Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 21.245–358: Odysseus asks for the bow

Eurymachus, too, fails to string the bow. Antinous suggests putting off the contest till the next day, which is the feast of Apollo, and the suitors agree. Odysseus asks to try the bow, and Antinous insults him, and Penelope tells them that it is not seemly to refuse him, and Telemachus sends his mother to her room.

Lines 21.245–358 · 1264 words · click a number to copy its link
245Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὢ πόποι, ἦ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· 250οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι 255τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι 260κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

Eurymachus was now handling the bow, warming it on this side and on that in the light of the fire; but not even so was he able to string it; and in his noble heart he groaned, and with a burst of anger he spoke and addressed them: “Out on it! Verily I am grieved for myself and for you all. It is in no wise for the marriage that I mourn so greatly, grieved though I am; for there are many other Achaean women, some in sea-girt Ithaca itself, and some in other cities; but I mourn if in truth we fall so far short of godlike Odysseus in might, seeing that we cannot string his bow. This is a reproach for men that are yet to be to hear of.” Then Antinous, son of Eupeithes, answered him: “Eurymachus, this shall not be so, and thou of thyself too knowest it. For to-day throughout the land is the feast of the god—a holy feast. Who then would bend a bow? Nay, quietly set it by; and as for the axes—what if we should let them all stand as they are? No man, methinks, will come to the hall of Odysseus, son of Laertes, and carry them off.

263ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· 265ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. 270τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· 275κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· 280ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.

Nay, come, let the bearer pour drops for libation into the cups, that we may pour libations, and lay aside the curved bow. And in the morning bid Melanthius, the goatherd, to bring she-goats, far the best in all the herds, that we may lay thigh-pieces on the altar of Apollo, the famed archer; and so make trial of the bow, and end the contest.” So spoke Antinous, and his word was pleasing to them. Then the heralds poured water over their hands, and youths filled the bowls brim full of drink, and served out to all, pouring first drops for libation into the cups. But when they had poured libations, and had drunk to their heart's content, then with crafty mind Odysseus of many wiles spoke among them: “Hear me, wooers of the glorious queen, that I may say what the heart in my breast bids me. To Eurymachus most of all do I make my prayer, and to godlike Antinous, since this word also of his was spoken aright, namely that for the present you cease to try the bow, and leave the issue with the gods; and in the morning the god will give the victory to whomsoever he will.

281ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε. 285ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί· οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν 290δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. 295οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο· ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε 300ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.

But come, give me the polished bow, that in your midst I may prove my hands and strength, whether I have yet might such as was of old in my supple limbs, or whether by now my wanderings and lack of food have destroyed it.” So he spoke, and they all waxed exceeding wroth, fearing lest he might string the polished bow. And Antinous rebuked him, and spoke and addressed him: “Ah, wretched stranger, thou hast no wit, no, not a trace. Art thou not content that thou feastest undisturbed in our proud company, and lackest naught of the banquet, but hearest our words and our speech, while no other that is a stranger and beggar hears our words? It is wine that wounds thee, honey-sweet wine, which works harm to others too, if one takes it in great gulps, and drinks beyond measure. It was wine that made foolish even the centaur, glorious Eurytion, in the hall of greathearted Peirithous, when he went to the Lapithae: and when his heart had been made foolish with wine, in his madness he wrought evil in the house of Peirithous. Then grief seized the heroes, and they leapt up and dragged him forth through the gateway, when they had shorn off his ears and his nostrils with the pitiless bronze, and he, made foolish in heart, went his way, bearing with him the curse of his sin in the folly of his heart.

303ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. 305ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος 310πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον 315ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.

From hence the feud arose between the centaurs and mankind; but it was for himself first that he found evil, being heavy with wine. Even so do I declare great harm for thee, if thou shalt string the bow, for thou shalt meet with no kindness at the hands of anyone in our land, but we will send thee straightway in a black ship to king Echetus, the maimer of all men, from whose hands thou shalt in no wise escape alive. Nay, then, be still, and drink thy wine, and do not strive with men younger than thou.” Then wise Penelope answered him: “Antinous, it is not well nor just to rob of their due the guests of Telemachus, whosoever he be that comes to this house. Dost thou think that, if yon stranger strings the great bow of Odysseus, trusting in his strength and his might, he will lead me to his home, and make me his wife? Nay, he himself, I ween, has not this hope in his breast; so let no one of you on this account sit at meat here in sorrow of heart; nay, that were indeed unseemly.”

320τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν· ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν 325ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. 330τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, 335πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.

Then Eurymachus, son of Polybus, answered her: “Daughter of Icarius, wise Penelope, it is not that we think the man will lead thee to his home—that were indeed unseemly—but that we dread the talk of men and women, lest hereafter some base fellow among the Achaeans should say: ‘Truly men weaker far are wooing the wife of a noble man, and cannot string his polished bow. But another, a beggar, that came on his wanderings, easily strung the bow, and shot through the iron.’ Thus will men speak, but to us this would become a reproach.” Then wise Penelope answered him again: “Eurymachus, in no wise can there be good report in the land for men who dishonor and consume the house of a prince. Why then do you make this matter a reproach? This stranger is right tall and well-built, and declares himself to be born the son of a good father. Nay, come, give him the polished bow and let us see.

337ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, 340δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο 345κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. 350ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· 355παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

For thus will I speak out to thee, and this word shall verily be brought to pass; if he shall string the bow, and Apollo grant him glory, I will clothe him with a cloak and tunic, fair raiment, and will give him a sharp javelin to ward off dogs and men, and a two-edged sword; and I will give him sandals to bind beneath his feet, and will send him whithersoever his heart and spirit bid him go.” Then wise Telemachus answered her: “My mother, as for the bow, no man of the Achaeans has a better right than I to give or to deny it to whomsoever I will—no, not all those who lord it in rocky Ithaca, or in the islands towards horse-pasturing Elis. No man among these shall thwart me against my will, even though I should wish to give this bow outright to the stranger to bear away with him. But do thou go thy chamber, and busy thyself with thine own tasks, the loom and the distaff, and bid thy handmaids ply their tasks. The bow shall be for men, for all, but most of all for me; since mine is the authority in the house.” She then, seized with wonder, went back to her chamber, for she laid to heart the wise saying of her son. Up to her upper chamber she went with her handmaids, and then bewailed Odysseus, her dear husband, until flashing-eyed Athena cast sweet sleep upon her eyelids.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.