Strabo · Geography Γεωγραφικά

Strabo, Geography 10.3.19–23: Corybantes, Cabeiri and Idaean Dactyls

Strabo gathers the competing genealogies of the Curetes, Corybantes, Telchines, Cabeiri and Idaean Dactyls, citing Hesiod, Pherecydes, Acusilaus, Sophocles and Demetrius of Scepsis. He tells of Rhea bringing guardians to Crete to nurse Zeus (Jupiter), of the Cabeiri in Samothrace, Lemnos and Imbros, and of the Dactyls as the first workers of iron on Ida. He ends by defending his long digression on fables as part of the study of the gods.

Sections 10.3.19–23 · 1227 words · click a number to copy its link

ἔτι δʼ ἄν τις καὶ ταῦτα περὶ τῶν δαιμόνων τούτων καὶ τῆς τῶν ὀνομάτων ποικιλίας, καὶ ὅτι οὐ πρόπολοι θεῶν μόνον ἀλλὰ καὶ αὐτοὶ θεοὶ προσηγορεύθησαν. Ἡσίοδος μὲν γὰρ Ἑκατέρου καὶ τῆς Φορωνέως θυγατρὸς πέντε γενέσθαι θυγατέρας φησίν ἐξ ὧν οὔρειαι Νύμφαι θεαὶ εγένοντο, / καὶ γένος οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοεργῶν, / Κουρῆτές τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες. / ὁ δὲ τὴν Φορωνίδα γράψας αὐλητὰς καὶ Φρύγας τοὺς Κουρῆτας λέγει, ἄλλοι δὲ γηγενεῖς καὶ χαλκάσπιδας· οἱ δʼ οὐ τοὺς Κουρῆτας, ἀλλὰ τοὺς Κορύβαντας Φρύγας, ἐκείνους δὲ Κρῆτας, περιθέσθαι δʼ ὅπλα χαλκᾶ πρώτους ἐν Εὐβοίᾳ· διὸ καὶ Χαλκιδέας αὐτοὺς κληθῆναι· οἱ δʼ ὑπὸ Τιτάνων Ῥέᾳ δοθῆναι προπόλους ἐνόπλους τοὺς Κορύβαντας ἐκ τῆς Βακτριανῆς ἀφιγμένους, οἱ δʼ ἐκ Κόλχων φασίν. ἐν δὲ τοῖς Κρητικοῖς λόγοις οἱ Κουρῆτες Διὸς τροφεῖς λέγονται καὶ φύλακες, εἰς Κρήτην ἐκ Φρυγίας μεταπεμφθέντες ὑπὸ τῆς Ῥέας· οἱ δὲ Τελχίνων ἐν Ῥόδῳ ἐννέα ὄντων τοὺς Ῥέᾳ συνακολουθήσαντας εἰς Κρήτην καὶ τὸν Δία κουροτροφήσαντας Κουρῆτας ὀνομασθῆναι· Κύρβαντα δὲ τούτων ἑταῖρον Ἱεραπύτνης ὄντα κτίστην παρὰ τοῖς Ῥοδίοις παρασχεῖν πρόφασιν τοῖς Πρασίοις ὥστε λέγειν, ὡς εἶεν Κορύβαντες δαίμονές τινες Ἀθηνᾶς καὶ Ἡλίου παῖδες. ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι.

But there may be discovered respecting these daemons, and the variety of their names, that they were not called ministers only of the gods, but themselves were called gods. For Hesiod says that Hecaterus and the daughter of Phoroneus had five daughters, From whom sprung the goddesses, the mountain nymphs, / And the worthless and idle race of satyrs, / And the gods Curetes, lovers of sport and dance. / The author of the Phoronis calls the Curetes, players upon the pipe, and Phrygians; others call them earth-born, and wearing brazen shields. Another author terms the Corybantes, and not the Curetes, Phrygians, and the Curetes, Cretans. Brazen shields were first worn in Euboea, whence the people had the name of Chalcidenses. Others say, that the Corybantes who came from Bactriana, or, according to some writers, from the Colchi, were given to Rhea, as a band of armed ministers, by Titan. But in the Cretan history the Curetes are called nurses and guardians of Jove, and are described as having been sent for from Phrygia to Crete by Rhea. According to other writers, there were nine Telchines in Rhodes, who accompanied Rhea to Crete, and from nursing Jupiter had the name of Curetes; that Corybus, one of their party, was the founder of Hierapytna, and furnished the Prasians in Rhodes with the pretext for saying that Cory bantes were certain daemons, children of Minerva and the sun. By others, the Corybantes are represented to be the children of Saturn; by others, of Jupiter and Calliope, or to be the same persons as the Cabeiri; that they went away to Samothrace, which was formerly called Melite; but their lives and actions are mysterious.

ταῦτα δʼ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους συναγαγὼν τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθησιν ὁμοίως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν, ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπιτελοῖτο· καλεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ ὄρους τοῦ ἐν τῇ Βερεκυντίᾳ Καβείρου. οἱ δʼ Ἑκάτης προπόλους νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβασιν ὄντας. φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ τὰς τῆς Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριάζειν, ὑπεναντιούμενος τῷ τοῦ Εὐριπίδου λόγῳ, ἀλλʼ ἐν τῇ Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας μυθολογεῖν μᾶλλον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς· Ἴδη γὰρ τὸ ὄρος τό τε Τρωικὸν καὶ τὸ Κρητικόν, καὶ Δίκτη τόπος ἐν τῇ Σκηψίᾳ καὶ ὄρος ἐν Κρήτῃ· τῆς δὲ Ἴδης λόφος Πύτνα […] ἀφʼ οὗ Ἱεράπυτνα ἡ πόλις, Ἱπποκόρωνά τε τῆς Ἀδραμυττηνῆς καὶ Ἱπποκορώνιον ἐν Κρήτῃ, Σαμώνιόν τε τὸ ἑωθινὸν ἀκρωτήριον τῆς νήσου καὶ πεδίον ἐν τῇ Νεανδρίδι καὶ τῇ Ἀλεξανδρέων.

The Scepsian (Demetrius) who has collected fabulous stories of this kind, does not receive this account because no mysterious tradition about the Cabeiri is preserved in Samothrace, yet he gives the opinion of Stesimbrotus of Thasus, to the effect that the sacred rites in Samothrace were celebrated in honour of the Cabeiri. Demetrius, however, says that they had their name from Cabeirus, the mountain in Berecynthia. According to others, the Curetes were the same as the Corybantes, and were ministers of Hecate.

The Scepsian says in another place, in contradiction to Euripides, that it is not the custom in Crete to pay divine honours to Rhea, and that these rites were not established there, but in Phrygia only, and in the Troad, and that they who affirm the contrary are mythologists rather than historians; and were probably misled by an identity of name, for Ida is a mountain both in the Troad and in Crete; and Dicte is a spot in the Scepsian territory, and a mountain in Crete. Pytna is a peak of Ida, (and a mountain in Crete,) whence the city Hierapytna has its name. There is Hippocorona in the territory of Adramyttium, and Hippocoronium in Crete. Samonium also is the eastern promontory of the island, and a plain in the Neandris, and in the territory of the Alexandrians (Alexandria Troas).

Ἀκουσίλαος δʼ ὁ Ἀργεῖος ἐκ Καβειροῦς καὶ Ἡφαίστου Κάμιλλον λέγει, τοῦ δὲ τρεῖς Καβείρους, ὧν νύμφας Καβειρίδας· Φερεκύδης δʼ ἐξ Ἀπόλλωνος καὶ Ῥητίας Κύρβαντας ἐννέα, οἰκῆσαι δʼ αὐτοὺς ἐν Σαμοθρᾴκῃ· ἐκ δὲ Καβειροῦς τῆς Πρωτέως καὶ Ἡφαίστου Καβείρους τρεῖς καὶ νύμφας τρεῖς Καβειρίδας, ἑκατέροις δʼ ἱερὰ γίνεσθαι. μάλιστα μὲν οὖν ἐν Ἴμβρῳ καὶ Λήμνῳ τοὺς Καβείρους τιμᾶσθαι συμβέβηκεν, ἀλλὰ καὶ ἐν Τροίᾳ κατὰ πόλεις· τὰ δʼ ὀνόματα αὐτῶν ἐστι μυστικά. Ἡρόδοτος δὲ καὶ ἐν Μέμφει λέγει τῶν Καβείρων ἱερὰ καθάπερ καὶ τοῦ Ἡφαίστου, διαφθεῖραι δʼ αὐτὰ Καμβύσην. ἔστι δʼ ἀοίκητα τὰ χωρία τῆς τῶν δαιμόνων τούτων τιμῆς, τό τε Κορυβαντεῖον τὸ ἐν τῇ Ἁμαξιτίᾳ τῆς νῦν Ἀλεξανδρέων χώρας ἐγγὺς τοῦ Σμινθίου, καὶ ἡ Κορύβισσα ἐν τῇ Σκηψίᾳ περὶ ποταμὸν Εὐρήεντα καὶ κώμην ὁμώνυμον καὶ ἔτι χείμαρρον Αἰθαλόεντα. πιθανὸν δέ φησιν ὁ Σκήψιος, Κουρῆτας μὲν καὶ Κορύβαντας εἶναι τοὺς αὐτούς, οἳ περὶ τὰς τῆς μητρὸς τῶν θεῶν ἁγιστείας πρὸς ἐνόπλιον ὄρχησιν ᾔθεοι καὶ κόροι τυγχάνουσι παρειλημμένοι. καὶ Κορύβαντες δὲ ἀπὸ τοῦ κορύπτοντας βαίνειν ὀρχηστικῶς, οὓς καὶ βητάρμονας λέγει ὁ ποιητής δεῦτʼ ἄγε Φαιήκων βητάρμονες, ὅσσοι ἄριστοι. / τῶν δὲ Κορυβάντων ὀρχηστικῶν καὶ ἐνθουσιαστικῶν ὄντων καὶ τοὺς μανικῶς κινουμένους κορυβαντιᾶν φαμεν.

But Acusilaus, the Argive, mentions a Camillus, the son of Cabeira and Vulcan; who had three sons, Cabeiri, (and three daughters,) the Nymphs Cabeirides.

According to Pherecydes, there sprung from Apollo and Rhetia nine Corybantes, who lived in Samothrace; that from Cabeira, the daughter of Proteus and Vulcan, there were three Cabeiri, and three Nymphs, Cabeirides, and that each had their own sacred rites. But it was at Lemnos and Imbros that the Cabeiri were more especially the objects of divine worship, and in some of the cities of the Troad; their names are mystical.

Herodotus mentions, that there were at Memphis temples of the Cabeiri as well as of Vulcan, which were destroyed by Cambyses. The places where these demons received divine honours are uninhabited, as Corybantium in the territory Hamaxitia belonging to the country of the Alexandrians, near Sminthium; and Corybissa in the Scepsian territory about the river Eureis, and a village of the same name, and the winter torrent Aethaloeïs.

The Scepsian says, that it is probable that the Curetes and Corybantes are the same persons, who as youths and boys were employed to perform the armed dance in the worship of the mother of the gods. They were called Corybantes from their dancing gait, and butting with their head (κορύπτοντας) by the poet they were called βητάπμονες, Come hither, you who are the best skilled Betarmones among the Phaeacians. Because the Corybantes are dancers, and are frantic, we call those persons by this name whose movements are furious.

δακτύλους δʼ Ἰδαίους φασί τινες κεκλῆσθαι τοὺς πρώτους οἰκήτορας τῆς κατὰ τὴν Ἴδην ὑπωρείας· πόδας μὲν γὰρ λέγεσθαι τὰς ὑπωρείας, κορυφὰς δὲ τὰ ἄκρα τῶν ὀρῶν· αἱ οὖν κατὰ μέρος ἐσχατιαὶ καὶ πᾶσαι τῆς μητρὸς τῶν θεῶν ἱεραὶ περὶ τὴν Ἴδην […] Σοφοκλῆς δὲ οἴεται πέντε τοὺς πρώτους ἄρσενας γενέσθαι, οἳ σίδηρόν τε ἐξεῦρον καὶ εἰργάσαντο πρῶτοι καὶ ἄλλα πολλὰ τῶν πρὸς τὸν βίον χρησίμων, πέντε δὲ καὶ ἀδελφὰς τούτων, ἀπὸ δὲ τοῦ ἀριθμοῦ δακτύλους κληθῆναι. ἄλλοι δʼ ἄλλως μυθεύουσιν ἀπόροις ἄπορα συνάπτοντες, διαφόροις δὲ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἀριθμοῖς χρῶνται, ὧν Κέλμιν ὀνομάζουσί τινα καὶ Δαμναμενέα καὶ Ἡρακλέα καὶ Ἄκμονα· καὶ οἱ μὲν ἐπιχωρίους τῆς Ἴδης οἱ δὲ ἐποίκους, πάντες δὲ σίδηρον εἰργάσθαι ὑπὸ τούτων ἐν Ἴδῃ πρῶτόν φασι, πάντες δὲ καὶ γόητας ὑπειλήφασι καὶ περὶ τὴν μητέρα τῶν θεῶν καὶ ἐν Φρυγίᾳ ᾠκηκότας περὶ τὴν Ἴδην, Φρυγίαν τὴν Τρῳάδα καλοῦντες διὰ τὸ τοὺς Φρύγας ἐπικρατῆσαι πλησιοχώρους ὄντας τῆς Τροίας ἐκπεπορθημένης. ὑπονοοῦσι δὲ τῶν Ἰδαίων δακτύλων ἐκγόνους εἶναι τούς τε Κουρῆτας καὶ τοὺς Κορύβαντας· τοὺς γοῦν πρώτους γεννηθέντας ἐν Κρήτῃ ἑκατὸν ἄνδρας Ἰδαίους δακτύλους κληθῆναι, τούτων δʼ ἀπογόνους φασὶ Κουρῆτας ἐννέα γενέσθαι, τούτων δʼ ἕκαστον δέκα παῖδας τεκνῶσαι τοὺς Ἰδαίους καλουμένους δακτύλους.

Some writers say that the first inhabitants of the country at the foot of Mount Ida were called Idaean Dactyli, for the country below mountains is called the foot, and the summits of mountains their heads; so the separate extremities of Ida (and all are sacred to the mother of the gods) are called Idaean Dactyli.

But Sophocles supposes, that the first five were males, who discovered and forged iron, and many other things which were useful for the purposes of life; that these persons had five sisters, and from their number had the name of Dactyli. Different persons however relate these fables differently, connecting one uncertainty with another. They differ both with respect to the numbers and the names of these persons; some of whom they call Celmis, and Damnameneus, and Hercules, and Acmon, who, according to some writers, were natives of Ida, according to others, were settlers, but all agree that they were the first workers in iron, and upon Mount Ida. All writers suppose them to have been magicians, attendants upon the mother of the gods, and to have lived in Phrygia about Mount Ida. They call the Troad Phrygia, because, after the devastation of Troy, the neighbouring Phrygians became masters of the country. It is also supposed that the Curetes and the Corybantes were descendants of the Idaean Dactyli, and that they gave the name of Idaean Dactyli to the first hundred persons who were born in Crete; that from these descended nine Curetes, each of whom had ten children, who were called Idaean Dactyli.

προήχθημεν δὲ διὰ πλειόνων εἰπεῖν περὶ τούτων καίπερ ἥκιστα φιλομυθοῦντες, ὅτι τοῦ θεολογικοῦ γένους ἐφάπτεται τὰ πράγματα ταῦτα. πᾶς δὲ ὁ περὶ τῶν θεῶν λόγος ἀρχαίας ἐξετάζει δόξας καὶ μύθους, αἰνιττομένων τῶν παλαιῶν ἃς εἶχον ἐννοίας φυσικὰς περὶ τῶν πραγμάτων καὶ προστιθέντων ἀεὶ τοῖς λόγοις τὸν μῦθον. ἅπαντα μὲν οὖν τὰ αἰνίγματα λύειν ἐπʼ ἀκριβὲς οὐ ῥᾴδιον, τοῦ δὲ πλήθους τῶν μυθευομένων ἐκτεθέντος εἰς τὸ μέσον, τῶν μὲν ὁμολογούντων ἀλλήλοις τῶν δʼ ἐναντιουμένων, εὐπορώτερον ἄν τις δύναιτο εἰκάζειν ἐξ αὐτῶν τἀληθές· οἷον τὰς ὀρειβασίας τῶν περὶ τὸ θεῖον σπουδαζόντων καὶ αὐτῶν τῶν θεῶν καὶ τοὺς ἐνθουσιασμοὺς εἰκότως μυθεύουσι κατὰ τὴν αὐτὴν αἰτίαν καθʼ ἣν καὶ οὐρανίους νομίζουσι τοὺς θεοὺς καὶ προνοητικοὺς τῶν τε ἄλλων καὶ τῶν προσημασιῶν· τῇ μὲν οὖν ὀρειβασίᾳ τὸ μεταλλευτικὸν καὶ τὸ θηρευτικὸν ζητητικὸν τῶν πρὸς τὸν βίον χρησίμων ἐφάνη συγγενές, τῶν δʼ ἐνθουσιασμῶν καὶ θρησκείας καὶ μαντικῆς τὸ ἀγυρτικὸν καὶ γοητεία ἐγγύς. τοιοῦτον δὲ καὶ τὸ φιλότεχνον μάλιστα τὸ περὶ τὰς Διονυσιακὰς τέχνας καὶ τὰς Ὀρφικάς. ἀλλʼ ἀπόχρη περὶ αὐτῶν.

Although we are not fond of fabulous stories, yet we have expatiated upon these, because they belong to subjects of a theological nature.

All discussion respecting the gods requires an examination of ancient opinions, and of fables, since the ancients expressed enigmatically their physical notions concerning the nature of things, and always intermixed fable with their discoveries. It is not easy therefore to solve these enigmas exactly, but if we lay before the reader a multitude of fabulous tales, some consistent with each other, others which are contradictory, we may thus with less difficulty form conjectures about the truth. For example, mythologists probably represented the ministers of the gods, and the gods themselves, as coursing over the mountains, and their enthusiastic behaviour, for the same reason that they considered the gods to be celestial beings, and to exercise a providential care over all things, and especially over signs and presages. Mining, hunting, and a search after things useful for the purposes of life, appeared to have a relation to this coursing over the mountains, but juggling and magic to be connected with enthusiastic behaviour, religious rites, and divination. Of such a nature, and connected in particular with the improvement of the arts of life, were the Dionysiac and Orphic arts. But enough of this subject.

People and places in this passage

English translation by H. C. Hamilton and W. Falconer (1854). Original text: August Meineke (ed.), Strabonis Geographica, 3 vols., Leipzig: Teubner, 1877 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Geography 10.3.19–23: Corybantes, Cabeiri and Idaean Dactyls