Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 16.321–481: The suitors' ambush fails; Penelope rebukes Antinous

The ship that was sent for Telemachus comes back, and the suitors, learning that he escaped, gather and plan to kill him. Amphinomus advises waiting for a sign from the gods, and Penelope comes down to rebuke Antinous for plotting against the son of the man who once saved his father. Eurymachus smooths it over, and Eumaeus returns to the hut that evening.

Lines 16.321–481 · 1781 words · click a number to copy its link
321ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, 325νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, 330οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί. 335ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.

Thus they spoke to one another, but meanwhile into Ithaca put the well-built ship that brought Telemachus and all his comrades from Pylos; and they, when they had come into the deep harbor, drew the black ship up on the shore, while proud squires bore forth their armour and straightway carried the beauteous gifts to the house of Clytius. But they sent a herald forth to the house of Odysseus to bear word to wise Penelope that Telemachus was at the farm, and had bidden the ship to sail on to the city, lest the noble queen might grow anxious and let round tears fall. So the two met, the herald and the goodly swineherd, on the self-same errand, to bear tidings to the lady. And when they reached the palace of the godlike king, the herald spoke out in the midst of the handmaids, and said: “Even now, queen, thy son has come back from Pylos.” But the swineherd came close to Penelope and told her all that her dear son had bidden him say.

340αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ, ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. 345τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα 350κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· 355μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, 360τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.

And when he had fully told all that had been commanded him, he went his way to the swine and left the courtyard and the hall. But the wooers were dismayed and downcast in spirit, and forth they went from the hall past the great wall of the court, and there before the gates they sat down. Then among them Eurymachus, son of Polybus, was the first to speak: “My friends, verily a great deed has been insolently brought to pass by Telemachus, even this journey, and we deemed that he would never see it accomplished. But come, let us launch a black ship, the best we have, and let us get together seamen as rowers that they may straightway bear tidings to those others speedily to return home.” Not yet was the word fully uttered when Amphinomus, turning in his place, saw a ship in the deep harbor and men furling the sail, and with oars in their hands. Then, breaking into a merry laugh, he spoke among his comrades: “Let us not be sending a message any more, for here they are at home. Either some god told them of this, or they themselves caught sight of the ship of Telemachus as she sailed by, but could not catch her.” So he spoke, and they rose up and went to the shore of the sea. Swiftly the men drew up the black ship on the shore, and proud squires bore forth their armour.

361αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. 365ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες 370αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, 375λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.

Themselves meanwhile went all together to the place of assembly, and none other would they suffer to sit with them, either of the young men or the old. Then among them spoke Antinous, son of Eupeithes: “Lo, now, see how the gods have delivered this man from destruction. Day by day watchmen sat upon the windy heights, watch ever following watch, and at set of sun we never spent a night upon the shore, but sailing over the deep in our swift ship we waited for the bright Dawn, lying in wait for Telemachus, that we might take him and slay the man himself; howbeit meanwhile some god has brought him home. But, on our part, let us here devise for him a woeful death, even for Telemachus, and let him not escape from out our hands, for I deem that while he lives this work of ours will not prosper. For he is himself shrewd in counsel and in wisdom, and the people nowise show us favour any more.

376ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν· 380οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον· ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν, 385δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν 390ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

Nay, come, before he gathers the Achaeans to the place of assembly—for methinks he will in no wise be slow to act, but will be full of wrath, and rising up will declare among them all how that we contrived against him utter destruction, but did not catch him; and they will not praise us when they hear of our evil deeds. Beware, then, lest they work us some harm and drive us out from our country, and we come to the land of strangers. Nay, let us act first, and seize him in the field far from the city, or on the road; and his substance let us ourselves keep, and his wealth, dividing them fairly among us; though the house we would give to his mother to possess, and to him who weds her. Howbeit if this plan does not please you, but you choose rather that he should live and keep all the wealth of his fathers, let us not continue to devour his store of pleasant things as we gather together here, but let each man from his own hall woo her with his gifts and seek to win her; and she then would wed him who offers most, and who comes as her fated lord.” So he spoke, and they were all hushed in silence.

394τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, 395Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 400ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω· 405εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια, 410μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον· κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.

Then Amphinomus addressed their assembly, and spoke among them. He was the glorious son of the prince Nisus, son of Aretias, and he led the wooers who came from Dulichium, rich in wheat and in grass, and above all the others he pleased Penelope with his words, for he had an understanding heart. He it was who with good intent addressed their assembly, and spoke among them: “Friends, I surely would not choose to kill Telemachus; a dread thing is it to slay one of royal stock. Nay, let us first seek to learn the will of the gods. If the oracles of great Zeus approve, I will myself slay him, and bid all the others do so; but if the gods turn us from the act, I bid you desist.” Thus spoke Amphinomus, and his word was pleasing to them. So they arose straightway and went to the house of Odysseus, and entering in, sat down on the polished seats. Then the wise Penelope took other counsel, to show herself to the wooers, overweening in their insolence. For she had learned of the threatened death of her son in her halls, for the herald Medon told her, who had heard their counsel. So she went her way toward the hall with her handmaids.

414ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, 415στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον 420βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, 425δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· 430ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις· ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.

But when the fair lady reached the wooers, she stood by the doorpost of the well-built hall, holding before her face her shining veil; and she rebuked Antinous, and spoke, and addressed him: “Antinous, full of insolence, deviser of evil! and yet it is thou, men say, that dost excel among all of thy years in the land of Ithaca in counsel and in speech. But thou, it seems, art not such a man. Madman! why dost thou devise death and fate for Telemachus, and carest not for suppliants, for whom Zeus is witness. 'Tis an impious thing to plot evil one against another. Dost thou not know of the time when thy father came to this house a fugitive in terror of the people? For of a truth they were greatly wroth with him because he had joined Taphian pirates and harried the Thesprotians, who were in league with us. Him, then, they were minded to slay, and take from him his life by violence, and utterly to devour his great and pleasant livelihood; but Odysseus held them back, and stayed them despite their eagerness. His house it is that thou consumest now without atonement, and wooest his wife, and seekest to slay his son, and on me thou bringest great distress. Nay, forbear, I charge thee, and bid the rest forbear.”

434τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· 435κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. 440ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. 445τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα 450κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

Then Eurymachus, son of Polybus, answered her: “Daughter of Icarius, wise Penelope, be of good cheer, and let not things distress thy heart. That man lives not, nor shall live, nor shall ever be born, who shall lay hands upon thy son Telemachus while I live and behold the light upon the earth. For thus will I speak out to thee, and verily it shall be brought to pass. Quickly shall that man's black blood flow forth about my spear; for of a truth me, too, did Odysseus the sacker of cities often set upon his knees, and put roast meat in my hands, and hold to my lips red wine. Therefore Telemachus is far the dearest of all men to me, and I bid him have no fear of death, at least from the wooers; but from the gods can no man avoid it.” Thus he spoke to cheer her, but against that son he was himself plotting death. So she went up to her bright upper chamber and then bewailed Odysseus, her dear husband, until flashing-eyed Athena cast sweet sleep upon her eyelids.

452ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, 455ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. 460τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ; ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα; τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· 465οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς, κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν. 470ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν, ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ, βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι· 475καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 480αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

But at evening the goodly swineherd came back to Odysseus and his son, and they were busily making ready their supper, and had slain a boar of a year old. Then Athena came close to Odysseus, son of Laertes, and smote him with her wand, and again made him an old man; and mean raiment she put about his body, lest the swineherd might look upon him and know him, and might go to bear tidings to constant Penelope, and not hold the secret fast in his heart. Now Telemachus spoke first to the swineherd, and said: “Thou hast come, goodly Eumaeus. What news is there in the city? Have the proud wooers by this time come home from their ambush, or are they still watching for me where they were, to take me on my homeward way?” To him, then, swineherd Eumaeus, didst thou make answer and say: “I was not minded to go about the city, asking and enquiring of this; my heart bade me with all speed to come back hither when I had given my message. But there joined me a swift messenger from thy companions, a herald, who was the first to tell the news to thy mother. And this further thing I know, for I saw it with my eyes. I was now above the city, as I went on my way, where the hill of Hermes is, when I saw a swift ship putting into our harbor, and there were many men in her, and she was laden with shields and double-pointed spears. And I thought it was they, but I have no knowledge.” So he spoke, and the strong and mighty Telemachus smiled and with his eyes he glanced at his father, but shunned the swineherd's eye. And when they had ceased from their labour and had made ready the meal, they fell to feasting, nor did their hearts lack aught of the equal feast. But when they had put from them the desire of food and drink, they bethought them of rest, and took the gift of sleep.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.