Sophocles · Ajax Αἴας

Sophocles, Ajax 1–133: Prologue: Athena shows Odysseus the madness of Ajax

Athena sees Odysseus tracking footprints near the tent of Ajax, and Odysseus says that the army's cattle have been found slaughtered and that everyone blames Ajax. Athena tells how she sent a madness on Ajax, so that he took the animals for the Greek chiefs and tortured and killed them, and calls him out of his tent. Though Ajax boasts to her that he has dealt with the Atreidae and Odysseus, Odysseus does not rejoice, but pities him, and Athena tells him to learn from this to avoid arrogance toward the gods.

Lines 1–133 · 1428 words · click a number to copy its link
Ἀθήνα 1ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον· καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει, 5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρει κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις. ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα 10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους. καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς. Ὀδυσσεύς ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν, 15ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως, φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς. καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ· 20κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι. νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε· ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα· κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ. 25ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις. τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει. καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον 30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι, τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος 35τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.

Athena Always, son of Laertes, have I observed you on the prowl to snatch some means of attack against your enemies. So now at the tent of Ajax by the ships where he has his post at the camp’s outer edge, I watch you for a long time as you hunt and scan his newly pressed tracks, in order to see whether he is inside or away. Your course leads you well to your goal, like that of a keen-scenting Laconian hound. For the man has just now gone in, with sweat dripping from his head and from his hands that have killed with the sword. There is no further need for you to peer inside these doors. Rather tell me what your goal is that you have shown such eagerness for, so that you may learn from her who holds the knowledge.

Odysseus Voice of Athena, dearest to me of the gods, how clearly, though you are unseen, do I hear your call and snatch its meaning in my mind, just as I would the bronze tongue of the Tyrrhenian trumpet! And now you have discerned correctly that I am circling my path on the track of a man who hates me, Ajax the shield-bearer. It is he and no other that I have been tracking so long. For tonight he has done us a deed beyond comprehension—if he is indeed the doer. We know nothing for certain, but drift in doubt. And so I of my own accord took up the burden of this search. For we recently found all the cattle, our plunder, dead—yes, slaughtered by human hand—and with them the guardians of the flocks. Now, all men lay responsibility for this crime to him. And further, a scout who had seen him bounding alone over the plain with a newly-wet sword reported to me and declared what he saw. Then immediately I rush upon his track, and sometimes I follow his signs, but sometimes I am bewildered, and cannot read whose they are. Your arrival is timely, for truly in all matters, both those of the past and those of the future, it is your hand that steers me.

Ἀθήνα 36ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ. Ὀδυσσεύς ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ; Ἀθήνα ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. Ὀδυσσεύς 40καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα; Ἀθήνα χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων. Ὀδυσσεύς τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν; Ἀθήνα δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. Ὀδυσσεύς ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν; Ἀθήνα 45κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ. Ὀδυσσεύς ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει; Ἀθήνα νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος. Ὀδυσσεύς ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο; Ἀθήνα καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. Ὀδυσσεύς 50καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; Ἀθήνα ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα· 55ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτε δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων, ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν. ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις 60ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά. κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου, τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν ποίμνας τε πάσας εἰς δόμους κομίζεται, ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων, 65καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται. δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς. θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους 70αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν. οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ· Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.

Athena I know it, Odysseus, and some time ago I came on the path as a lookout friendly to your hunt.

Odysseus And so, dear mistress, do I toil to good effect?

Athena Know that that man is the doer of these deeds.

Odysseus Then to what end did he thrust his hand so senselessly?

Athena He was mad with anger over the arms of Achilles.

Odysseus Why, then, his onslaught upon the flocks?

Athena It was in your blood, he thought, that he was staining his hand.

Odysseus Then was this a plot aimed against the Greeks?

Athena Yes, and he would have accomplished it, too, had I not been attentive.

Odysseus And what reckless boldness was in his mind that he dared this?

Athena Under night’s cover he set out against you, by stealth and alone.

Odysseus And did he get near us? Did he reach his goal?

Athena He was already at the double doors of the two generals.

Odysseus How, then, did he restrain his hand when it was eager for murder?

Athena It was I who prevented him, by casting over his eyes oppressive notions of his fatal joy, and I who turned his fury aside on the flocks of sheep and the confused droves guarded by herdsmen, the spoil which you had not yet divided. Then he fell upon them and kept cutting out a slaughter of many horned beasts as he split their spines in a circle around him. At one time he thought that he was killing the two Atreidae, holding them in his very hand; at another time it was this commander, and at another that one which he attacked. And I, while the man ran about in diseased frenzy, I kept urging him on, kept hurling him into the snares of doom. Soon, when he rested from this toil, he bound together the living oxen along with all the sheep and brought them home, as though his quarry were men, not well-horned cattle. And now he abuses them, bound together, in the house. But to you also will I show this madness openly, so that when you have seen it you may proclaim it to all the Argives. Be of good courage and stand your ground, and do not regard the man as a cause of disaster for you. I will turn away the beams of his eyes and keep them from landing on your face. You there, you who bind back your captive’s arms, I am calling you, come here! I am calling Ajax! Come out in front of the house!

Ὀδυσσεύς 74τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει. Ἀθήνα 75οὐ σῖγʼ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ; Ὀδυσσεύς μὴ πρὸς θεῶν, ἀλλʼ ἔνδον ἀρκείτω μένων. Ἀθήνα τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν; Ὀδυσσεύς ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι. Ἀθήνα οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν; Ὀδυσσεύς 80ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν. Ἀθήνα μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν; Ὀδυσσεύς φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. Ἀθήνα ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας. Ὀδυσσεύς πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ; Ἀθήνα 85ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. Ὀδυσσεύς γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου. Ἀθήνα σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων. Ὀδυσσεύς μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν. Ἀθήνα ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ. 90τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου; Αἴας ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν. Ἀθήνα καλῶς ἔλεξας· ἀλλʼ ἐκεῖνό μοι φράσον, 95ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ; Αἴας κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Ἀθήνα ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα; Αἴας ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι. Ἀθήνα τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ. Αἴας 100θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα.

Odysseus What are you doing, Athena? Do not call him out.

Athena Hold your peace! Do not earn a reputation for cowardice!

Odysseus No, by the gods, let it content you that he stay inside.

Athena What is the danger? Was he not a man before?

Odysseus Yes, a man hostile to me in the past, and especially now.

Athena And is not the sweetest mockery the mockery of enemies?

Odysseus I am content that he stay within his tent.

Athena Do you fear to see a madman right before your eyes?

Odysseus I would not shrink from him in fear, if he were sane.

Athena But he will not see you now, even though you stand nearby.

Odysseus How could that be, if he still sees with the same eyes?

Athena I shall darken them, though their sight is keen.

Odysseus It is true: all is possible when a god contrives.

Athena Stand silent, then, and stay where you are.

Odysseus I must stay. But I would prefer to be far from here!

Athena You there, Ajax, once again I call you! Why do you show so little regard for your ally?

Ajax Welcome, Athena! Welcome, daughter sprung from Zeus! How well have you stood by me! I will crown you with trophies of pure gold in gratitude for this quarry!

Athena A fine pledge. But tell me this—have you dyed your sword well in the Greek army?

Ajax I can make that boast. I do not deny it.

Athena And have you launched your armed hand against the Atreidae?

Ajax Yes, so that never again will they dishonor Ajax.

Athena The men are dead, as I interpret your words.

Ajax Dead they are. Now let them rob me of my arms!

Ἀθήνα 101εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου, ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε; Αἴας ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου; Ἀθήνα ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω. Αἴας 105ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω. Ἀθήνα πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον; Αἴας πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης. Ἀθήνα τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν; Αἴας 110μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. Ἀθήνα μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ. Αἴας χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι· κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην. Ἀθήνα σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν, 115χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς. Αἴας χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι, τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι. Ἀθήνα ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση; τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος 120ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια; Ὀδυσσεύς ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ, ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ, οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν· 125ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν. Ἀθήνα τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον 130ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

Athena I see. And the son of Laertes, how does his fortune with respect to you? Has he escaped you?

Ajax That blasted fox! You ask me where he is?

Athena Yes, I do. I mean Odysseus, your adversary.

Ajax My most pleasing prisoner, mistress, he sits inside. I do not wish him to die just yet.

Athena Until you do what? Or win what greater advantage?

Ajax Until he be bound to a pillar beneath my roof—

Athena What evil, then, will you inflict on the poor man?

Ajax —and have his back crimsoned by the lash, before he dies.

Athena Do not abuse the poor man so cruelly!

Ajax In all else, Athena, I bid you take your pleasure, but he will pay this penalty and no other.

Athena Well, then, since it delights you to do so, put your arm to use; spare no portion of your plan.

Ajax I go to my work. And I give you this commission: be always for me the close-standing ally that you have been for me today!

Athena Do you see, Odysseus, how great is the strength of the gods? Whom could you have found more prudent than this man, or better able to do what the situation demanded?

Odysseus I know of no one, but in his misery I pity him all the same, even though he hates me, because he is yoked beneath a ruinous delusion—I think of my own lot no less than his. For I see that all we who live are nothing more than phantoms or fleeting shadow.

Athena Therefore since you witness his fate, see that you yourself never utter an arrogant word against the gods, nor assume any swelling pride, if in the scales of fate you are weightier than another in strength of hand or in depth of ample wealth. For a day can press down all human things, and a day can raise them up. But the gods embrace men of sense and abhor the evil.

People and places in this passage

English translation by Richard C. Jebb (modernised by Perseus) (1893). Original text: Greek text: Francis Storr (ed. and trans.), Sophocles, Loeb Classical Library, London: William Heinemann, 1913, as digitised by Perseus. English: Richard C. Jebb, Sophocles: The Plays and Fragments, The Ajax, Cambridge University Press, 1893 (Perseus's modernised version of Jebb's prose translation).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Ajax 1–133: Athena shows Odysseus the madness of Ajax