̔η δὲ Βαβυλὼν καὶ αὐτὴ μέν ἐστιν ἐν πεδίῳ, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους τριακοσίων ἑξήκοντα πέντε σταδίων, πάχος δὲ τοῦ τείχους ποδῶν δύο καὶ τριάκοντα, ὕψος δὲ τῶν μὲν μεσοπυργίων πήχεις πεντήκοντα τῶν δὲ πύργων ἑξήκοντα, ἡ δὲ πάροδος τοῖς ἐπὶ τοῦ τείχους ὥστε τέθριππα ἐναντιοδρομεῖν ἀλλήλοις ῥᾳδίως· διόπερ τῶν ἑπτὰ θεαμάτων λέγεται καὶ τοῦτο καὶ ὁ κρεμαστὸς κῆπος ἔχων ἐν τετραγώνῳ σχήματι ἑκάστην πλευρὰν τεττάρων πλέθρων· συνέχεται δὲ ψαλιδώμασι καμαρωτοῖς ἐπὶ πεττῶν ἱδρυμένοις κυβοειδῶν ἄλλοις ἐπʼ ἄλλοις· οἱ δὲ πεττοὶ κοῖλοι πλήρεις γῆς ὥστε δέξασθαι φυτὰ δένδρων τῶν μεγίστων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένοι καὶ αὐτοὶ καὶ αἱ ψαλίδες καὶ τὰ καμαρώματα. ἡ δʼ ἀνωτάτω στέγη προσβάσεις κλιμακωτὰς ἔχει, παρακειμένους δʼ αὐταῖς καὶ κοχλίας διʼ ὧν τὸ ὕδωρ ἀνῆγον εἰς τὸν κῆπον ἀπὸ τοῦ Εὐφράτου συνεχῶς οἱ πρὸς τοῦτο τεταγμένοι. ὁ γὰρ ποταμὸς διὰ μέσης ῥεῖ τῆς πόλεως σταδιαῖος τὸ πλάτος, ἐπὶ δὲ τῷ ποταμῷ ὁ κῆπος. ἔστι δὲ καὶ ὁ τοῦ Βήλου τάφος αὐτόθι, νῦν μὲν κατεσκαμμένος, Ξέρξης δʼ αὐτὸν κατέσπασεν, ὥς φασιν· ἦν δὲ πυραμὶς τετράγωνος ἐξ ὀπτῆς πλίνθου καὶ αὐτὴ σταδιαία τὸ ὕψος, σταδιαία δὲ καὶ ἑκάστη τῶν πλευρῶν· ἣν Ἀλέξανδρος ἐβούλετο ἀνασκευάσαι, πολὺ δʼ ἦν ἔργον καὶ πολλοῦ χρόνου (αὐτὴ γὰρ ἡ χοῦς εἰς ἀνακάθαρσιν μυρίοις ἀνδράσι δυεῖν μηνῶν ἔργον ἦν), ὥστʼ οὐκ ἔφθη τὸ ἐγχειρηθὲν ἐπιτελέσαι· παραχρῆμα γὰρ ἡ νόσος καὶ ἡ τελευτὴ συνέπεσε τῷ βασιλεῖ, τῶν δʼ ὕστερον οὐδεὶς ἐφρόντισεν. ἀλλὰ καὶ τὰ λοιπὰ ὠλιγωρήθη καὶ κατήρειψαν τῆς πόλεως τὰ μὲν οἱ Πέρσαι τὰ δʼ ὁ χρόνος καὶ ἡ τῶν Μακεδόνων ὀλιγωρία περὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐπειδὴ τὴν Σελεύκειαν ἐπὶ τῷ Τίγρει πλησίον τῆς Βαβυλῶνος ἐν τριακοσίοις που σταδίοις ἐτείχισε Σέλευκος ὁ Νικάτωρ. καὶ γὰρ ἐκεῖνος καὶ οἱ μετʼ αὐτὸν ἅπαντες περὶ ταύτην ἐσπούδασαν τὴν πόλιν καὶ τὸ βασίλειον ἐνταῦθα μετήνεγκαν· καὶ δὴ καὶ νῦν ἡ μὲν γέγονε Βαβυλῶνος μείζων ἡ δʼ ἔρημος ἡ πολλή, ὥστʼ ἐπʼ αὐτῆς μὴ ἂν ὀκνῆσαί τινα εἰπεῖν ὅπερ ἔφη τις τῶν κωμικῶν ἐπὶ τῶν Μαγαλοπολιτῶν τῶν ἐν Ἀρκαδίᾳ ἐρημία μεγάλη ʼστὶν ἡ Μεγάλη πόλις. διὰ δὲ τὴν τῆς ὕλης σπάνιν ἐκ φοινικίνων ξύλων αἱ οἰκοδομαὶ συντελοῦνται καὶ δοκοῖς καὶ στύλοις· περὶ δὲ τοὺς στύλους στρέφοντες ἐκ τῆς καλάμης σχοινία περιτιθέασιν, εἶτʼ ἐπαλείφοντες χρώμασι καταγράφουσι, τὰς δὲ θύρας ἀσφάλτῳ· ὑψηλαὶ δὲ καὶ αὗται καὶ οἱ οἶκοι καμαρωτοὶ πάντες διὰ τὴν ἀξυλίαν· ψιλὴ γὰρ ἡ χώρα καὶ θαμνώδης ἡ πολλὴ πλὴν φοίνικος· οὗτος δὲ πλεῖστος ἐν τῇ Βαβυλωνίᾳ, πολὺς δὲ καὶ ἐν Σούσοις καὶ ἐν τῇ παραλίᾳ Περσίδι καὶ ἐν τῇ Καρμανίᾳ. κεράμῳ δʼ οὐ χρῶνται· οὐδὲ γὰρ κατομβροῦνται. παραπλήσια δὲ καὶ τὰ ἐν Σούσοις καὶ τῇ Σιτακηνῇ.
Babylon itself also is situated in a plain. The wall is 385 stadia in circumference, and 32 feet in thickness. The height of the space between the towers is 50, and of the towers 60 cubits. The roadway upon the walls will allow chariots with four horses when they meet to pass each other with ease. Whence, among the seven wonders of the world, are reckoned this wall and the hanging garden: the shape of the garden is a square, and each side of it measures four plethra. It consists of vaulted terraces, raised one above another, and resting upon cube-shaped pillars. These are hollow and filled with earth to allow trees of the largest size to be planted. The pillars, the vaults, and the terraces are constructed of baked brick and asphalt.
The ascent to the highest story is by stairs, and at their side are water engines, by means of which persons, appointed expressly for the purpose, are continually employed in raising water from the Euphrates into the garden. For the river, which is a stadium in breadth, flows through the middle of the city, and the garden is on the side of the river. The tomb also of Belus is there. At present it is in ruins, having been demolished, as it is said, by Xerxes. It was a quadrangular pyramid of baked brick, a stadium in height, and each of the sides a stadium in length. Alexander intended to repair it. It was a great undertaking, and required a long time for its completion (for ten thousand men were occupied two months in clearing away the mound of earth), so that he was not able to execute what he had attempted, before disease hurried him rapidly to his end. None of the persons who succeeded him attended to this undertaking; other works also were neglected, and the city was dilapidated, partly by the Persians, partly by time, and, through the indifference of the Macedonians to things of this kind, particularly after Seleucus Nicator had fortified Seleucia on the Tigris near Babylon, at the distance of about 300 stadia.
Both this prince and all his successors directed their care to that city, and transferred to it the seat of empire. At present it is larger than Babylon; the other is in great part deserted, so that no one would hesitate to apply to it what one of the comic writers said of Megalopolitae in Arcadia, The great city is a great desert. On account of the scarcity of timber, the beams and pillars of the houses were made of palm wood. They wind ropes of twisted reed round the pillars, paint them over with colours, and draw designs upon them; they cover the doors with a coat of asphaltus. These are lofty, and all the houses are vaulted on account of the want of timber. For the country is bare, a great part of it is covered with shrubs, and produces nothing but the palm. This tree grows in the greatest abundance in Babylonia. It is found in Susiana also in great quantity, on the Persian coast, and in Carmania.
They do not use tiles for their houses, because there are no great rains. The case is the same in Susiana and in Sitacene.
Ἀφώριστο δʼ ἐν τῇ Βαβυλῶνι κατοικία τοῖς ἐπιχωρίοις φιλοσόφοις τοῖς Χαλδαίοις προσαγορευομένοις, οἳ περὶ ἀστρονομίαν εἰσὶ τὸ πλέον· προσποιοῦνται δέ τινες καὶ γενεθλιαλογεῖν, οὓς οὐκ ἀποδέχονται οἱ ἕτεροι. ἔστι δὲ καὶ φῦλόν τι τὸ τῶν Χαλδαίων καὶ χώρα τῆς Βαβυλωνίας ὑπʼ ἐκείνων οἰκουμένη, πλησιάζουσα καὶ τοῖς Ἄραψι καὶ τῇ κατὰ Πέρσας λεγομένῃ θαλάττῃ. ἔστι δὲ καὶ τῶν Χαλδαίων τῶν ἀστρονομικῶν γένη πλείω· καὶ γὰρ Ὀρχηνοί τινες προσαγορεύονται καὶ Βορσιππηνοὶ καὶ ἄλλοι πλείους ὡς ἂν κατὰ αἱρέσεις ἄλλα καὶ ἄλλα νέμοντες περὶ τῶν αὐτῶν δόγματα. μέμνηνται δὲ καὶ τῶν ἀνδρῶν ἐνίων οἱ μαθηματικοί, καθάπερ Κιδηνᾶ τε καὶ Ναβουριανοῦ καὶ Σουδίνου· καὶ Σέλευκος δʼ ὁ ἀπὸ τῆς Σελευκείας Χαλδαῖός ἐστι καὶ ἄλλοι πλείους ἀξιόλογοι ἄνδρες.
In Babylon a residence was set apart for the native philosophers called Chaldaeans, who are chiefly devoted to the study of astronomy. Some, who are not approved of by the rest, profess to understand genethlialogy, or the casting of nativities. There is also a tribe of Chaldaeans, who inhabit a district of Babylonia, in the neighbourhood of the Arabians, and of the sea called the Persian Sea. There are several classes of the Chaldaean astronomers. Some have the name of Orcheni, some Borsippeni, and many others, as if divided into sects, who disseminate different tenets on the same subjects. The mathematicians make mention of some individuals among them, as Cidenas, Naburianus, and Sudinus. Seleucus also of Seleuceia is a Chaldaean, and many other remarkable men.
τὰ δὲ Βόρσιππα ἱερὰ πόλις ἐστὶν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, λινουργεῖον μέγα. πληθύουσι δὲ ἐν αὐτῇ νυκτερίδες μείζους πολὺ τῶν ἐν ἄλλοις τόποις· ἁλίσκονται δʼ εἰς βρῶσιν καὶ ταριχεύονται.
Borsippa is a city sacred to Diana and Apollo. Here is a large linen manufactory. Bats of much larger size than those in other parts abound in it. They are caught and salted for food.
περιέχεται δʼ ἡ χώρα τῶν Βαβυλωνίων ἀπὸ μὲν τῆς ἠοῦς ὑπό τε Σουσίων καὶ Ἐλυμαίων καὶ Παραιτακηνῶν, ἀπὸ δὲ τῆς μεσημβρίας ὑπὸ τοῦ Περσικοῦ κόλπου καὶ τῶν Χαλδαίων μέχρι Ἀράβων τῶν Μεσηνῶν, ἀπὸ δὲ τῆς ἑσπέρας ὑπό τε Ἀράβων τῶν σκηνιτῶν μέχρι τῆς Ἀδιαβηνῆς καὶ τῆς Γορδυαίας, ἀπὸ δὲ τῶν ἄρκτων ὑπό τε Ἀρμενίων καὶ Μήδων μέχρι τοῦ Ζάγρου καὶ τῶν περὶ αὐτὸ ἐθνῶν.
The country of the Babylonians is surrounded on the east by the Susans, Elymaei, and Paraetaceni; on the south by the Persian Gulf, and the Chaldaeans as far as the Arabian Meseni; on the west by the Arabian Scenitae as far as Adiabene and Gordyaea; on the north by the Armenians and Medes as far as the Zagrus, and the nations about that river.