τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν, Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν Ἀλθαιμένει τῷ Ἀργείῳ συνακολουθησάντων Δωριέων· τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι· οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος, ἄλλοι δʼ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα· ἀλλʼ οὔτε κατὰ τὰ Τρωικά φησιν ὁ ποιητὴς ἑκατοντάπολιν ὑπάρξαι τὴν Κρήτην, ἀλλὰ μᾶλλον κατʼ αὐτόν (ἐκ γὰρ τοῦ ἰδίου προσώπου λέγει· εἰ δʼ ἐκ τῶν τότε ὄντων τινὸς ἦν ὁ λόγος, καθάπερ ἐν τῇ Ὀδυσσείᾳ, ἡνίκα ἐνενηκοντάπολιν φράζει, καλῶς εἶχεν οὕτω δέχεσθαι), οὔτʼ εἰ συγχωρήσαιμεν τοῦτό γε, ὁ ἑξῆς λόγος σώζοιτʼ ἄν. οὔτε γὰρ κατὰ τὴν στρατείαν οὔτε μετὰ τὴν ἐπάνοδον τὴν ἐκεῖθεν τοῦ Ἰδομενέως εἰκός ἐστιν ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ τὰς πόλεις ἠφανίσθαι ταύτας· ὁ γὰρ ποιητὴς φήσας πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, / οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔτινʼ ἀπηύρα, / καὶ τούτου τοῦ πάθους ἐμέμνητʼ ἄν· οὐ γὰρ δήπου Ὀδυσσεὺς μὲν ἔγνω τὸν ἀφανισμὸν τῶν πόλεων ὁ μηδενὶ συμμίξας τῶν Ἑλλήνων μήτε κατὰ τὴν πλάνην μήθʼ ὕστερον, ὁ δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς οὐκ ἔγνω τὰ συμβάντα οἴκοι αὐτῷ. ἀλλὰ μὴν οὐδὲ μετὰ τὴν ἐπάνοδον· εἰ γὰρ μετὰ πάντων ἐσώθη τῶν ἑταίρων, ἰσχυρὸς ἐπανῆλθεν, ὥστʼ οὐκ ἔμελλον ἰσχύσειν οἱ ἐχθροὶ τοσοῦτον ὅσον δέκα ἀφαιρεῖσθαι πόλεις αὐτόν. τῆς μὲν οὖν χώρας τῶν Κρητῶν τοιαύτη τις ἡ περιοδεία.
As the poet in one place speaks of Crete as having a hundred, and in another ninety, cities, Ephorus says, that ten were founded in later times after the Trojan war by the Dorians, who accompanied Alhaemenes the Argive, and that hence Ulysses speaks of its ninety cities. This account is probable. But others say, that the ten were razed by the enemies of Idomeneus; but the poet does not say that Crete had a hundred cities at the time of the Trojan war, but in his own age, for he speaks in his own person; but if the words had been those of some person then living, as those in the Odyssey, where Ulysses says, Crete had ninety cities, they might have been properly understood in this manner. But even if we admit this, the subsequent verses will not be exempt from objection. For neither at the time of the expedition, nor after the return of Idomeneus, is it probable that these cities were destroyed by his enemies, for the poet says, but Idomeneus brought back all his companions who had survived the war to Crete; the sea had not deprived him of any of them; for he would have mentioned such a misfortune. Ulysses indeed might not have been acquainted with the destruction of these cities, for he had not had any intercourse with any of the Greeks either during or after his wanderings; but (Nestor), who had been the companion of Idomeneus in the expedition and in his escape from shipwreck, could not be ignorant of what had happened at home during the expedition and before his return. But he must certainly have been aware of what occurred after his return. For if he and all his companions escaped, he returned so powerful that their enemies were not in a position to deprive them of ten cities.
Such then is the general description of the country of Crete.
τῆς δὲ πολιτείας ἧς Ἔφορος ἀνέγραψε τὰ κυριώτατα ἐπιδραμεῖν ἀποχρώντως ἂν ἔχοι. δοκεῖ δέ, φησίν, ὁ νομοθέτης μέγιστον ὑποθέσθαι ταῖς πόλεσιν ἀγαθὸν τὴν ἐλευθερίαν· μόνην γὰρ ταύτην ἴδια ποιεῖν τῶν κτησαμένων τὰ ἀγαθά, τὰ δʼ ἐν δουλείᾳ τῶν ἀρχόντων ἀλλʼ οὐχὶ τῶν ἀρχομένων εἶναι· τοῖς δʼ ἔχουσι ταύτην φυλακῆς δεῖν· τὴν μὲν οὖν ὁμόνοιαν διχοστασίας αἰρομένης ἀπαντᾶν, ἣ γίνεται διὰ πλεονεξίαν καὶ τρυφήν· σωφρόνως γὰρ καὶ λιτῶς ζῶσιν ἅπασιν οὔτε φθόνον οὔθʼ ὕβριν οὔτε μῖσος ἀπαντᾶν πρὸς τοὺς ὁμοίους· διόπερ τοὺς μὲν παῖδας εἰς τὰς ὀνομαζομένας ἀγέλας κελεῦσαι φοιτᾶν, τοὺς δὲ τελείους ἐν τοῖς συσσιτίοις ἃ καλοῦσιν ἀνδρεῖα συσσιτεῖν, ὅπως τῶν ἴσων μετάσχοιεν τοῖς εὐπόροις οἱ πενέστεροι δημοσίᾳ τρεφόμενοι· πρὸς δὲ τὸ μὴ δειλίαν ἀλλʼ ἀνδρείαν κρατεῖν ἐκ παίδων ὅπλοις καὶ πόνοις συντρέφειν, ὥστε καταφρονεῖν καύματος καὶ ψύχους καὶ τραχείας ὁδοῦ καὶ ἀνάντους καὶ πληγῶν τῶν ἐν γυμνασίοις καὶ μάχαις ταῖς κατὰ σύνταγμα· ἀσκεῖν δὲ καὶ τοξικῇ καὶ ἐνοπλίῳ ὀρχήσει, ἣν καταδεῖξαι Κουρῆτα πρῶτον, ὕστερον δὲ καὶ συντάξαντα τὴν κληθεῖσαν ἀπʼ αὐτοῦ πυρρίχην, ὥστε μηδὲ τὴν παιδιὰν ἄμοιρον εἶναι τῶν πρὸς πόλεμον χρησίμων· ὡς δʼ αὕτως καὶ τοῖς ῥυθμοῖς Κρητικοῖς χρῆσθαι κατὰ τὰς ᾠδὰς συντονωτάτοις οὖσιν οὓς Θάλητα ἀνευρεῖν, ᾧ καὶ τοὺς παιᾶνας καὶ τὰς ἄλλας τὰς ἐπιχωρίους ᾠδὰς ἀνατιθέασι καὶ πολλὰ τῶν νομίμων· καὶ ἐσθῆτι δὲ καὶ ὑποδέσει πολεμικῇ χρῆσθαι, καὶ τῶν δώρων τιμιώτατα αὐτοῖς εἶναι τὰ ὅπλα.
With respect to the form of government, which Ephorus has described at large, it will be sufficient to give a cursory account of the principal parts. The law-giver, says Ephorus, seems to lay, as the foundation of his constitution, the greatest good that states can enjoy, namely, liberty; for it is this alone which makes the property of every kind which a man possesses his own; in a state of slavery it belongs to the governor, and not to the governed. The liberty also which men enjoy must be guarded. Unanimity ensues, when the dissensions that arise from covetousness and luxury are removed. Now where all live temperately and frugally, neither envy, nor injuries, nor hatred have place among equals. Whence the young were enjoined to repair to the Agelae, and those of mature age to assemble at the Syssitia, or common meals, called Andreia, in order that the poorer sort, who were fed at the public charge, might partake of the same fare as the rich.
With a view that courage, and not fear, should predominate, they were accustomed from childhood to the use of arms, and to endure fatigue. Hence they disregarded heat and cold, rugged and steep roads, blows received in gymnastic exercises and in set battles.
They practised archery, and the dance in armour, which the Curetes first invented, and was afterwards perfected by Pyrrhichus, and called after him Pyrrhiche. Hence even their sports were not without their use in their training for war. With the same intention they used the Cretan measures in their songs; the tones of these measures are extremely loud; they were invented by Thales, to whom are ascribed the paeans and other native songs and many of their usages. They adopted a military dress also, and shoes, and considered armour as the most valuable of all presents.
λέγεσθαι δʼ ὑπό τινων ὡς Λακωνικὰ εἴη τὰ πολλὰ τῶν νομιζομένων Κρητικῶν, τὸ δʼ ἀληθὲς εὑρῆσθαι μὲν ὑπʼ ἐκείνων, ἠκριβωκέναι δὲ τοὺς Σπαρτιάτας, τοὺς δὲ Κρῆτας ὀλιγωρῆσαι, κακωθεισῶν τῶν πόλεων καὶ μάλιστα τῆς Κνωσσίων, τῶν πολεμικῶν· μεῖναι δέ τινα τῶν νομίμων παρὰ Λυττίοις καὶ Γορτυνίοις καὶ ἄλλοις τισὶ πολιχνίοις μᾶλλον ἢ παρʼ ἐκείνοις· καὶ δὴ καὶ τὰ Λυττίων νόμιμα ποιεῖσθαι μαρτύρια τοὺς τὰ Λακωνικὰ πρεσβύτερα ἀποφαίνοντας· ἀποίκους γὰρ ὄντας φυλάττειν τὰ τῆς μητροπόλεως ἔθη, ἐπεὶ ἄλλως γε εὔηθες εἶναι τὸ τοὺς βέλτιον συνεστῶτας καὶ πολιτευομένους τῶν χειρόνων ζηλωτὰς ἀποφαίνειν· οὐκ εὖ δὲ ταῦτα λέγεσθαι· οὔτε γὰρ ἐκ τῶν νῦν καθεστηκότων τὰ παλαιὰ τεκμηριοῦσθαι δεῖν, εἰς τἀναντία ἑκατέρων μεταπεπτωκότων· καὶ γὰρ ναυκρατεῖν πρότερον τοὺς Κρῆτας, ὥστε καὶ παροιμιάζεσθαι πρὸς τοὺς προσποιουμένους μὴ εἰδέναι ἃ ἴσασιν ὁ Κρὴς ἀγνοεῖ τὴν θάλατταν, νῦν δʼ ἀποβεβληκέναι τὸ ναυτικόν· ὅτι ἄποικοί τινες τῶν πόλεων γεγόνασι τῶν ἐν Κρήτῃ Σπαρτιατῶν, ἐν τοῖς ἐκείνων νομίμοις διαμένειν ἐπηναγκάσθαι· πολλὰς γοῦν τῶν ἀποικίδων μὴ φυλάττειν τὰ πάτρια, πολλὰς δὲ καὶ τῶν μὴ ἀποικίδων ἐν Κρήτῃ τὰ αὐτὰ ἔχειν τοῖς ἀποίκοις ἔθη.
Some, he says, alleged that many of the institutions supposed to be Cretan were of Lacedaemonian origin; but the truth is, they were invented by the former, but perfected by the Spartans. The Cretans, when their cities, and particularly Cnossus, were ravaged, neglected military affairs, but some usages were more observed by the Lyttii and Gortynii, and some other small cities, than by the Cnossians. Those persons, who maintain the priority of the Laconian institutions, adduce as evidence of this those of the Lyttii, because as colonists they would retain the customs of the parent state. Otherwise, it would be absurd for those, who lived under a better form of constitution and government, to be imitators of a worse. But this is not correct. For we ought not to form conjectures respecting the ancient from the present state of things, for each has undergone contrary changes. The Cretans were formerly powerful at sea, so that it was a proverbial saying addressed to those who pretended to be ignorant of what they knew, a Cretan, and not know the sea; but at present they have abandoned nautical affairs. Nor did it follow necessarily that, because there were some cities in Crete colonized by Spartans, they should continue to observe Spartan usages, since many of the cities of colonists do not preserve the customs of the mother country; and there are many cities in Crete, the inhabitants of which are not colonists, and yet have the same usages as those that have received colonies.
τῶν τε Σπαρτιατῶν τὸν νομοθέτην Λυκοῦργον πέντε γενεαῖς νεώτερον Ἀλθαιμένους εἶναι τοῦ στείλαντος τὴν εἰς Κρήτην ἀποικίαν· τὸν μὲν γὰρ ἱστορεῖσθαι Κίσσου παῖδα τοῦ τὸ Ἄργος κτίσαντος περὶ τὸν αὐτὸν χρόνον ἡνίκα Προκλῆς τὴν Σπάρτην συνῴκιζε, Λυκοῦργον δʼ ὁμολογεῖσθαι παρὰ πάντων ἕκτον ἀπὸ Προκλέους γεγονέναι· τὰ δὲ μιμήματα μὴ εἶναι πρότερα τῶν παραδειγμάτων μηδὲ τὰ νεώτερα τῶν πρεσβυτέρων· τήν τε ὄρχησιν τὴν παρὰ τοῖς Λακεδαιμονίοις ἐπιχωριάζουσαν καὶ τοὺς ῥυθμοὺς καὶ παιᾶνας τοὺς κατὰ νόμον ᾀδομένους καὶ ἄλλα πολλὰ τῶν νομίμων Κρητικὰ καλεῖσθαι παρʼ αὐτοῖς ὡς ἂν ἐκεῖθεν ὁρμώμενα· τῶν δʼ ἀρχείων τὰ μὲν καὶ τὰς διοικήσεις ἔχειν τὰς αὐτὰς καὶ τὰς ἐπωνυμίας, ὥσπερ καὶ τὴν τῶν γερόντων ἀρχὴν καὶ τὴν τῶν ἱππέων (πλὴν ὅτι τοὺς ἐν Κρήτῃ ἱππέας καὶ ἵππους κεκτῆσθαι συμβέβηκεν· ἐξ οὗ τεκμαίρονται πρεσβυτέραν εἶναι τῶν ἐν Κρήτῃ ἱππέων τὴν ἀρχήν· σώζειν γὰρ τὴν ἐτυμότητα τῆς προσηγορίας· τοὺς δὲ μὴ ἱπποτροφεῖν), τοὺς ἐφόρους δὲ τὰ αὐτὰ τοῖς ἐν Κρήτῃ κόσμοις διοικοῦντας ἑτέρως ὠνομάσθαι· τὰ δὲ συσσίτια ἀνδρεῖα παρὰ μὲν τοῖς Κρησὶν καὶ νῦν ἔτι καλεῖσθαι, παρὰ δὲ τοῖς Σπαρτιάταις μὴ διαμεῖναι καλούμενα ὁμοίως πρότερον· παρʼ Ἀλκμᾶνι γοῦν οὕτω κεῖσθαι φοίναις δὲ καὶ ἐν θιάσοισιν / ἀνδρείων παρὰ δαιτυμόνεσσι πρέπει παιᾶνα κατάρχειν. /
Lycurgus, the Spartan legislator, he says, was five generations later than Althaemenes, who conducted the colony into Crete. He is said by historians to have been the son of Cissus, who founded Argos about the same time that Procles was engaged in establishing a colony at Sparta. It is also generally admitted that Lycurgus was the sixth in descent from Procles. Copies do not precede the models, nor modern precede ancient things. The usual kind of dancing practised among the Lacedaemonians, the measures, and the paeans sung according to a certain mood, and many other usages, are called among them Cretan, as if they came from Crete. But among the ancient customs, those relative to the administration of the state have the same designations as in Crete, as the council of Gerontes and that of the Knights, except that in Crete the knights had horses; whence it is conjectured, that the council of Knights in Crete is more ancient, since the origin of the appellation is preserved. But the Spartan knight did not keep a horse. They who perform the same functions as the Cosmi in Crete, have the different title of Ephori [in Sparta]. The Syssitia, or common meal, is even at present called Andreia among the Cretans; but among the Spartans they did not continue to call it by its former name, as it is found in the poet Alcman; In festivals and in joyous assemblies of the Andreia, it is fit to begin the pean in honour of the guests.
λέγεσθαι δʼ ὑπὸ τῶν Κρητῶν ὡς καὶ παρʼ αὐτοὺς ἀφίκοιτο Λυκοῦργος κατὰ τοιαύτην αἰτίαν· ἀδελφὸς ἦν πρεσβύτερος τοῦ Λυκούργου Πολυδέκτης· οὗτος τελευτῶν ἔγκυον κατέλιπε τὴν γυναῖκα· τέως μὲν οὖν ἐβασίλευεν ὁ Λυκοῦργος ἀντὶ τοῦ ἀδελφοῦ, γενομένου δὲ παιδὸς ἐπετρόπευεν ἐκεῖνον, εἰς ὃν ἡ ἀρχὴ καθήκουσα ἐτύγχανε· λοιδορούμενος δή τις αὐτῷ σαφῶς εἶπεν εἰδέναι διότι βασιλεύσοι· λαβὼν δʼ ὑπόνοιαν ἐκεῖνος ὡς ἐκ τοῦ λόγου τούτου διαβάλλοιτο ἐπιβουλὴ ἐξ αὐτοῦ τοῦ παιδός, δείσας μὴ ἐκ τύχης ἀποθανόντος αἰτίαν αὐτὸς ἔχοι παρὰ τῶν ἐχθρῶν, ἀπῆρεν εἰς Κρήτην. ταύτην μὲν δὴ λέγεσθαι τῆς ἀποδημίας αἰτίαν· ἐλθόντα δὲ πλησιάσαι Θάλητι μελοποιῷ ἀνδρὶ καὶ νομοθετικῷ, ἱστορήσαντα δὲ παρʼ αὐτοῦ τὸν τρόπον ὃν Ῥαδάμανθύς τε πρότερον καὶ ὕστερον Μίνως, ὡς παρὰ τοῦ Διός, τοὺς νόμους ἐκφέροι εἰς ἀνθρώπους, γενόμενον δὲ καὶ ἐν Αἰγύπτῳ καὶ καταμαθόντα καὶ τὰ ἐκεῖ νόμιμα, ἐντυχόντα δʼ, ὥς φασί τινες, καὶ Ὁμήρῳ διατρίβοντι ἐν Χίῳ, κατᾶραι πάλιν εἰς τὴν οἰκείαν, καταλαβεῖν δὲ τὸν τοῦ ἀδελφοῦ υἱὸν τὸν Πολυδέκτου Χαρίλαον βασιλεύοντα· εἶθʼ ὁρμῆσαι διαθεῖναι τοὺς νόμους φοιτῶντα ὡς τὸν θεὸν τὸν ἐν Δελφοῖς, κἀκεῖθεν κομίζοντα τὰ προστάγματα, καθάπερ οἱ περὶ Μίνω ἐκ τοῦ ἄντρου τοῦ Διὸς παραπλήσια ἐκείνοις τὰ πλείω.
The occasion of the journey of Lycurgus to Crete is said by the inhabitants to be as follows. The elder brother of Lycurgus was Polydectes, who, at his death, left his wife pregnant. Lycurgus reigned in place of his brother till the birth of a son. He then became the guardian of the child, who was heir to the kingdom. Some one said to him insultingly, he was sure Lycurgus would be king. Suspecting that by this speech he might be accused of contriving a plot against the child, and fearing that, if the child should die by any accident, his enemies might impute its death to him, he departed to Crete. This is said to have been the cause of his journey. Upon his arrival in Crete he became acquainted with Thales, the lyric poet and legislator. He learnt from this person the plan adopted by Rhadamanthus in former times, and afterwards by Minos in promulgating their laws, so as to procure a belief that they proceeded from Jupiter. He was also in Aegypt, and obtained information respecting the laws and customs of that country. According to some writers, he met at Chios with Homer, who was living there, and then returned to his own country, where he found Charilaus, the son of his brother Polydectes, upon the throne. He then began to frame laws, repairing to the god at Delphi, and bringing thence ordinances, as Minos brought his from the cave of Jupiter. The greater part of these ordinances were similar to those of Minos.