Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 19.317–507: Eurycleia washes the stranger; the scar

Penelope calls Eurycleia to wash the stranger's feet, and Eurycleia says that he looks like Odysseus. As she bathes him she finds the scar that a boar's tusk made when he hunted on Parnassus, and tells how he got his name, and drops his foot. She is about to cry out, but Odysseus seizes her throat and makes her swear to keep silence.

Lines 19.317–507 · 2075 words · click a number to copy its link
317ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται. 320ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε, ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς. 325πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν, εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, 330τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.

But still, my maidens, wash the stranger's feet and prepare his bed—bedstead and cloaks and bright coverlets—that in warmth and comfort he may come to the golden-throned Dawn. And right early in the morning bathe him and anoint him, that in our house at the side of Telemachus he may bethink him of food as he sits in the hall. And worse shall it be for any man among them who vexes this man's soul with pain; naught thereafter shall he accomplish here, how fierce soever his wrath. For how shalt thou learn of me, stranger, whether I in any wise excel other women in wit and prudent counsel, if all unkempt and clad in poor raiment thou sittest at meat in my halls? Men are but short-lived. If one be himself hard, and have a hard heart, on him do all mortal men invoke woes for the time to come, while he still lives, and when he is dead all men mock at him. But if one be blameless and have a blameless heart, his fame do strangers bear far and wide among all men, and many call him a true man.”

335τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο, 340κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον· πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο 345τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν, εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα, ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ· τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· 350ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις· ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε, 355δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ, ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.

Then Odysseus of many wiles answered her, and said: “Honored wife of Odysseus, son of Laertes, verily cloaks and bright coverlets became hateful in my eyes on the day when first I left behind me the snowy mountains of Crete, as I fared on my long-oared ship. Nay, I will lie, as in time past I was wont to rest through sleepless nights; for many a night have I lain upon a foul bed and waited for the bright-throned Dawn. Aye, and baths for the feet give my heart no pleasure, nor shall any woman touch my foot of all those who are serving-women in thy hall, unless there is some old, true-hearted dame who has suffered in her heart as many woes as I; such an one I would not grudge to touch my feet.” Then wise Penelope answered him again: “Dear stranger, never yet has a man discreet as thou, of those who are strangers from afar, come to my house as a more welcome guest, so wise and prudent are all thy words. I have an old dame with a heart of understanding in her breast, who lovingly nursed and cherished my hapless husband, and took him in her arms on the day when his mother bore him. She shall wash thy feet, weak with age though she be.

357ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια, νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας· 360αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα. 365οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας, ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν· νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ. 370οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι, τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων οὐκ ἐάᾳς νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε 375κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.

Come now, wise Eurycleia, arise and wash the feet of one of like age with thy master. Even such as his are now haply the feet of Odysseus, and such his hands, for quickly do men grow old in evil fortune.” So she spoke, and the old woman hid her face in her hands and let fall hot tears, uttering words of lamentation: “Ah, woe is me, child, because of thee, for that I can do naught. Surely Zeus hated thee above all men, though thou hadst a god-fearing heart. For never yet did any mortal burn to Zeus, who hurls the thunderbolt, so many fat thigh-pieces or so many choice hecatombs as thou gavest him, with prayers that thou mightest reach a sleek old age and rear thy glorious son. But lo, now, from thee alone has he wholly cut off the day of thy returning. Even thus, I ween, did women mock at him too, in a strange and distant land, when he came to some man's glorious house, as these shameless creatures here all mock at thee. It is to shun insult now from them and their many taunts that thou dost not suffer them to wash thy feet, but me, who am nothing loath, has the daughter of Icarius, wise Penelope, bidden to wash thee.

376τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω· πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο, 380ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν 385ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα· 390αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, 395μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.

Therefore will I wash thy feet, both for Penelope's own sake and for thine, for the heart within me is stirred with sorrow. But come now, hearken to the word that I shall speak. Many sore-tried strangers have come hither, but I declare that never yet have I seen any man so like another as thou in form, and in voice, and in feet art like Odysseus.” Then Odysseus of many wiles answered her, and said: “Old dame, so say all men whose eyes have beheld us two, that we are very like each other, even as thou thyself dost note and say.” So he spoke, and the old dame took the shining cauldron with water wherefrom she was about to wash his feet, and poured in cold water in plenty, and then added thereto the warm. But Odysseus sat him down away from the hearth and straightway turned himself toward the darkness, for he at once had a foreboding at heart that, as she touched him, she might note a scar, and the truth be made manifest. So she drew near and began to wash her lord, and straightway knew the scar of the wound which long ago a boar had dealt him with his white tusk, when Odysseus had gone to Parnassus to visit Autolycus and the sons of Autolycus, his mother's noble father, who excelled all men in thievery and in oaths. It was a god himself that had given him this skill, even Hermes, for to him he was wont to burn acceptable sacrifices of the thighs of lambs and kids; so Hermes befriended him with a ready heart.

399Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον 400παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς· τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν. 405τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, 410ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο 415χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.

Now Autolycus, on coming once to the rich land of Ithaca , had found his daughter's son a babe new-born, and when he was finishing his supper, Eurycleia laid the child upon his knees and spoke, and addressed him: “Autolycus, find now thyself a name to give to thy child's own child; be sure he has long been prayed for.” Then Autolycus answered her, and said: “My daughter's husband and my daughter, give him whatsoever name I say. Lo, inasmuch as I am come hither as one that has been angered with many, both men and women, over the fruitful earth, therefore let the name by which the child is named be Odysseus. And for my part, when he is a man grown and comes to the great house of his mother's kin at Parnassus, where are my possessions, I will give him thereof and send him back rejoicing.” It was for this reason that Odysseus had come, that Autolycus might give him the glorious gifts. And Autolycus and the sons of Autolycus clasped his hands in welcome and greeted him with gentle words, and Amphithea, his mother's mother, took Odysseus in her arms and kissed his head and both his beautiful eyes.

418Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, 420αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον· τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 425δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ 430υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, 435οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.

But Autolycus called to his glorious sons to make ready the meal, and they hearkened to his call. At once they led in a bull, five years old, which they flayed and dressed, and cut up all the limbs. Then they sliced these cunningly and pierced them with spits, and roasted them skilfully and distributed the portions. So, then, all day long till set of sun they feasted, nor did their hearts lack aught of the equal feast. But when the sun set and darkness came on they lay down to rest and took the gift of sleep. But as soon as early Dawn appeared, the rosy-fingered, they went forth to the hunt, the hounds and the sons of Autolycus too, and with them went goodly Odysseus. Up the steep mountain Parnassus, clothed with forests, they climbed, and presently reached its windy hollows. The sun was now just striking on the fields, as he rose from softly-gliding, deep-flowing Oceanus, when the beaters came to a glade. Before them went the hounds, tracking the scent, and behind them the sons of Autolycus, and among these the goodly Odysseus followed, close upon the hounds, brandishing his long spear.

439ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· 440τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, 445ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς, στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς 450γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή· κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. 455τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.

Now thereby a great wild boar was lying in a thick lair, through which the strength of the wet winds could never blow nor the rays of the bright sun beat, nor could the rain pierce through it, so thick it was; and fallen leaves were there in plenty. Then about the boar there came the noise of the feet of men and dogs as they pressed on in the chase, and forth from his lair he came against them with bristling back and eyes flashing fire, and stood there at bay close before them. Then first of all Odysseus rushed on, holding his long spear on high in his stout hand, eager to smite him; but the boar was too quick for him and struck him above the knee, charging upon him sideways, and with his tusk tore a long gash in the flesh, but did not reach the bone of the man. But Odysseus with sure aim smote him on the right shoulder, and clear through went the point of the bright spear, and the boar fell in the dust with a cry, and his life flew from him. Then the dear sons of Autolycus busied themselves with the carcase, and the wound of noble, god-like Odysseus they bound up skilfully, and checked the black blood with a charm, and straightway returned to the house of their dear father.

459τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο 460εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν 465ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, 470ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν· ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε 475πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.

And when Autolycus and the sons of Autolycus had fully healed him, and had given him glorious gifts, they quickly sent him back with joy to his native land, to Ithaca. Then his father and his honored mother rejoiced at his return, and asked him all the story, how he got his wound; and he told them all the truth, how, while he was hunting, a boar had struck him with his white tusk when he had gone to Parnassus with the sons of Autolycus. This scar the old dame, when she had taken the limb in the flat of her hands, knew by the touch, and she let fall the foot. Into the basin the leg fell, and the brazen vessel rang. Over it tilted, and the water was spilled upon the ground. Then upon her soul came joy and grief in one moment, and both her eyes were filled with tears and the flow of her voice was checked. But she touched the chin of Odysseus, and said: “Verily thou art Odysseus, dear child, and I knew thee not, till I had handled all the body of my lord.” She spoke, and with her eyes looked toward Penelope, fain to show her that her dear husband was at home.

478ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς 480χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. 485ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας 490δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν, ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. 495ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς 500μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην· ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα. 505αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.

But Penelope could not meet her glance nor understand, for Athena had turned her thoughts aside. But Odysseus, feeling for the woman's throat, seized it with his right hand, and with the other drew her closer to him, and said: “Mother, why wilt thou destroy me? Thou didst thyself nurse me at this thy breast, and now after many grievous toils I am come in the twentieth year to my native land. But since thou hast found me out, and a god has put this in thy heart, be silent lest any other in the halls learn hereof. For thus will I speak out to thee, and verily it shall be brought to pass: if a god shall subdue the lordly wooers unto me, I will not spare thee, my nurse though thou art, when I slay the other serving-women in my halls.” Then wise Eurycleia answered him: “My child, what a word has escaped the barrier of thy teeth! Thou knowest how firm my spirit is and unyielding: I shall be as close as hard stone or iron. And another thing will I tell thee, and do thou lay it to heart. If a god shall subdue the lordly wooers unto thee, then will I name over to thee the women in thy halls, which ones dishonor thee, and which are guiltless.” Then Odysseus of many wiles answered her, and said: “Mother, why, pray, wilt thou speak of them? Thou needest not at all. Of myself will I mark them well, and come to know each one. Nay, keep the matter to thyself, and leave the issue to the gods.” So he spoke, and the old woman went forth through the hall to bring water for his feet, for all the first was spilled. And when she had washed him, and anointed him richly with oil, Odysseus again drew his chair nearer to the fire to warm himself, and hid the scar with his rags.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.