Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 18.302–428: Melantho and Eurymachus

Odysseus offers to keep the torches burning, and Melantho, a servant who is the lover of Eurymachus, abuses him for staying in the hall, and he threatens her with Telemachus' anger. Eurymachus taunts the beggar, saying that he is an idle man who prefers to beg, and Odysseus challenges him to a contest of mowing and of war. Eurymachus throws a stool at him, which strikes the wine-pourer, and the suitors go home to rest.

Lines 18.302–428 · 1409 words · click a number to copy its link
302ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν, τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν 305τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν, αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ, 310καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς· δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια· 315τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν· αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί. 320ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.

But she thereafter, the fair lady, went up to her upper chamber, and her handmaids bare for her the beautiful gifts. But the wooers turned to dance and gladsome song, and made them merry, and waited for evening to come on. And as they made merry dark evening came upon them. Presently they set up three braziers in the hall to give them light, and round about them placed dry faggots, long since seasoned and hard, and newly split with the axe; and in the spaces between they set torches; and in turn the handmaids of Odysseus, of the steadfast heart, kindled the flame. Then Zeus-born Odysseus, of many wiles, himself spoke among the maids, and said: “Maidens of Odysseus, that has long been gone, go to the chambers where your honored queen abides, and twist the yarn by her side, and make glad her heart, as you sit in the chamber, or card the wool with your hands; but I will give light to all these men. For if they wish to wait for fair-throned Dawn, they shall in no wise outdo me. I am one that can endure much.” So he spoke, and the maids broke into a laugh, and glanced at one another.

321τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος, τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ· ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, 325ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, 330θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, 335ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις, κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν. 340ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.

And fair-cheeked Melantho rated him shamefully, Melantho, whom Dolius begot, but whom Penelope had reared and cherished as her own child, and gave her playthings to her heart's desire. Yet even so she had at heart no sorrow for Penelope, but she loved Eurymachus and was wont to lie with him. She then rated Odysseus with reviling words: “Wretched stranger, thou art but a crack-brained fellow, unwilling to go to a smithy to sleep, or to a common lodge, but pratest here continually, unabashed in the company of many lords, and hast no fear at heart. Surely wine has mastered thy wits, or else thy mind is ever thus, that thou dost babble idly. Art thou beside thyself because thou hast beaten that vagrant Irus? Beware, lest presently another better than Irus shall rise up against thee to beat thee about the head with heavy hands, and befoul thee with streams of blood, and send thee forth from the house.” Then with an angry glance from beneath his brows Odysseus of many wiles answered her: “Presently shall I go yonder, thou shameless thing, and tell Telemachus, since thou speakest thus, that on the spot he may cut thee limb from limb.”

341βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ 345ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, 350κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ 355κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην, ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται— αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;

So he spoke, and with his words scattered the women, who fled through the hall, and the limbs of each were loosened beneath her in terror, for they thought that he spoke truth. But Odysseus took his stand by the burning braziers to give light, and looked upon all the men. Yet other things was the heart within him pondering—things that were not to be unfulfilled. But Athena would in no wise suffer the proud wooers to abstain from bitter outrage, that pain might sink yet deeper into the heart of Odysseus, son of Laertes. So among them Eurymachus, son of Polybus, began to speak, jeering at Odysseus, and making mirth for his companions: “Hear me, wooers of the glorious queen, that I may say what the heart in my breast bids me. Not without the will of the gods has this man come to the palace of Odysseus; in any case there is a glare of torches from him— from his head, for there is no hair on it, no, not a trace.” Therewith he called to Odysseus, sacker of cities: “Stranger, wouldest thou have a mind to serve for hire, if I should take thee into service on an outlying farm—thy pay shall be assured thee—gathering stones for walls, and planting tall trees?

360ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον. 365τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου 370νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ· 375τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, 380οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.

There would I provide thee with food the year through, and clothe thee with raiment and give thee sandals for thy feet. But since thou hast learned only deeds of evil, thou wilt not care to busy thyself with work, but art minded rather to go skulking through the land, that thou mayest have wherewith to feed thy insatiate belly.” Then Odysseus of many wiles answered him, and said: “Eurymachus, I would that we two might have a match in working in the season of spring, when the long days come, at mowing the grass, I with a curved scythe in my hands and thou with another like it, and that the grass might be in plenty that so we might test our work, fasting till late evening. Or I would again that there were oxen to drive—the best there are, tawny and large, both well fed with grass, of like age and like power to bear the yoke, tireless in strength—and that there were a field of four acres, and the soil should yield before the plough: then shouldest thou see me, whether or no I could cut a straight furrow to the end. Or I would again that this day the son of Cronos might bring war upon us from whence he would, and I had a shield and two spears and a helmet all of bronze, that fitted well my temples: then shouldest thou see me mingling amid the foremost fighters, and wouldest not prate, taunting me with this belly of mine.

381ἀλλὰ μάλʼ ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός, οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, 385αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις 390θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς 395Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.

But right insolent art thou, and thy heart is cruel, and forsooth thou thinkest thyself to be some great man and mighty, because thou consortest with few men and weak. If but Odysseus might return, and come to his native land, soon would yonder doors, right wide though they are, prove all too narrow for thee in thy flight out through the doorway.” So he spoke, and Eurymachus waxed the more wroth at heart, and with an angry glance from beneath his brows spoke to him winged words: “Wretch, presently will I work thee evil, that thou pratest thus, unabashed in the presence of many lords, and hast no fear at heart. Surely wine has mastered thy wits, or else thy mind is ever thus, that thou dost babble idly. Art thou beside thyself because thou hast beaten that vagrant Irus?” So saying, he seized a footstool, but Odysseus sat down at the knees of Amphinomus of Dulichium, in fear of Eurymachus. And so Eurymachus struck a cup-bearer on the right hand, and the wine-jug fell to the ground with a clang, and the bearer groaned, and fell backwards in the dust.

399μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, 400ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. 405τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες, ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε. 410ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος· ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ 415ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες· 420τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως, κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο· 425νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.

Then the wooers broke into uproar throughout the shadowy halls, and thus would one man speak with a glance at his neighbor: “Would that yon stranger had perished elsewhere on his wanderings or ever he came hither; then should he never have brought among us all this tumult. But now we are brawling about beggars, nor shall there be any joy in our rich feast, since worse things prevail.” Then among them spoke the strong and mighty Telemachus: “Strange sirs, ye are mad, and no longer hide that ye have eaten and drunk; some god surely is moving you. Nay, now that you have well feasted, go to your homes and take your rest, when your spirits bid you. Yet do I drive no man forth.” So he spoke, and they all bit their lips, and marvelled at Telemachus, that he spoke boldly. But Amphinomus spoke, and addressed them—he was son of the noble prince Nisus, son of Aretias: “Friends, no man in answer to what has been fairly spoken would wax wroth and make reply with wrangling words. Abuse not any more this stranger nor any one of the slaves that are in the house of divine Odysseus. Nay, come, let the bearer pour drops for libation in the cups, that we may pour libations, and go home to take our rest. As for this stranger, let us leave him in the halls of Odysseus to be cared for by Telemachus; for to his house has he come.” So said he, and the words that he spoke were pleasing to all. Then a bowl was mixed for them by the lord Mulius, a herald from Dulichium, who was squire to Amphinomus. And he served out to all, coming up to each in turn; and they made libations to the blessed gods, and drank the honey-sweet wine. Then when they had made libations and had drunk to their heart's content, they went their way, each man to his own house, to take their rest.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.