Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 17.1–183: Telemachus returns to the town

At dawn Telemachus takes his spear and goes to the town, telling Eumaeus to bring the stranger to beg there. Eurycleia and the maids greet him with tears, and Penelope throws her arms round her son and begs him to tell what he has learned of his father. He tells her of Nestor and Menelaus, and of what Menelaus heard from Proteus, and the seer Theoclymenus tells her that Odysseus is already in Ithaca.

Lines 17.1–183 · 1945 words · click a number to copy its link
1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, 5ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω. 10τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ· ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ 15ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω· πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.

As soon as early Dawn appeared, the rosy-fingered, Telemachus, the dear son of divine Odysseus, bound beneath his feet his fair sandals and took his mighty spear, that fitted his grasp, hasting to the city; and he spoke to his swineherd, saying: “Father, I verily am going to the city, that my mother may see me, for, methinks, she will not cease from woeful wailing and tearful lamentation until she sees my very self. But to thee I give this charge. Lead this wretched stranger to the city, that there he may beg his food, and whoso will shall give him a loaf and a cup of water. For my part, I can in no wise burden myself with all men, seeing that I have grief at heart. But if the stranger is sore angered at this, it will be the worse for him. I verily love to speak the truth.” Then Odysseus of many wiles answered him, and said: “Friend, be sure I am not myself fain to be left here. For a beggar it is better to beg his food in the town than in the fields, and whoso will shall give it me.

20οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ 25στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, 30αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, 35καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.

For I am no more of an age to remain at the farmstead, so as to obey in all things the command of an overseer. Nay, go thy way; this man that thou biddest will lead me as soon as I have warmed myself at the fire, and the sun has grown hot. For miserably poor are these garments which I wear, and I fear lest the morning frost may overcome me; and ye say it is far to the city.” So he spoke, and Telemachus passed out through the farmstead with rapid strides, and was sowing the seeds of evil for the wooers. But when he came to the stately house he set his spear in place, leaning it against a tall pillar, and himself went in and crossed the threshold of stone. Him the nurse Eurycleia was far the first to see, as she was spreading fleeces on the richly-wrought chairs. With a burst of tears she came straight toward him, and round about them gathered the other maids of Odysseus of the steadfast heart, and they kissed his head and shoulders in loving welcome.

36ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, 40καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. 45τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν 50εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, 55Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.

Then forth from her chamber came wise Penelope, like unto Artemis or golden Aphrodite, and bursting into tears she flung her arms about her dear son, and kissed his head and both his beautiful eyes; and with wailing she spoke to him winged words: “Thou art come, Telemachus, sweet light of my eyes; I thought I should never see thee more after thou hadst gone in thy ship to Pylos—secretly, and in my despite, to seek tidings of thy dear father. Come, then, tell me what sight thou hadst of him.” Then wise Telemachus answered her:“My mother, stir not lamentation, I pray thee, nor rouse the heart in my breast, seeing that I am escaped from utter destruction. Nay, bathe thyself, and take clean raiment for thy body, and then, going to thy upper chamber with thy handmaids, vow to all the gods that thou wilt offer hecatombs that bring fulfillment, in the hope that Zeus may some day bring deeds of requital to pass. But I will go to the place of assembly that I may bid to our house a stranger who followed me from Pylos on my way hither. Him I sent forward with my godlike comrades, and I bade Peiraeus take him home and give him kindly welcome, and show him honor until I should come.”

57ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας 60ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. 65ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, 70ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· 75Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.

So he spoke, but her word remained unwinged. Then she bathed and took clean raiment for her body, and vowed to all the gods that she would offer hecatombs that bring fulfillment, in the hope that Zeus would some day bring deeds of requital to pass. But Telemachus thereafter went forth through the hall with his spear in his hand, and with him went two swift hounds. And wondrous was the grace that Athena shed upon him, and all the people marvelled at him as he came. Round about him the proud wooers thronged, speaking him fair, but pondering evil in the deep of their hearts. Howbeit he avoided the great throng of these men, but where Mentor sat, and Antiphus, and Halitherses, who were friends of his father's house of old, there he went and sat down, and they questioned him of each thing. Then Peiraeus, the famous spearman, drew near, leading the stranger through the city to the place of assembly; and Telemachus did not long turn away from his guest, but went up to him. Then Peiraeus was the first to speak, saying: “Telemachus, quickly send women to my house, that I may send to thee the gifts which Menelaus gave thee.”

77τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι 80λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε· εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον. 85αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, 90ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, 95εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

Then wise Telemachus answered him: “Peiraeus, we know not how these things will be. If the proud wooers shall secretly slay me in my hall, and divide among them all the goods of my fathers, I would that thou shouldest keep and enjoy these things thyself rather than one of these. But if I shall sow for them the seeds of death and fate, then do thou bring all to my house gladly, as I shall be glad.” So saying, he led the sore-tired stranger to the house. Now when they had come to the stately house they laid their cloaks on the chairs and high seats, and went into the polished baths and bathed. And when the maids had bathed them and anointed them with oil, and had cast about them fleecy cloaks and tunics, they came forth from the baths and sat down upon the chairs. Then a handmaid brought water for the hands in a fair pitcher of gold, and poured it over a silver basin for them to wash, and beside them drew up a polished table. And the grave housewife brought and set before them bread, and therewith meats in abundance, granting freely of her store.

96μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον, αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 100τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης, 105πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν· 110δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.

And his mother sat over against Telemachus by the door-post of the hall, leaning against a chair and spinning fine threads of yarn. So they put forth their hands to the good cheer lying ready before them. But when they had put from them the desire of food and drink, the wise Penelope spoke first among them: “Telemachus, I truly will go to my upper chamber and lay me on my bed, which has become for me a bed of wailing, ever wet with my tears, since the day when Odysseus set forth with the sons of Atreus for Ilios. But thou tookest no care, before the proud wooers come into this house, to tell me plainly of the return of thy father, if haply thou heardest aught.” And wise Telemachus answered her: “Then verily, mother, I will tell thee all the truth. We went to Pylos and to Nestor, the shepherd of the people, and he received me in his lofty house and gave me kindly welcome, as a father might his own son who after a long time had newly come from a far: even so kindly he tended me with his glorious sons.

114αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν, 115ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι· ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον, ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. 120εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν· αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα· καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ 125ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, 130ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.

Yet of Odysseus of the steadfast heart, whether living or dead, he said he had heard naught from any man on earth. But he sent me on my way with horses and jointed car to Menelaus, son of Atreus, the famous spearman. There I saw Argive Helen, for whose sake Argives and Trojans toiled much by the will of the gods. And straightway Menelaus, good at the war-cry, asked me in quest of what I had come to goodly Lacedaemon; and I told him all the truth. Then he made answer to me, and said: “‘Out upon them! for verily in the bed of a man of valiant heart were they fain to lie, who are themselves cravens. Even as when in the thicket-lair of a mighty lion a hind has laid to sleep her new-born suckling fawns, and roams over the mountain slopes and grassy vales seeking pasture, and then the lion comes to his lair and upon the two lets loose a cruel doom, so will Odysseus let loose a cruel doom upon these men.

132αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, 135κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, 140ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. 145οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. 150ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.

I would, O father Zeus, and Athena, and Apollo, that in such strength, as when once in fair-stablished Lesbos he rose up and wrestled a match with Philomeleides and threw him mightily, and all the Achaeans rejoiced, even in such strength Odysseus might come among the wooers; then should they all find swift destruction and bitterness in their wooing. But in this matter of which thou dost ask and entreat me, verily I will not swerve aside to speak of other things, nor will I deceive thee; but of all that the unerring old man of the sea told me, not one thing will I hide from thee or conceal. He said that he had seen Odysseus in an island in grievous distress, in the halls of the nymph Calypso, who keeps him there perforce. And he cannot come to his own native land, for he has at hand no ships with oars, and no comrades, to send him on his way over the broad back of the sea.’ “So spoke Menelaus, son of Atreus, the famous spearman. Now when I had made an end of all this I set out for home, and the immortals gave me a fair wind and brought me quickly to my dear native land.” So he spoke, and stirred the heart in her breast.

151τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω· 155ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· 160τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα 165ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες. 170ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ, καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα ἥνδανε κηρύκων, καί σφιν παρεγίγνετο δαιτί· κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, 175ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, 180οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.

Then among them spoke also the godlike Theoclymenus, saying: “Honored wife of Odysseus, son of Laertes, he truly has no clear understanding; but do thou hearken to my words, for with certain knowledge will I prophesy to thee, and will hide naught. Be my witness Zeus above all gods, and this hospitable board and the hearth of noble Odysseus to which I am come, that verily Odysseus is even now in his native land, resting or moving, learning of these evil deeds, and he is sowing the seeds of evil for all the wooers. So plain a bird of omen did I mark as I sat on the benched ship, and I declared it to Telemachus.” Then wise Penelope answered him: “Ah, stranger, I would that this word of thine might be fulfilled. Then shouldest thou straightway know of kindness and many a gift from me, so that one who met thee would call the blessed.” Thus they spoke to one another. And the wooers meanwhile in front of the palace of Odysseus were making merry, throwing the discus and the javelin in a levelled place, as their wont was, in insolence of heart. But when it was the hour for dinner, and the flocks came in from all sides from the fields, and the men led them who were wont to lead, then Medon, who of all the heralds was most to their liking and was ever present at their feasts, spoke to them, saying: “Youths, now that you have all made glad your hearts with sport, come to the house that we may make ready a feast; for it is no bad thing to take one's dinner in season.” So he spoke, and they rose up and went, and hearkened to his word. And when they had come to the stately house they laid their cloaks on the chairs and high seats, and men fell to slaying great sheep and fat goats, aye, and fatted and swine, and a heifer of the herd, and so made ready the meal.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.