Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 18.110–301: The suitors' gifts; Penelope appears

The suitors laugh and congratulate Odysseus, and Amphinomus gives him bread and wine, and Odysseus warns him that no man should be arrogant, for the gods can change a man's lot. Athena puts it into Penelope's heart to show herself to the suitors, and she is made more beautiful with sleep and with divine gifts. She reproaches Telemachus for letting the stranger be mistreated, and the suitors give her presents of dresses, a necklace and earrings.

Lines 18.110–301 · 2027 words · click a number to copy its link
110ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας 115ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ 120ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε· χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 125Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε· τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.

Then back to the threshold he went and sat down; and the wooers went within, laughing merrily, and they greeted him, saying: “May Zeus grant thee, stranger, and the other immortal gods what thou desirest most, and the dearest wish of thy heart, seeing that thou hast made this insatiate fellow to cease from begging in the land. For soon shall we take him to the mainland to King Echetus, the maimer of all men.” So they spoke, and goodly Odysseus was glad at the word of omen. And Antinous set before him the great paunch, filled with fat and blood, and Amphinomus took up two loaves from the basket and set them before him, and pledged him in a cup of gold, and said: “Hail, Sir stranger; may happy fortune be thine in time to come, though now thou art the thrall of many sorrows.” Then Odysseus of many wiles answered him, and said: “Amphinomus, verily thou seemest to me to be a man of prudence; and such a man, too, was thy father, for I have heard of his fair fame, that Nisus of Dulichium was a brave man and a wealthy. From him, they say, thou art sprung, and thou seemest a man soft of speech.

129τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· 130οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ· ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, 135καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, 140πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν 145ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ, ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν· οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω 150μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.

Wherefore I will tell thee, and do thou give heed and hearken. Nothing feebler does earth nurture than man, of all things that on earth are breathing and moving. For he thinks that he will never suffer evil in time to come, so long as the gods give him prosperity and his knees are quick; but when again the blessed gods decree him sorrow, this too he bears in sore despite with steadfast heart; for the spirit of men upon the earth is even such as the day which the father of gods and men brings upon them. For I, too, was once like to be prosperous among men, but many deeds of wantonness I wrought, yielding to my might and my strength, and trusting in my father and my brethren. Wherefore let no man soever be lawless at any time, but let him keep in silence whatever gifts the gods give. Aye, for I see the wooers devising wantonness, wasting the wealth and dishonoring the wife of a man who, I tell thee, will not long be away from his friends and his native land; nay, he is very near. But may some god lead thee forth hence to thy home, and mayest thou not meet him when he comes home to his dear native land. For not without bloodshed, methinks, will the wooers and he part one from the other when once he comes beneath his roof.”

151ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον, ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός. 155ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, 160μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, 165μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· 170ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.

So he spoke, and pouring a libation, drank of the honey-sweet wine, and then gave back the cup into the hands of the marshaller of the people. But Amphinomus went through the hall with a heavy heart, bowing his head; for his spirit boded bane. Yet even so he did not escape his fate, but him, too, did Athena set in bonds so that he might be slain outright at the hands of Telemachus and by his spear. So he sat down again on the chair from which he had risen. Then the goddess, flashing-eyed Athena, put it in the heart of the daughter of Icarius, wise Penelope, to show herself to the wooers, that she might set their hearts a-flutter and win greater honor from her husband and her son than heretofore. Then she laughed a meaningless laugh and spoke, and addressed the nurse: “Eurynome, my heart longs, though it has never longed before, to show myself to the wooers, hateful though they are. Also I would say a word to my son that will be for his profit, namely, that he should not consort ever with the overweening wooers, who speak him fair but have evil plans thereafter.” Then the housewife, Eurynome, spoke to her and said: “Aye, verily, child, all this hast thou spoken aright.

171ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. 175ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ, χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ· 180ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν· οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ. 185ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα 190αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.

Go, then, reveal thy word to thy son and hide it not; but first wash thy body and anoint thy face, and go not as thou art with both cheeks stained with tears. Go, for it is ill to grieve ever without ceasing. For now, behold, thy son is of such an age, and it has been thy dearest prayer to the immortals to see him a bearded man.” Then wise Penelope answered her again: “Eurynome, beguile me not thus in thy love to wash my body and anoint me with oil. All beauty of mine have the gods, that hold Olympus, destroyed since the day when my lord departed in the hollow ships. But bid Autonoe and Hippodameia come to me, that they may stand by my side in the hall. Alone I will not go among men, for I am ashamed.” So she spoke, and the old woman went forth through the chamber to bear tidings to the women, and bid them come. Then again the goddess, flashing-eyed Athena, took other counsel. On the daughter of Icarius she shed sweet sleep, and she leaned back and slept there on her couch, and all her joints were relaxed. And meanwhile the fair goddess was giving her immortal gifts, that the Achaeans might marvel at her.

192κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα· 195καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, 200καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο 205παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα, οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, 210ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

With balm she first made fair her beautiful face, with balm ambrosial, such as that wherewith Cytherea, of the fair crown, anoints herself when she goes into the lovely dance of the Graces; and she made her taller, too, and statelier to behold, and made her whiter than new-sawn ivory. Now when she had done this the fair goddess departed, and the white-armed handmaids came forth from the chamber and drew near with sound of talking. Then sweet sleep released Penelope, and she rubbed her cheeks with her hands, and said: “Ah, in my utter wretchedness soft slumber enfolded me. Would that pure Artemis would even now give so soft a death, that I might no more waste my life away with sorrow at heart, longing for the manifold excellence of my dear husband, for that he was pre-eminent among the Achaeans.” So saying, she went down from the bright upper chamber, not alone, for two handmaids attended her. Now when the fair lady reached the wooers she stood by the doorpost of the well-built hall, holding before her face her shining veil; and a faithful handmaid stood on either side of her.

212τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν, πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν· 215Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα· παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας· νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός, ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς, 220οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; 225σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα. 230ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.

Straightway then the knees of the wooers were loosened and their hearts enchanted with love, and they all prayed, each that he might lie by her side. But she spoke to Telemachus, her dear son: “Telemachus, thy mind and thy thoughts are no longer steadfast as heretofore. When thou wast but a child thou wast wont to revolve in thy mind thoughts more cunning; but now that thou art grown and hast reached the bounds of manhood, and wouldest be called a rich man's son by one who looked only to thy stature and thy comeliness, being himself a stranger from afar, thy mind and thy thoughts are no longer right as before. What a thing is this that has been done in these halls, that thou hast suffered yon stranger to be so maltreated! How now, if the stranger, while sitting thus in our house, should come to some harm through grievous mishandling? On thee, then, would fall shame and disgrace among men.” Then wise Telemachus answered her: “My mother, in this matter I take it not ill that thou art filled with anger. Yet of myself I know in my heart and understand each thing, the good and the evil, whereas heretofore I was but a child. But I am not able to plan all things wisely, for these men here thwart my will, keeping by me, one on this side and one on that, with evil purpose, and I have none to help me.

233οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν. 235αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ, οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου, ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν 240ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς, οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν· 245κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί, πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας. 250τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.

Howbeit, I can tell thee, this battle between the stranger and Irus fell not out according to the mind of the wooers, but the stranger proved the better man. I would, O father Zeus, and Athena, and Apollo, that even now the wooers were thus subdued in our halls, and were hanging their heads, some in the court and some within the hall, and that each man's limbs were loosened, even as Irus now sits yonder by the gate of the court, hanging his head like a drunken man, and cannot stand erect upon his feet, or go home to whatsoever place he is wont to go, because his limbs are loosened.” Thus they spoke to one another. But Eurymachus addressed Penelope, and said: “Daughter of Icarius, wise Penelope, if all the Achaeans throughout Iasian Argos could see thee, even more wooers would be feasting in your halls from to-morrow on, for thou excellest all women in comeliness and stature, and in the wise heart within thee.” Then wise Penelope answered him: “Eurymachus, all excellence of mine, both of beauty and of form, the immortals destroyed on the day when the Argives embarked for Ilios, and with them went my husband Odysseus.

254εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, 255μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν, δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα· ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς 260ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι· καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας, ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. 265τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος· αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, 270γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.

If he might but come and watch over this life of mine, greater would be my fame and fairer. But now I am in sorrow, so many woes has some god brought upon me. Verily, when he went forth and left his native land, he clasped my right hand by the wrist, and said: “‘Wife, I deem not that the well-greaved Achaeans will all return from Troy safe and unscathed, for the Trojans, men say, are men of war, hurlers of the spear, and drawers of the bow, and drivers of swift horses, such as most quickly decide the great strife of equal war. Therefore I know not whether the god will bring me back, or whether I shall be cut off there in the land of Troy: so have thou charge of all things here. Be mindful of my father and my mother in the halls even as thou art now, or yet more, while I am far away. But when thou shalt see my son a bearded man, wed whom thou wilt, and leave thy house.’ “So he spoke, and now all this is being brought to pass. The night shall come when a hateful marriage shall fall to the lot of me accursed, whose happiness Zeus has taken away.

274ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· 275μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο· οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν· 280ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, 285κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν· ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος. 290ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος· δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι. 295ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος 300ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.

But herein has bitter grief come upon my heart and soul, for such as yours was never the way of wooers heretofore. They who are fain to woo a lady of worth and the daughter of a rich man and vie with one another, these bring of themselves cattle and goodly flocks, a banquet for the friends of the bride, and give to her glorious gifts; but they do not devour the livelihood of another without atonement.” So she spoke, and the much-enduring, goodly Odysseus was glad, because she drew from them gifts, and beguiled their souls with gentle words, but her mind was set on other things. Then Antinous, son of Eupeithes, spoke to her again, and said: “Daughter of Icarius, wise Penelope, as for gifts, if any man of the Achaeans is minded to bring them hither, do thou take them; for it is not well to refuse a gift. But for us, we will go neither to our lands nor elsewhither, until thou weddest him whosoever is best of the Achaeans.” So spoke Antinous, and his word was pleasing to them, and each man sent forth a herald to bring his gifts. For Antinous he brought a large and beautiful robe, richly broidered, and in it were golden brooches, twelve in all, fitted with curved clasps. And a chain did another straightway bring to Eurymachus, one cunningly wrought of gold, strung with amber beads, bright as the sun. A pair of earrings his squires brought to Eurydamas, with three clustering drops, and great grace shone therefrom. And out of the house of lord Peisander, son of Polyctor, his squire brought a necklace, a jewel exceeding fair. So of the Achaeans one brought one fair gift and one another.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.