων τρέψαντα τὴν ὅρασιν ἐπὶ τὴν Θρᾳκῶν γῆν συγκαταλέγειν ταύτῃ τὴν τῶν Μυσῶν, τῶν οὐ νόσφιν ὄντων ἀλλʼ ὁμόρων τῇ Τρῳάδι καὶ ὄπισθεν αὐτῆς ἱδρυμένων καὶ ἑκατέρωθεν, διειργομένων δʼ ἀπὸ τῆς Θρᾴκης πλατεῖ Ἑλλησπόντῳ, συγχέοντος ἂν εἴη τὰς ἠπείρους καὶ ἅμα τῆς φράσεως οὐκ ἀκούοντος. τὸ γὰρ πάλιν τρέπεν μάλιστα μέν ἐστιν εἰς τοὐπίσω· ὁ δʼ ἀπὸ τῶν Τρώων μεταφέρων τὴν ὄψιν ἐπὶ τοὺς μὴ ὄπισθεν αὐτῶν ἢ ἐκ πλαγίων ὄντας προσωτέρω μὲν μεταφέρει, εἰς τοὐπίσω δʼ οὐ πάνυ. καὶ τὸ ἐπιφερόμενον δʼ αὐτοῦ τούτου μαρτύριον, ὅτι τοὺς ἱππημολγοὺς καὶ γαλακτοφάγους καὶ ἀβίους συνῆψεν αὐτοῖς, οἵπερ εἰσὶν οἱ ἁμάξοικοι Σκύθαι καὶ Σαρμάται. καὶ γὰρ νῦν ἀναμέμικται ταῦτα τὰ ἔθνη τοῖς Θρᾳξὶ καὶ τὰ Βασταρνικά, μᾶλλον μὲν τοῖς ἐκτὸς Ἴστρου, ἀλλὰ καὶ τοῖς ἐντός. τούτοις δὲ καὶ τὰ Κελτικά, οἵ τε Βόιοι καὶ Σκορδίσκοι καὶ Ταυρίσκοι. τοὺς δὲ Σκορδίσκους ἔνιοι Σκορδίστας καλοῦσι· καὶ τοὺς Ταυρίσκους δὲ Τευρίσκους καὶ Ταυρίστας φασί.

The Greeks indeed considered the Getae to be Thracians. They occupied either bank of the Danube, as also did the Mysians, likewise a Thracian people, now called the Moesi, from whom are descended the Mysians, settled between the Lydians, the Phrygians, and the inhabitants of the Troad. Even the Phrygians themselves are the same as the Briges, a people of Thrace, as also are the Mygdones, the Bebryces, the Maedobithyni, the Bithyni, the Thyni, and, as I consider, also are the Mariandyni. All these people quitted Europe entirely, the Mysians alone remaining. Posidonius appears to me to have rightly conjectured that it is the Mysians of Europe (or as I should say of Thrace) that Homer designates when he says, and his glorious eyes / Averting, on the land look’d down remote / Of the horse-breeding Thracians, of the bold / Close-fighting Mysian race. . . . / For if any one should understand them as the Mysians of Asia, the expression of the poet would not be fitting. For this would be, that having turned his eyes from the Trojans towards the land of the Thracians, he beheld at the same time the land of the Mysians, situated not far off from where he was, but conterminous with the Troad, rather behind it and on either side, but separated from Thrace by the breadth of the Hellespont. This would be to confound the continents, and at the same time to disregard the form of the poet’s expression. For to turn his eyes again, is more especially to turn them behind him; but he who extends his vision from the Trojans to the people either behind them, or on either side of them, stretches his sight to a greater distance, but not in the least behind him. And this also is introduced as a proof of this very thing, that Homer classes with these the Hippemolgi, the Galactophagi, and the Abii, who are the Scythian Hamaxoeci and Sarmatians; for at this day, all these nations, as well as the Bastarnae, are mixed with the Thracians, more especially with those beyond the Danube, and some even with the Thracians on this side the Danube; also amongst these are the Keltic tribes of the Boii, Scordisci, and Taurisci. Some, indeed, call the Scordisci the Scordistae, and give to the Taurisci the names of Ligurisci and Tauristae.

λέγει δὲ τοὺς Μυσοὺς ὁ Ποσειδώνιος καὶ ἐμψύχων ἀπέχεσθαι κατʼ εὐσέβειαν, διὰ δὲ τοῦτο καὶ θρεμμάτων· μέλιτι δὲ χρῆσθαι καὶ γάλακτι καὶ τυρῷ ζῶντας καθʼ ἡσυχίαν, διὰ δὲ τοῦτο καλεῖσθαι θεοσεβεῖς τε καὶ καπνοβάτας· εἶναι δέ τινας τῶν Θρᾳκῶν οἳ χωρὶς γυναικὸς ζῶσιν, οὓς κτίστας καλεῖσθαι, ἀνιερῶσθαί τε διὰ τιμὴν καὶ μετὰ ἀδείας ζῆν· τούτους δὴ συλλήβδην ἅπαντας τὸν ποιητὴν εἰπεῖν ἀγαυοὺς ἱππημολγοὺς γλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους. ἀβίους δὲ προσαγορεύειν μάλιστα ὅτι χωρὶς γυναικῶν, ἡγούμενον ἡμιτελῆ τινα βίον τὸν χῆρον, καθάπερ καὶ τὸν οἶκον ἡμιτελῆ τὸν Πρωτεσιλάου διότι χῆρος· ἀγχεμάχους δὲ τοὺς Μυσούς, ὅτι ἀπόρθητοι, καθὰ οἱ ἀγαθοὶ πολεμισταί· δεῖν δὲ ἐν τῷ τρισκαιδεκάτῳ γράφειν ἀντὶ τοῦ Μυσῶν τʼ ἀγχεμάχων Μοισῶν τʼ ἀγχεμάχων.

Posidonius relates that the Mysians religiously abstain from eating any thing that had life, and consequently, from cattle; but that they lived in a quiet way on honey, milk, and cheese; wherefore they are considered a religious people, and called Capnobatae. He adds, that there are amongst the Thracians some who live without wives, and who are known by the name of Ctistae. These are considered sacred and worthy of honour, and live in great freedom. [He pretends] that the poet comprehends the whole of these people when he says, and where abide, / On milk sustain’d, and blest with length of days, / The Hippemolgi, justest of mankind. / These he designates as without life, more particularly on account of their living without wives, considering their solitary state as but a half life; in the same way as he likewise designates the house of Protesilaus imperfect, on account of the bereavement of his widow; in the same manner he applies to the Mysians the epithet of close-fighting, on account of their being invincible, like good warriors. [Finally, Posidonius pretends] that in the thirteenth book of the Iliad we ought to substitute for the close-fighting Mysians, [the close-fighting Moesi.]

τὸ μὲν οὖν τὴν γραφὴν κινεῖν ἐκ τοσούτων ἐτῶν εὐδοκιμήσασαν περιττὸν ἴσως· πολὺ γὰρ πιθανώτερον ὠνομάσθαι μὲν ἐξ ἀρχῆς Μυσούς, μετωνομάσθαι δὲ ὡς νῦν. τοὺς ἀβίους δὲ τοὺς χήρους οὐ μᾶλλον ἢ τοὺς ἀνεστίους καὶ τοὺς ἁμαξοίκους δέξαιτʼ ἄν τις· μάλιστα γὰρ περὶ τὰ συμβόλαια καὶ τὴν τῶν χρημάτων κτῆσιν συνισταμένων τῶν ἀδικημάτων, τοὺς οὕτως ἀπʼ ὀλίγων εὐτελῶς ζῶντας δικαιοτάτους εὔλογον κληθῆναι· ἐπεὶ καὶ οἱ φιλόσοφοι τῇ σωφροσύνῃ τὴν δικαιοσύνην ἐγγυτάτω τιθέντες τὸ αὔταρκες καὶ τὸ λιτὸν ἐν τοῖς πρώτοις ἐζήλωσαν· ἀφʼ οὗ καὶ προεκπτώσεις τινὰς αὐτῶν παρέωσαν ἐπὶ τὸν κυνισμόν. τὸ δὲ χήρους γυναικῶν οἰκεῖν οὐδεμίαν τοιαύτην ἔμφασιν ὑπογράφει, καὶ μάλιστα παρὰ τοῖς Θρᾳξὶ καὶ τούτων τοῖς Γέταις. ὅρα δʼ ἃ λέγει Μένανδρος περὶ αὐτῶν οὐ πλάσας, ὡς εἰκός, ἀλλʼ ἐξ ἱστορίας λαβών πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δʼ οἱ Γέται / ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι / ἐκεῖθεν εἶναι τὸ γένος) οὐ σφόδρʼ ἐγκρατεῖς / ἐσμέν. / καὶ ὑποβὰς μικρὸν τῆς περὶ τὰς γυναῖκας ἀκρασίας τίθησι τὰ παραδείγματα· γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς, εἰ μὴ δέκʼ ἢ / ἕνδεκα γυναῖκας δώδεκά τʼ ἢ πλείους τινές· / ἂν τέτταρας δʼ ἢ πέντε γεγαμηκὼς τύχῃ / καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος / ἄνυμφος οὗτος ἐπικαλεῖτʼ ἐν τοῖς ἐκεῖ. / ταῦτα γὰρ ὁμολογεῖται μὲν καὶ παρὰ τῶν ἄλλων, οὐκ εἰκὸς δὲ τοὺς αὐτοὺς ἅμα μὲν ἄθλιον νομίζειν βίον τὸν μὴ μετὰ πολλῶν γυναικῶν, ἅμα δὲ σπουδαῖον καὶ δίκαιον τὸν τῶν γυναικῶν χῆρον. τὸ δὲ δὴ καὶ θεοσεβεῖς νομίζειν καὶ καπνοβάτας τοὺς ἐρήμους γυναικῶν σφόδρα ἐναντιοῦται ταῖς κοιναῖς ὑπολήψεσιν. ἅπαντες γὰρ τῆς δεισιδαιμονίας ἀρχηγοὺς οἴονται τὰς γυναῖκας· αὗται δὲ καὶ τοὺς ἄνδρας προκαλοῦνται πρὸς τὰς ἐπὶ πλέον θεραπείας τῶν θεῶν καὶ ἑορτὰς καὶ ποτνιασμούς· σπάνιον δʼ εἴ τις ἀνὴρ καθʼ αὑτὸν ζῶν εὑρίσκεται τοιοῦτος. ὅρα δὲ πάλιν τὸν αὐτὸν ποιητὴν ἃ λέγει εἰσάγων τὸν ἀχθόμενον ταῖς περὶ τὰς θυσίας τῶν γυναικῶν δαπάναις καὶ λέγοντα ἐπιτρίβουσι δʼ ἡμᾶς οἱ θεοί, / μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα / ἄγειν ἑορτήν ἐστʼ ἀνάγκη. / τὸν δὲ μισογύνην αὐτὰ ταῦτα αἰτιώμενον ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας, / ἐκυμβάλιζον δʼ ἑπτὰ θεράπαιναι κύκλῳ, / αἱ δʼ ὠλόλυζον. / τὸ μὲν οὖν ἰδίως τοὺς ἀγύνους τῶν Γετῶν εὐσεβεῖς νομίζεσθαι παράλογόν τι ἐμφαίνει· τὸ δʼ ἰσχύειν ἐν τῷ ἔθνει τούτῳ τὴν περὶ τὸ θεῖον σπουδὴν ἔκ τε ὧν εἶπε Ποσειδώνιος οὐκ ἀπιστητέον καὶ ἐκ τῆς ἄλλης ἱστορίας.

Nevertheless it would perhaps be superfluous to change the text [of Homer], which has stood the test of so many years. For it appears more probable to suppose that the people were anciently called Mysians, but that their name is now altered. Further, any one would suppose that the Abii were no more so named from being unmarried than from their being houseless, or their dwelling in waggons. In fact, as injustice is ordinarily committed in matters relative to bonds for money and the acquisition of wealth, it would be natural that the people living so frugally on such small property should be called [by Homer] the justest of mankind: and the more so as the philosophers who place justice next to moderation, aim at independence of others and frugality as amongst the most desirable objects of attainment; from which however some, having passed the bounds of moderation, have wandered into a cynical mode of life. But [the words of the poet] sanction no such assertion of the Thracians, and the Getae in particular, that they live without wives. But see what Menander says of these people, not out of his own imagination, as it should seem, but deriving it from history. All the Thracians truly, and especially above all others we Getae, (for I myself glory in being descended from this race,) are not very chaste. And a little after he gives examples of their rage for women. For there is no one among us who marries fewer than ten or eleven wives, and some have twelve, or even more. If any one loses his life who has only married four or five wives, he is lamented by us as unfortunate, and one deprived of the pleasures of Hymen. Such a one would be accounted as unmarried amongst them. These things are likewise confirmed by the evidence of other historians. And it is not likely that the same people should regard as an unhappy life that which is passed without the enjoyment of many women, and at the same time regard as a dignified and holy life that which is passed in celibacy without any women. But that those living without wives should be considered holy, and termed Capnobatae, is entirely opposed to our received opinions; for all agree in regarding women as the authors of devotion to the gods, and it is they who induce the men by their example to a more attentive worship of the gods, and to the observance of feast-days and supplications; for scarcely is there found a man living by himself who pays any regard to such matters. And again attend to the words of the same poet when he speaks in one of his characters, bringing in a man disgusted with the expenses of the sacrifices of the women. The gods weary us indeed, but especially our married men, who are always obliged to celebrate some feast. And his Misogynes, complaining of the same things, exclaims, We sacrificed five times a day, while seven female slaves ranged in a circle played on the cymbals, and others raised their suppliant cries. It would therefore seem absurd to suppose that only those among the Getae who remained without wives were considered pious, but that the care of worshipping the Supreme Being is great among this nation is not to be doubted, after what Posidonius has related, and they even abstain from animal food from religious motives, as likewise on account of the testimony of other historians.

λέγεται γάρ τινα τῶν Γετῶν ὄνομα Ζάμολξιν δουλεῦσαι Πυθαγόρᾳ καί τινα τῶν οὐρανίων παρʼ ἐκείνου μαθεῖν, τὰ δὲ καὶ παρʼ Αἰγυπτίων πλανηθέντα καὶ μέχρι δεῦρο· ἐπανελθόντα δʼ εἰς τὴν οἰκείαν σπουδασθῆναι παρὰ τοῖς ἡγεμόσι καὶ τῷ ἔθνει προλέγοντα τὰς ἐπισημασίας, τελευτῶντα δὲ πεῖσαι τὸν βασιλέα κοινωνὸν τῆς ἀρχῆς αὐτὸν λαβεῖν ὡς τὰ παρὰ τῶν θεῶν ἐξαγγέλλειν ἱκανόν· καὶ κατʼ ἀρχὰς μὲν ἱερέα κατασταθῆναι τοῦ μάλιστα τιμωμένου παρʼ αὐτοῖς θεοῦ, μετὰ ταῦτα δὲ καὶ θεὸν προσαγορευθῆναι, καὶ καταλαβόντα ἀντρῶδές τι χωρίον ἄβατον τοῖς ἄλλοις ἐνταῦθα διαιτᾶσθαι, σπάνιον ἐντυγχάνοντα τοῖς ἐκτὸς πλὴν τοῦ βασιλέως καὶ τῶν θεραπόντων· συμπράττειν δὲ τὸν βασιλέα ὁρῶντα τοὺς ἀνθρώπους προσέχοντας ἑαυτῷ πολὺ πλέον ἢ πρότερον, ὡς ἐκφέροντι τὰ προστάγματα κατὰ συμβουλὴν θεῶν. τουτὶ δὲ τὸ ἔθος διέτεινεν ἄχρι καὶ εἰς ἡμᾶς, ἀεί τινος εὑρισκομένου τοιούτου τὸ ἦθος, ὃς τῷ μὲν βασιλεῖ σύμβουλος ὑπῆρχε, παρὰ δὲ τοῖς Γέταις ὠνομάζετο θεός· καὶ τὸ ὄρος ὑπελήφθη ἱερόν, καὶ προσαγορεύουσιν οὕτως· ὄνομα δʼ αὐτῷ Κωγαίονον ὁμώνυμον τῷ παραρρέοντι ποταμῷ. καὶ δὴ ὅτε Βυρεβίστας ἦρχε τῶν Γετῶν, ἐφʼ ὃν ἤδη παρεσκευάσατο Καῖσαρ ὁ θεὸς στρατεύειν, Δεκαίνεος εἶχε ταύτην τὴν τιμήν, καί πως τὸ τῶν ἐμψύχων ἀπέχεσθαι Πυθαγόρειον τοῦ Ζαμόλξιος ἔμεινε παραδοθέν.

For it is said that one of the nation of the Getae, named Zamolxis, had served Pythagoras, and had acquired with this philosopher some astronomical knowledge, in addition to what he had learned from the Egyptians, amongst whom he had travelled. He returned to his own country, and was highly esteemed both by the chief rulers and the people, on account of his predictions of astronomical phenomena, and eventually persuaded the king to unite him in the government, as an organ of the will of the gods. At first he was chosen a priest of the divinity most revered by the Getae, but afterwards was esteemed as a god, and having retired into a district of caverns, inaccessible and unfrequented by other men, he there passed his life, rarely communicating with anybody except the king and his ministers. The king himself assisted him to play his part, seeing that his subjects obeyed him more readily than formerly, as promulgating his ordinances with the counsel of the gods. This custom even continues to our time; for there is always found some one of this character who assists the king in his counsels, and is styled a god by the Getae. The mountain likewise [where Zamolxis retired] is held sacred, and is thus distinguished, being named Cogaeonus, as well as the river which flows by it; and at the time when Byrebistus, against whom divus Caesar prepared an expedition, reigned over the Getae, Decaeneus held that honour: likewise the Pythagorean precept to abstain from animal food, which was originally introduced by Zamolxis, is still observed to a great extent.

English translation by H. C. Hamilton and W. Falconer (1854). Original text: August Meineke (ed.), Strabonis Geographica, 3 vols., Leipzig: Teubner, 1877 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Geography 7.3.1–5: The Getae, the Mysians and Zamolxis