Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 17.360–491: Odysseus begs among the suitors

Athena urges Odysseus to beg from the suitors so as to learn the good from the bad among them. Antinous rebukes Eumaeus for bringing another beggar, and when Odysseus tells a tale and asks for food he throws a footstool at him, and Odysseus bears the blow in silence. The other suitors reproach Antinous, and Telemachus nurses his grief without a word.

Lines 17.360–491 · 1511 words · click a number to copy its link
360μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη, ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι· ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος. 365βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· 370κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· 375ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;

But when he had dined and the divine minstrel was ceasing to sing, the wooers broke into uproar throughout the halls; but Athena drew close to the side of Odysseus, son of Laertes, and roused him to go among the wooers and gather bits of bread, and learn which of them were righteous and which lawless. Yet even so she was not minded to save one of them from ruin. So he set out to beg of every man, beginning on the right, stretching out his hand on every side, as though he had been long a beggar. And they pitied him and gave, and marvelled at him, asking one another who he was and whence he came. Then among them spoke Melanthius, the goatherd: “Hear me, wooers of the glorious queen, regarding this stranger, for verily I have seen him before. Truly it was the swineherd that led him hither, but of the man himself I know not surely from whence he declares his birth to be.” So he spoke, and Antinous rebuked the swineherd, saying: “Notorious swineherd, why, pray, didst thou bring this man to the city? Have we not vagabonds enough without him, nuisances of beggars to mar our feast? Dost thou not think it enough that they gather here and devour the substance of thy master, that thou dost bid this fellow too?”

380τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι, μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, 385ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων; οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε 390οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν· Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ 395μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα· Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.

To him then, swineherd Eumaeus, didst thou make answer, and say: “Antinous, no fair words are these thou speakest, noble though thou art. Who pray, of himself ever seeks out and bids a stranger from abroad, unless it be one of those that are masters of some public craft, a prophet, or a healer of ills, or a builder, aye, or a divine minstrel, who gives delight with his song? For these men are bidden all over the boundless earth. Yet a beggar would no man bid to be burden to himself. But thou art ever harsh above all the wooers to the slaves of Odysseus, and most of all to me; yet I care not, so long as my lady, the constant Penelope, lives in the hall, and godlike Telemachus.” Then wise Telemachus answered him: “Be silent: do not, I bid thee, answer yonder man with many words, for Antinous is wont ever in evil wise to provoke to anger with harsh words, aye, and urges on the others too.” With this he spoke winged words to Antinous: “Antinous, truly thou carest well for me, as a father for his son, seeing that thou biddest me drive yonder stranger from the hall with a word of compulsion. May the god never bring such a thing to pass.

400δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε· μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ. 405τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε· Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης 410κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων· οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν· στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· 415δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.

Nay, take and give him somewhat: I begrudge it not, but rather myself bid thee give. In this matter regard not my mother, no, nor any of the slaves that are in the house of divine Odysseus. But verily far other is the thought in thy breast; for thou art far more fain thyself to eat than to give to another.” Then Antinous answered him, and said: “Telemachus, thou braggart, unrestrained in daring, what a thing hast thou said! If all the wooers would but hand him as much as I, for full three months' space this house would keep him at a distance.” So he spoke, and seized the footstool on which he was wont to rest his shining feet as he feasted, and shewed it from beneath the table, where it lay. But all the rest gave gifts, and filled the wallet with bread and bits of meat. And now Odysseus was like to have gone back again to the threshold, and to have made trial of the Achaeans without cost, but he paused by Antinous, and spoke to him, saying: “Friend, give me some gift; thou seemest not in my eyes to be the basest of the Achaeans, but rather the noblest, for thou art like a king. Therefore it is meet that thou shouldest give even a better portion of bread than the rest; so would I make thy fame known all over the boundless earth.

419καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον 420ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που— 425ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, 430ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. 435οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

For I too once dwelt in a house of my own among men, a rich man in a wealthy house, and full often I gave gifts to a wanderer, whosoever he was and with whatsoever need he came. Slaves too I had past counting, and all other things in abundance whereby men live well and are reputed wealthy. But Zeus, son of Cronos, brought all to naught—so, I ween, was his good pleasure— who sent me forth with roaming pirates to go to Egypt, a far voyage, that I might meet my ruin; and in the river Aegyptus I moored my curved ships. Then verily I bade my trusty comrades to remain there by the ships and to guard the ships, and I sent out scouts to go to places of outlook. But my comrades, yielding to wantonness and led on by their own might, straightway set about wasting the fair fields of the men of Egypt; and they carried off the women and little children, and slew the men; and the cry came quickly to the city. Then, hearing the shouting, the people came forth at break of day, and the whole plain was filled with footmen and chariots and the flashing of bronze. And Zeus, who hurls the thunderbolt, cast an evil panic upon my comrades, and none had courage to take his stand and face the foe; for evil surrounded us on every side.

440ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων. 445τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην; στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. 450ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· 455οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.

So then they slew many of us with the sharp bronze, and others they led up to their city alive, to work for them perforce. But they gave me to a friend who met them to take to Cyprus, even to Dmetor, son of Iasus, who ruled mightily over Cyprus; and from thence am I now come hither, sore distressed.” Then Antinous answered him, and said: “What god has brought this bane hither to trouble our feast? Stand off yonder in the midst, away from my table, lest thou come presently to a bitter Egypt and a bitter Cyprus, seeing that thou art a bold and shameless beggar. Thou comest up to every man in turn, and they give recklessly; for there is no restraint or scruple in giving freely of another's goods, since each man has plenty beside him.” Then Odysseus of many wiles drew back, and said to him: “Lo, now, it seems that thou at least hast not wits to match thy beauty. Thou wouldest not out of thine own substance give even a grain of salt to thy suppliant, thou who now, when sitting at another's table, hadst not the heart to take of the bread and give me aught. Yet here lies plenty at thy hand.”

458ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· 460νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, 465ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 470οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν· αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν. 475ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ, μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, 480ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην, οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν. 485καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε 490βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

So he spoke, and Antinous waxed the more wroth at heart, and with an angry glance from beneath his brows spoke to him winged words: “Now verily, methinks, thou shalt no more go forth from the hall in seemly fashion, since thou dost even utter words of reviling.” So saying, he seized the footstool and flung it, and struck Odysseus on the base of the right shoulder, where it joins the back. But he stood firm as a rock, nor did the missile of Antinous make him reel; but he shook his head in silence, pondering evil in the deep of his heart. Then back to the threshold he went and sat down, and down he laid his well-filled wallet; and he spoke among the wooers: “Hear me, wooers of the glorious queen, that I may say what the heart in my breast bids me. Verily there is no pain of heart nor any grief when a man is smitten while fighting for his own possessions, whether for his cattle or for his white sheep; but Antinous has smitten me for my wretched belly's sake, an accursed plague that brings many evils upon men. Ah, if for beggars there are gods and avengers, may the doom of death come upon Antinous before his marriage.” Then Antinous, son of Eupeithes, answered him: “Sit still, and eat, stranger, or go elsewhere; lest the young men drag thee by hand or foot through the house for words like these, and strip off all thy skin.” So he spoke, but they all were filled with exceeding indignation, and thus would one of the proud youths speak: “Antinous, thou didst not well to strike the wretched wanderer. Doomed man that thou art, what if haply he be some god come down from heaven! Aye, and the gods in the guise of strangers from afar put on all manner of shapes, and visit the cities, beholding the violence and the righteousness of men.” So spoke the wooers, but Antinous paid no heed to their words. And Telemachus nursed in his heart great grief for the smiting, though he let no tear fall from his eyelids to the ground; but he shook his head in silence, pondering evil in the deep of his heart.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.