ἡ μὲν οὖν Δῆλος ἐν πεδίῳ κειμένην ἔχει τὴν πόλιν καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ Λητῷον· ὑπέρκειται δὲ τῆς πόλεως ὄρος ψιλὸν ὁ Κύνθος καὶ τραχύ, ποταμὸς δὲ διαρρεῖ τὴν νῆσον Ἰνωπὸς οὐ μέγας· καὶ γὰρ ἡ νῆσος μικρά. τετίμηται δὲ ἐκ παλαιοῦ διὰ τοὺς θεοὺς ἀπὸ τῶν ἡρωικῶν χρόνων ἀρξαμένη· μυθεύεται γὰρ ἐνταῦθα ἡ Λητὼ τὰς ὠδῖνας ἀποθέσθαι τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος. ἦν γὰρ τοπάροιθε φορητά / φησὶν ὁ Πίνδαρος κυμάτεσσιν παντοδαπῶν τʼ ἀνέμων / ῥιπαῖσιν· ἀλλʼ ἁ Κοιογενὴς ὁπότʼ ὠδίνεσσι θύοισʼ / ἀγχιτόκοις ἐπέβα νιν, δὴ τότε τέσσαρες ὀρθαὶ / πρέμνων ἀπώρουσαν χθονίων, / ἂν δʼ ἐπικράνοις σχέθον πέτραν ἀδαμαντοπέδιλοι / κίονες· ἔνθα τεκοῖσʼ εὐδαίμονʼ ἐπόψατο γένναν. / ἔνδοξον δʼ ἐποίησαν αὐτὴν αἱ περιοικίδες νῆσοι, καλούμεναι Κυκλάδες, κατὰ τιμὴν πέμπουσαι δημοσίᾳ θεωρούς τε καὶ θυσίας καὶ χοροὺς παρθένων πανηγύρεις τε ἐν αὐτῇ συνάγουσαι μεγάλας.
The city of Delos is in a plain. Delos contains the temple of Apollo, and the Latoum, or temple of Latona. The Cynthus, a naked and rugged mountain, overhangs the city. The Inopus, not a large river, for the island is small, flows through it. Anciently, even from the heroic times, this island has been held in veneration on account of the divinities worshipped here. Here, according to the fable, Latona was relieved from the pains of labour, and gave birth to Apollo and Diana. Before this time, (says Pindar,) Delos was carried about by the waves, and by winds blowing from every quarter, but when the daughter of Coeus set her foot upon it, who was then suffering the sharp pangs of approaching child-birth, at that instant four upright columns, resting on adamant, sprang from the depths of the earth and retained it fast on the rugged rock; there she brought forth, and beheld her happy offspring. The islands lying about it, called Cyclades, gave it celebrity, since they were in the habit of sending at the public charge, as a testimony of respect, sacred delegates, (Theori,) sacrifices, and bands of virgins; they also repaired thither in great multitudes to celebrate festivals.
κατʼ ἀρχὰς μὲν οὖν δώδεκα λέγονται· προσεγένοντο δὲ καὶ πλείους. Ἀρτεμίδωρος γοῦν διαριθμεῖται, περὶ τῆς Ἑλένης εἰπὼν ὅτι ἀπὸ Θορίκου μέχρι Σουνίου παράκειται μακρὰ σταδίων ὅσον ἑξήκοντα τὸ μῆκος, ἀπὸ ταύτης γάρ, φησίν, αἱ καλούμεναι Κυκλάδες εἰσίν· ὀνομάζει δὲ Κέω τὴν ἐγγυτάτω τῇ Ἑλένῃ, καὶ μετὰ ταύτην Κύθνον καὶ Σέριφον καὶ Μῆλον καὶ Σίφνον καὶ Κίμωλον καὶ Πρεπέσινθον καὶ Ὠλίαρον, καὶ πρὸς ταύταις Πάρον Νάξον Σῦρον Μύκονον Τῆνον Ἄνδρον Γύαρον. τὰς μὲν οὖν ἄλλας τῶν δώδεκα νομίζω, τὴν δὲ Πρεπέσινθον καὶ Ὠλίαρον καὶ Γύαρον ἧττον· ὧν τῇ Γυάρῳ προσορμισθεὶς ἔγνων κώμιον ὑπὸ ἁλιέων συνοικούμενον· ἀπαίροντες δʼ ἐδεξάμεθα πρεσβευτὴν ἐνθένδε ὡς Καίσαρα προκεχειρισμένον τῶν ἁλιέων τινά (ἦν δʼ ἐν Κορίνθῳ Καῖσαρ βαδίζων ἐπὶ τὸν θρίαμβον τὸν Ἀκτιακόν)· συμπλέων δὴ ἔλεγε πρὸς τοὺς πυθομένους ὅτι πρεσβεύοι περὶ κουφισμοῦ τοῦ φόρου· τελοῖεν γὰρ δραχμὰς ἑκατὸν πεντήκοντα καὶ τὰς ἑκατὸν χαλεπῶς ἂν τελοῦντες. δηλοῖ δὲ τὰς ἀπορίας αὐτῶν καὶ Ἄρατος ἐν τοῖς κατὰ λεπτόν ὦ Λητοῖ, σὺ μὲν ἤ με σιδηρείῃ Φολεγάνδρῳ / δειλὴν ἢ Γυάρῳ παρελεύσεαι αὐτίχʼ ὁμοίην. /
Originally, there were said to be twelve Cyclades, but many others were added to them. Artemidorus enumerates (fifteen?) where he is speaking of the island Helena, and of which he says that it extends from Thoricus to Sunium, and is about 60 stadia in length; it is from this island, he says, the Cyclades, as they are called, begin. He names Ceos, as the nearest island to Helena, and next to this Cythnus, Seriphus, Melos, Siphnus, Cimolus, Prepesinthus, Oliarus, and besides these Paros, “Naxos, Syros, Myconus, Tenos, Andros, Gyarus. The rest I consider as belonging to the Twelve, but not Prepesinthus, Oliarus, and Gyarus. When I put in at the latter island I found a small village inhabited by fishermen. When we left it we took in a fisherman, deputed from the inhabitants to go to Caesar, who was at Corinth on his way to celebrate his triumph after the victory at Actium. He told his fellow-passengers, that he was deputed to apply for an abatement of the tribute, for they were required to pay 150 drachmae, when it was with difficulty they could pay 100.
Aratus, in his Details, intimates how poor they were; “O Latona, thou art shortly going to pass by me [an insignificant is- land] like to the iron-bound Pholegandrus, or to unhappy Gyarus.
τὴν μὲν οὖν Δῆλον ἔνδοξον γενομένην οὕτως ἔτι μᾶλλον ηὔξησε κατασκαφεῖσα ὑπὸ Ῥωμαίων Κόρινθος· ἐκεῖσε γὰρ μετεχώρησαν οἱ ἔμποροι, καὶ τῆς ἀτελείας τοῦ ἱεροῦ προκαλουμένης αὐτοὺς καὶ τῆς εὐκαιρίας τοῦ λιμένος· ἐν καλῷ γὰρ κεῖται τοῖς ἐκ τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν πλέουσιν· ἥ τε πανήγυρις ἐμπορικόν τι πρᾶγμά ἐστι, καὶ συνήθεις ἦσαν αὐτῇ καὶ Ῥωμαῖοι τῶν ἄλλων μάλιστα, καὶ ὅτε συνειστήκει ἡ Κόρινθος· Ἀθηναῖοί τε λαβόντες τὴν νῆσον καὶ τῶν ἱερῶν ἅμα καὶ τῶν ἐμπόρων ἐπεμελοῦντο ἱκανῶς· ἐπελθόντες δʼ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ καὶ ὁ ἀποστήσας τύραννος αὐτὴν διελυμήναντο πάντα, καὶ παρέλαβον ἐρήμην οἱ Ῥωμαῖοι πάλιν τὴν νῆσον, ἀναχωρήσαντος εἰς τὴν οἰκείαν τοῦ βασιλέως, καὶ διετέλεσε μέχρι νῦν ἐνδεῶς πράττουσα. ἔχουσι δʼ αὐτὴν Ἀθηναῖοι.
Although Delos was so famous, yet it became still more so, and flourished after the destruction of Corinth by the Romans. For the merchants resorted thither, induced by the immunities of the temple, and the convenience of its harbour. It lies favourably for those who are sailing from Italy and Greece to Asia. The general festival held there serves the purposes of commerce, and the Romans particularly frequented it even before the destruction of Corinth. The Athenians, after having taken the island, paid equal attention to the affairs both of religion and of commerce. But the generals of Mithridates, and the tyrant, who had occasioned the detection of (Athens from the Romans), ravaged it entirely. The Romans received the island in a desolate state on the departure of the king to his own country; and it has continued in an impoverished condition to the present time. The Athenians are now in possession of it.
Ῥήναια δʼ ἔρημον νησίδιόν ἐστιν ἐν τέτταρσι τῆς Δήλου σταδίοις, ὅπου τὰ μνήματα τοῖς Δηλίοις ἐστίν. οὐ γὰρ ἔξεστιν ἐν αὐτῇ τῇ Δήλῳ θάπτειν οὐδὲ καίειν νεκρόν. οὐκ ἔξεστι δὲ οὐδὲ κύνα ἐν Δήλῳ τρέφειν. ὠνομάζετο δὲ καὶ Ὀρτυγία πρότερον.
Rheneia is a small desert island 4 stadia from Delos, where are the sepulchral monuments of the Delians. For it is not permitted to bury the dead in Delos, nor to burn a dead body there. It is not permitted even to keep a dog in Delos.
Formerly it had the name of Ortygia.