Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 14.191–359: The false tale of the Cretan

Odysseus, in the character of a Cretan, tells Eumaeus that he was the son of a rich man and a slave woman, and fought at Troy under Idomeneus. Back in Crete he sailed with raiders to Egypt, where his men were killed or enslaved, and he was saved by the king. He then tells of a Phoenician who took him to Libya, of a shipwreck, and of how he was washed up in Thesprotia, where he heard that Odysseus was alive.

Lines 14.191–359 · 1861 words · click a number to copy its link
191τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι, 195δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν· ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, 200ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι 205ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν. ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, 210αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.

Then Odysseus of many wiles answered him, and said: “Then verily I will frankly tell thee all. Would that now we two might have food and sweet wine for the while, to feast on in quiet here in thy hut, and that others might go about their work; easily then might I tell on for a full year, and yet in no wise finish the tale of the woes of my spirit—even all the toils that I have endured by the will of the gods. “From broad Crete I declare that I am come by lineage, the son of a wealthy man. And many other sons too were born and bred in his halls, true sons of a lawful wife; but the mother that bore me was bought, a concubine. Yet Castor, son of Hylax, of whom I declare that I am sprung, honored me even as his true-born sons. He was at that time honored as a god among the Cretans in the land for his good estate, and his wealth, and his glorious sons. But the fates of death bore him away to the house of Hades, and his proud sons divided among them his substance, and cast lots therefor. To me they gave a very small portion, and allotted a dwelling.

211ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα 215γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, 220ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν. τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν 225καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί, λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν· ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν 230εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.

But I took unto me a wife from a house that had wide possessions, winning her by my valor; for I was no weakling, nor a coward in fight. Now all that strength is gone; yet even so, in seeing the stubble, methinks thou mayest judge what the grain was; for verily troubles in full measure encompass me. But then Ares and Athena gave me courage, and strength that breaks the ranks of men; and whenever I picked the best warriors for an ambush, sowing the seeds of evil for the foe, never did my proud spirit forbode death, but ever far the first did I leap forth, and slay with my spear whosoever of the foe gave way in flight before me. Such a man was I in war, but labour in the field was never to my liking, nor the care of a household, which rears goodly children, but oared ships were ever dear to me, and wars, and polished spears, and arrows,—grievous things, whereat others are wont to shudder. But those things, I ween, were dear to me, which a god put in my heart; for different men take joy in different works. For before the sons of the Achaeans set foot on the land of Troy , I had nine times led warriors and swift-faring ships against foreign folk, and great spoil had ever fallen to my hands.

232τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην. 235ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε, δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις. 240ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν, τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς· μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν 245κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι, νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν. ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι 250δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.

Of this I would choose what pleased my mind, and much I afterwards obtained by lot. Thus my house straightway grew rich, and thereafter I became one feared and honored among the Cretans. “But when Zeus, whose voice is borne afar, devised that hateful journey which loosened the knees of many a warrior, then they bade me and glorious Idomeneus to lead the ships to Ilios, nor was there any way to refuse, for the voice of the people pressed hard upon us. There for nine years we sons of the Achaeans warred, and in the tenth we sacked the city of Priam, and set out for home in our ships, and a god scattered the Achaeans. But for me, wretched man that I was, Zeus, the counsellor, devised evil. For a month only I remained, taking joy in my children, my wedded wife, and my wealth; and then to Egypt did my spirit bid me voyage with my godlike comrades, when I had fitted out my ships with care. Nine ships I fitted out, and the host gathered speedily.

252ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι 255νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα, στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους 260αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι· οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, 265αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη 270μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

Then for six days my trusty comrades feasted, and I gave them many victims, that they might sacrifice to the gods, and prepare a feast for themselves; and on the seventh we embarked and set sail from broad Crete, with the North Wind blowing fresh and fair, and ran on easily as if down stream. No harm came to any of my ships, but free from scathe and from disease we sat, and the wind and the helmsman guided the ships. “On the fifth day we came to fair-flowing Aegyptus, and in the river Aegyptus I moored my curved ships. Then verily I bade my trusty comrades to remain there by the ships, and to guard the ships, and I sent out scouts to go to places of outlook. But my comrades, yielding to wantonness, and led on by their own might, straightway set about wasting the fair fields of the men of Egypt; and they carried off the women and little children, and slew the men; and the cry came quickly to the city. Then, hearing the shouting, the people came forth at break of day, and the whole plain was filled with footmen, and chariots and the flashing of bronze. But Zeus who hurls the thunderbolt cast an evil panic upon my comrades, and none had the courage to hold his ground and face the foe; for evil surrounded us on every side.

271ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν 275αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο— αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός· αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, 280ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην— ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. 285ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει· 290ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.

So then they slew many of us with the sharp bronze, and others they led up to their city alive, to work for them perforce. But in my heart Zeus himself put this thought—I would that I had rather died and met my fate there in Egypt, for still was sorrow to give me welcome. Straightway I put off from my head my well-wrought helmet, and the shield from off my shoulders, and let the spear fall from my hand, and went toward the chariot horses of the king. I clasped, and kissed his knees, and he delivered me, and took pity on me, and, setting me in his chariot, took me weeping to his home. Verily full many rushed upon me with their ashen spears, eager to slay me, for they were exceeding angry. But he warded them off, and had regard for the wrath of Zeus, the stranger's god, who above all others hath indignation at evil deeds. “There then I stayed seven years, and much wealth did I gather among the Egyptians, for all men gave me gifts. But when the eighth circling year was come, then there came a man of Phoenicia, well versed in guile, a greedy knave, who had already wrought much evil among men. He prevailed upon me by his cunning, and took me with him, until we reached Phoenicia, where lay his house and his possessions.

292ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, 295ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, 300μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον. ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. 305Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον. 310αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.

There I remained with him for a full year. But when at length the months and the days were being brought to fulfillment, as the year rolled round and the seasons came on, he set me on a seafaring ship bound for Libya, having given lying counsel to the end that I should convey a cargo with him, but in truth that, when there, he might sell me and get a vast price. So I went with him on board the ship, suspecting his guile, yet perforce. And she ran before the North Wind, blowing fresh and fair, on a mid-sea course to the windward of Crete, and Zeus devised destruction for the men. But when we had left Crete, and no other land appeared, but only sky and sea, then verily the son of Cronos set a black cloud above the hollow ship, and the sea grew dark beneath it. Therewith Zeus thundered, and hurled his bolt upon the ship, and she quivered from stem to stern, smitten by the bolt of Zeus, and was filled with sulphurous smoke, and all the crew fell from out the ship. Like sea-crows they were borne on the waves about the black ship, and the god took from them their returning. But as for me, Zeus himself when my heart was compassed with woe, put into my hands the tossing mast of the dark-prowed ship, that I might again escape destruction.

313τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ 315γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός· 320ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν. ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν, καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς, χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον. 325καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι· τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον 330ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν. ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.

Around this I clung, and was borne by the direful winds. For nine days I was borne, but on the tenth black night the great rolling wave brought me to the land of the Thesprotians. There the king of the Thesprotians, lord Pheidon, took me in, and asked no ransom, for his dear son came upon me, overcome as I was with cold and weariness, and raised me by the hand, and led me until he came to his father's palace; and he clothed me in a cloak and tunic, as raiment. “There I learned of Odysseus, for the king said that he had entertained him, and given him welcome on his way to his native land. And he showed me all the treasure that Odysseus had gathered, bronze, and gold, and iron, wrought with toil; verily unto the tenth generation would it feed his children after him, so great was the wealth that lay stored for him in the halls of the king. But Odysseus, he said, had gone to Dodona, to hear the will of Zeus from the high-crested oak of the god, even how he might return to the rich land of Ithaca after so long an absence, whether openly or in secret. And moreover he swore in my own presence, as he poured libations in his house, that the ship was launched, and the men ready, who were to convey him to his dear native land.

334ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς 335ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, 340αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν, ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα, ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι· ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο. 345ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, 350ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες 355φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.

But me he sent forth first, for a ship of the Thesprotians chanced to be setting out for Dulichium, rich in wheat. Thither he bade them to convey me with kindly care, to king Acastus. But an evil counsel regarding me found favour in their hearts, that I might even yet be brought into utter misery. When the sea-faring ship had sailed far from the land, they presently sought to bring about for me the day of slavery. They stripped me of my garments, my cloak and tunic, and clothed me in other raiment, a vile ragged cloak and tunic, even the tattered garments which thou seest before thine eyes; and at evening they reached the tilled fields of clear-seen Ithaca. Then with a twisted rope they bound me fast in the benched ship, and themselves went ashore, and made haste to take their supper by the shore of the sea. But as for me, the gods themselves undid my bonds full easily, and, wrapping the tattered cloak about my head, I slid down the smooth lading-plank, and brought my breast to the sea, and then struck out with both hands, and swam, and very soon was out of the water, and away from them. Then I went up to a place where there was a thicket of leafy wood, and lay there crouching. And they went hither and thither with loud cries; but as there seemed to be no profit in going further in their search, they went back again on board their hollow ship. And the gods themselves hid me easily, and led me, and brought me to the farmstead of a wise man; for still haply it is my lot to live.”

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.