οὐκ ὤκνησαν δέ τινες τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ φάναι, οἱ δὲ τῇ Τάφῳ, καὶ Ταφίους τοὺς Κεφαλληνίους, τοὺς δʼ αὐτοὺς καὶ Τηλεβόας, καὶ τὸν Ἀμφιτρύωνα δεῦρο στρατεῦσαι μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος παραληφθέντος, κατασχόντα δὲ τὴν νῆσον παραδοῦναι τῷ Κεφάλῳ, καὶ ταύτην μὲν ἐπώνυμον ἐκείνου γενέσθαι τὰς δὲ πόλεις τῶν παίδων αὐτοῦ. ταῦτα δʼ οὐχ ὁμηρικά· οἱ μὲν γὰρ Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ καὶ Λαέρτῃ, ἡ δὲ Τάφος ὑπὸ τῷ Μέντῃ Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. / καλεῖται δὲ νῦν Ταφιὰς ἡ Τάφος. οὐδʼ Ἑλλάνικος ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων. τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ Ἐχινάδες, οἵ τε ἐνοικοῦντες Ἐπειοὶ ἐξ Ἤλιδος ἀφιγμένοι· διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον Φυλείδεω ἕταρον μεγαθύμων ἀρχὸν Ἐπειῶν / καλεῖ. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. / οὔτʼ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθʼ Ὅμηρον οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί· τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες ὑπὸ Ὀδυσσεῖ, οἱ δʼ ὑπὸ Μέγητι. οὐδὲ Παλεῖς Δουλίχιον ὑφʼ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης. μάλιστα δʼ ἐναντιοῦται Ὁμήρῳ ὁ τὴν Κεφαλληνίαν τὴν αὐτὴν τῷ Δουλιχίῳ λέγων, εἴπερ τῶν μνηστήρων ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα ἦσαν, ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσιν. οὐ γὰρ τοῦτʼ ἂν εἴη λέγων, ἐξ ὅλης μὲν τόσους ἐκ δὲ μιᾶς τῶν τεττάρων παρὰ δύο τοὺς ἡμίσεις. εἰ δʼ ἄρα τοῦτο δώσει τις, ἐρησόμεθα τίς ἂν εἴη ἡ Σάμη, ὅταν οὕτω φῇ Δουλίχιόν τε Σάμην τʼ ἠδʼ ὑλήεντα Ζάκυνθον. /
Some writers do not hesitate to affirm, that Cephallenia and Dulichium are the same; others identify it with Taphos, and the Cephallenians with Taphians, and these again with Teleboae. They assert that Amphitryon, with the aid of Cephalus, the son of Deioneus, an exile from Athens, undertook an expedition against the island, and having got possession of it, delivered it up to Cephalus; hence this city bore his name, and the rest those of his children. But this is not in accordance with Homer, for the Cephallenians were subject to Ulysses and Laertes, and Taphos to Mentes; I boast that I am Mentes, son of the valiant Anchialus, / And king of the Taphians, skilful rowers. / Taphos is now called Taphius. Nor does Hellanicus follow Homer when he calls Cephallenia, Dulichium, for Dulichium, and the other Echinades, are said to be under the command of Meges, and the inhabitants, Epeii, who came from Elis; wherefore he calls Otus the Cyllenian,
companion of Phyleides, chief of the magnanimous Epeii; but Ulysses led the magnanimous Cephallenes. Neither, as Andro asserts, is Cephallenia, according to Homer, Dulichium, nor does Dulichium belong to Cephallenia, for Epeii possessed Dulichium, and Cephallenians the whole of Cephallenia, the former of whom were under the command of Ulysses, the latter of Meges. Paleis is not called Dulichium by Homer, as Pherecydes says. But he who asserts that Cephallenia and Dulichium are the same contradicts most strongly the account of Homer; for as fifty-two of the suitors came from Dulichium, and twenty-four from Samé, would he not say, that from the whole island came such a number of suitors, and from a single city of the four came half the number within two? If any one should admit this, we shall inquire what the Samé could be, which is mentioned in this line, Dulichium and Samé, and the woody Zacynthus. /
κεῖται δʼ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν, διέχουσα τοῦ Λευκάτα περὶ πεντήκοντα (οἱ δὲ τετταράκοντά φασι) σταδίους, τοῦ δὲ Χελωνάτα περὶ ὀγδοήκοντα. αὐτὴ δʼ ἐστὶν ὡς τριακοσίων τὴν περίμετρον, μακρὰ δʼ ἀνήκουσα πρὸς εὖρον, ὀρεινή· μέγιστον δʼ ὄρος ἐν αὐτῇ ἐν ᾧ τὸ Διὸς Αἰνησίου ἱερόν· καθʼ ὃ δὲ στενωτάτη ἐστὶν ἡ νῆσος, ταπεινὸν ἰσθμὸν ποιεῖ ὥσθʼ ὑπερκλύζεσθαι πολλάκις ἐκ θαλάττης εἰς θάλατταν· πλησίον δʼ εἰσὶ τῶν στενῶν ἐν κόλπῳ Κράνιοί τε καὶ Παλεῖς.
Cephallenia is situated opposite to Acarnania, at the distance from Leucatas of about 50, or according to others, of 40 stadia, and from Chelonatas of about 80 stadia. It is about 300 stadia (1300?) in circumference. It extends in length towards the south-east (Eurus). It is mountainous; the largest mountain in it is the Aenus, on which is the temple of Jupiter Aenesius. Here is the narrowest part of the island, which forms a low isthmus, that is frequently overflowed from sea to sea. Cranii and Paleis are situated near the straits in the Gulf.
μεταξὺ δὲ τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἡ Ἀστερία νησίον (Ἀστερὶς δʼ ὑπὸ τοῦ ποιητοῦ λέγεται) ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ / ἀμφίδυμοι. / ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπʼ αὐτῷ τῷ ἰσθμῷ κείμενον.
Between Ithaca and Cephallenia is the small island Asteria, or Asteris, as t is called by the poet, which, according to Demetrius, the Scepsian, does not remain in the state described by the poet, there are harbours in it, open on both sides, for the reception of vessels. / But Apollodorus says that it exists even at present, and mentions a small city in it, Alalcomenae, situated quite upon the isthmus.
καλεῖ δʼ ὁ ποιητὴς Σάμον καὶ τὴν Θρᾳκίαν, ἣν νῦν Σαμοθρᾴκην καλοῦμεν. τὴν δʼ Ἰωνικὴν οἶδε μέν, ὡς εἰκός· καὶ γὰρ τὴν Ἰωνικὴν ἀποικίαν εἰδέναι φαίνεται· οὐκ ἀντιδιέστειλε δὲ τὴν ὁμωνυμίαν, περὶ τῆς Σαμοθρᾴκης λέγων, τοτὲ μὲν τῷ ἐπιθέτῳ ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης, / Θρηικίης / τοτὲ δὲ τῇ συζυγίᾳ τῶν πλησίον νήσων ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν / καὶ πάλιν μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου παιπαλοέσσης. / ᾔδει μὲν οὖν, οὐκ ὠνόμακε δʼ αὐτήν· οὐδʼ ἐκαλεῖτο τῷ αὐτῷ ὀνόματι πρότερον, ἀλλὰ Μελάμφυλλος, εἶτʼ Ἀνθεμίς, εἶτα Παρθενία ἀπὸ τοῦ ποταμοῦ τοῦ Παρθενίου, ὃς Ἴμβρασος μετωνομάσθη. ἐπεὶ οὖν κατὰ τὰ Τρωικὰ Σάμος μὲν καὶ ἡ Κεφαλληνία ἐκαλεῖτο καὶ ἡ Σαμοθρᾴκη (οὐ γὰρ ἂν Ἑκάβη εἰσήγετο λέγουσα ὅτι τοὺς παῖδας αὐτῆς πέρνασχʼ ὅν κε λάβοι ἐς Σάμον ἔς τʼ Ἴμβρον), Ἰωνικὴ δʼ οὐκ ἀπῴκιστό πω, δῆλον ὅτι ἀπὸ τῶν προτέρων τινὸς τὴν ὁμωνυμίαν ἔσχεν· ἐξ ὧν κἀκεῖνο δῆλον, ὅτι παρὰ τὴν ἀρχαίαν ἱστορίαν ὃ λέγουσιν οἱ φήσαντες, μετὰ τὴν Ἰωνικὴν ἀποικίαν καὶ τὴν Τεμβρίωνος παρουσίαν ἀποίκους ἐλθεῖν ἐκ Σάμου καὶ ὀνομάσαι Σάμον τὴν Σαμοθρᾴκην, ὡς οἱ Σάμιοι τοῦτʼ ἐπλάσαντο δόξης χάριν. πιθανώτεροι δʼ εἰσὶν ἀπὸ τοῦ Σάμους καλεῖσθαι τὰ ὕψη φήσαντες εὑρῆσθαι τοῦτο τοὔνομα τὴν νῆσον· ἐντεῦθεν γάρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. / τινὲς δὲ Σάμον καλεῖσθαί φασιν ἀπὸ Σαΐων, τῶν οἰκούντων Θρᾳκῶν πρότερον, οἳ καὶ τὴν ἤπειρον ἔσχον τὴν προσεχῆ, εἴτε οἱ αὐτοὶ τοῖς Σαπαίοις ὄντες ἢ τοῖς Σιντοῖς, οὓς Σίντιας καλεῖ ὁ ποιητής, εἴθʼ ἕτεροι. μέμνηται δὲ τῶν Σαΐων Ἀρχίλοχος ἀσπίδα μὲν Σαΐων τὶς ἀνείλετο, τὴν παρὰ θάμνῳ / ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων. /
The poet also gives the name of Samos to Thracia, which we now call Samothracé. He was probably acquainted with the Ionian island, for he seems to have been acquainted with the Ionian migration. He would not, otherwise, have made a distinction between islands of the same names, for in speaking of Samothrace, he makes the distinction sometimes by the epithet, on high, upon the loftiest summit of the woody Samos, the Thracian, / sometimes by uniting it with the neighbouring islands, to Samos, and Imbros, and inaccessible Lemnos; / and again, between Samos and rocky Imbros. / He was therefore acquainted with the Ionian island, although he has not mentioned its name. Nor had it formerly always the same name, but was called Melamphylus, then Anthemis, then Parthenia, from the river Parthenius, the name of which was changed to Imbrasus. Since then both Cephallenia and Samothracé were called Samos at the time of the Trojan war, (for if it had not been so Hecuba would not have been introduced saying, that Achilles would sell any of her children that he could seize at Samos and Imbros,) Ionian Samos was not yet colonized (by Ionians), which is evident from its having the same name from one of the islands earlier (called Samos), that had it before; whence this also is clear, that those persons contradict ancient history, who assert, that colonists came from Samos after the Ionian migration, and the arrival of Tembrion, and gave the name of Samos to Samothracé. The Samians invented this story out of vanity. Those are more entitled to credit, who say, that heights are called Sami, and that the island obtained its name from this circumstance, for from thence was seen all Ida, the city of Priam, and the ships of the Greeks. / But according to some writers, Samos had its name from the Saii, a Thracian tribe, who formerly inhabited it, and who occupied also the adjoining continent, whether they were the same people as the Sapae, or the Sinti, whom the poet calls Sinties, or a different nation. Archilochus mentions the Sail; one of the Saii is exulting in the possession of an honourable shield, which I left against my will near a thicket.
λοιπὴ δʼ ἐστὶ τῶν ὑπὸ τῷ Ὀδυσσεῖ τεταγμένων νήσων ἡ Ζάκυνθος, μικρῷ πρὸς ἑσπέραν μᾶλλον τῆς Κεφαλληνίας κεκλιμένη τῆς Πελοποννήσου, συνάπτουσα δʼ αὐτῇ πλέον. ἔστι δʼ ὁ κύκλος τῆς Ζακύνθου σταδίων ἑκατὸν ἑξήκοντα· διέχει δὲ καὶ τῆς Κεφαλληνίας ὅσον ἑξήκοντα σταδίους, ὑλώδης μὲν εὔκαρπος δέ· καὶ ἡ πόλις ἀξιόλογος, ὁμώνυμος. ἐντεῦθεν εἰς Ἑσπερίδας τῆς Λιβύης στάδιοι τρισχίλιοι ἑξακόσιοι.
Of the islands subject to Ulysses there remains to be described Zacynthus. It verges a little more than Cephallenia to the west of Peloponnesus, but approaches closer to it. It is 160 stadia in circumference, and distant from Cephallenia about 60 stadia. It is woody, but fertile, and has a considerable city of the same name. Thence to the Hesperides belonging to Africa are 3300 stadia.