Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 15.182–300: Pylos; Theoclymenus

Telemachus drives to Pylos, where he asks Peisistratus to take him directly to the ship, to avoid a delay at Nestor's house, and he sails at once. At the ship he is met by Theoclymenus, a seer who has fled Argos after a killing, and who begs to be taken on board. Telemachus agrees, and they sail past Pheae and Elis, steering for the sharp isles.

Lines 15.182–300 · 1314 words · click a number to copy its link
182ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. 185δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 190ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον· καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν· 195Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν· ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, 200μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.

He spoke, and touched the two horses with the lash, and they sped swiftly toward the plain, coursing eagerly through the city. So all day long they shook the yoke they bore about their necks. And the sun set, and all the ways grew dark. And they came to Pherae, to the house of Diocles, son of Ortilochus, whom Alpheus begot. There they spent the night, and before them he set the entertainment due to strangers. As soon as early Dawn appeared, the rosy-fingered, they yoked the horses, and mounted the inlaid car, and drove forth from the gateway and the echoing portico. Then Peisistratus touched the horses with the whip to start them, and nothing loath the pair sped onward, and soon thereafter they reached the steep citadel of Pylos. Then Telemachus spoke to the son of Nestor, saying: “Son of Nestor, wilt thou now make me a promise, and fulfil it, as I bid? Friends from of old we call ourselves by reason of our fathers' friendship, and we are moreover of the same age, and this journey shall yet more stablish us in oneness of heart. Lead me not past my ship, O thou fostered of Zeus, but leave me there, lest that old man keep me in his house against my will, fain to show me kindness, whereas I must needs hasten home.”

202ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· 205στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε· καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, 210πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης. 215ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν· ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ, αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο. 220ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.

So he spoke, and the son of Nestor took counsel with his heart, how he might duly give the promise and fulfil it. And, as he pondered, this seemed to him the better course. He turned his horses to the swift ship and the shore of the sea, and took out, and set in the stern of the ship the beautiful gifts, the raiment and gold, which Menelaus gave him. And he urged on Telemachus, and addressed him with winged words: “Make haste now to go on board, and bid all thy comrades to do likewise, before I reach home and bring the old man word. For well I know this in mind and heart, so masterful is his spirit he will not let thee go, but will himself come hither to bid thee to his house; and, I tell thee, he will not go back without thee; for very wroth will he be, despite of all.” So saying, he drove his horses with beautiful mane back to the city of the Pylians, and speedily reached the palace. And Telemachus called to his men, and gave command to them, saying: “Set all the gear in order, men, in the black ship, and let us go on board ourselves, that we may speed on our way.” So he spoke, and they readily hearkened and obeyed; and at once they went on board, and sat down upon the benches.

222ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, 225μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων· δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, 230ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς. 235ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον, Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν 240ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.

He verily was busied thus, and was praying and offering sacrifice to Athena by the stern of the ship, when there drew nigh to him a man from a far land, one that was fleeing out of Argos because he had slain a man; and he was a seer. By lineage he was sprung from Melampus, who of old dwelt in Pylos, mother of flocks, a rich man and one that had a very wealthy house among the Pylians, but had afterward come to a land of strangers, fleeing from his country and from great-hearted Neleus, the lordliest of living men, who for a full year had kept much wealth from him by force. Now Melampus meanwhile lay bound with bitter bonds in the halls of Phylacus, suffering grievous pains because of the daughter of Neleus, and the terrible blindness of heart which the goddess, the Erinys, who brings houses to ruin, had laid upon him. Howbeit he escaped his fate, and drove off the deep-lowing kine from Phylace to Pylos, and avenged the cruel deed upon godlike Neleus, and brought the maiden home to be his own brother's wife. For himself, he went to the land of other men, to horse-pasturing Argos, for there it was appointed him to dwell, bearing sway over many Argives. There he wedded a wife and built him a high-roofed house, and begot Antiphates and Mantius, two stalwart sons.

243Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, 245ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· 250ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, 255ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 260ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται, εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

Now Antiphates begot great-hearted Oicles, and Oicles Amphiaraus, the rouser of the host, whom Zeus, who bears the aegis, and Apollo heartily loved with all manner of love. Yet he did not reach the threshold of old age, but died in Thebe, because of a woman's gifts. To him were born sons, Alcmaeon and Amphilochus. And Mantius on his part begot Polypheides and Cleitus. Now Cleitus golden-throned Dawn snatched away by reason of his beauty, that he might dwell with the immortals; but of Polypheides, high of heart, Apollo made a seer, far the best of mortals, after that Amphiaraus was dead. He removed to Hyperesia, having waxed wroth with his father, and there he dwelt and prophesied to all men. His son it was, Theoclymenus by name, who now came and stood by Telemachus; and he found him pouring libations and praying by his swift, black ship, and he spoke, and addressed him with winged words: “Friend, since I find thee making burnt-offering in this place, I beseech thee by thine offerings and by the god, aye, and by thine own life and the lives of thy comrades who follow thee, tell me truly what I ask, and hide it not. Who art thou among men, and from whence? Where is thy city, and where thy parents?”

265τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν 270ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν. 275τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· 280οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης, ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. 285ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης 290στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. 295βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, 300ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.

And wise Telemachus answered him: “Then verily, stranger, will I frankly tell thee all. Of Ithaca I am by birth, and my father is Odysseus, as sure as ever such a one there was; but now he has perished by a pitiful fate. Therefore have I now taken my comrades and a black ship, and am come to seek tidings of my father, that has long been gone.” Then godlike Theoclymenus answered him: “Even so have I, too, fled from my country, for that I slew a man, one of mine own kin. And many brethren and kinsmen of his there are in horse-pasturing Argos, and mightily do they bear sway over the Achaeans. It is to shun death and black fate at their hands that I flee, for, I ween, it is my lot to be a wanderer among men. But do thou set me on thy ship, since in my flight I have made prayer to thee, lest they utterly slay me; for methinks they are in pursuit.” And wise Telemachus answered him: “Then will I in no wise thrust thee from my shapely ship, since thou art eager to come. Nay, follow with us, and in our home shalt thou find entertainment such as we have.” So saying, he took from him his spear of bronze, and laid it at length on the deck of the curved ship, and himself went aboard the seafaring ship. Then he sat down in the stern and made Theoclymenus sit down beside him; and his men loosed the stern cables. And Telemachus called to his men and bade them lay hold of the tackling, and they quickly obeyed. The mast of fir they raised and set in the hollow socket, and made it fast with fore-stays, and hauled up the white sail with twisted thongs of oxhide. And flashing-eyed Athena sent them a favorable wind, blowing strongly through the sky, that, speeding swiftly, the ship might accomplish her way over the salt water of the sea. So they fared past Crouni and Chalcis, with its beautiful streams. Now the sun set and all the ways grew dark. And the ship drew near to Pheae, sped by the wind of Zeus, and on past goodly Elis, where the Epeans hold sway. From thence again he steered for the sharp isles pondering whether he should escape death or be taken.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.