Euripides · Medea Μήδεια

Euripides, Medea 214–356: First episode: Creon banishes Medea but grants her one day

Medea comes out and speaks to the women of Corinth about the hard lot of wives and of a foreigner, and asks for their silence about her revenge. Creon enters and orders her out of the country at once, for he fears her cleverness and her threats. After she pleads on her knees, he grants her a single day, and she turns the delay to her purpose.

Lines 214–356 · 1460 words · click a number to copy its link

Medea

214Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων, 215μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν, 220ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . . χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . . οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. 225ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι. ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς, κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις. 230πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ πόσιν πρίασθαι, δεσπότην τε σώματος λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν. 235κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν. ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, 240ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν, ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών. ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, 245ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης· ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί· 250κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.

From the house I have come forth, Corinthian ladies, for fear lest you be blaming me; for well I know that amongst men many by showing pride have gotten them an ill name and a reputation for indifference, both those who shun men’s gaze and those who move amid the stranger crowd, and likewise they who choose a quiet walk in life. For there is no just discernment in the eyes of men, for they, or ever they have surely learnt their neighbour’s heart, loathe him at first sight, though never wronged by him; and so a stranger most of all should adopt a city’s views; nor do I commend that citizen, who, in the stubbornness of his heart, from churlishness resents the city’s will. But on me hath fallen this unforeseen disaster, and sapped my life; ruined I am, and long to resign the boon of existence, kind friends, and die. For he who was all the world to me, as well thou knowest, hath turned out the veriest villain, my own husband. Of all things that have life and sense we women are the most hapless creatures; first must we buy a husband at an exorbitant price, and o’er ourselves a tyrant set which is an evil worse than the first; and herein lies the most important issue, whether our choice be good or bad. For divorce is discreditable to women, nor can we disown our lords. Next must the wife, coming as she does to ways and customs new, since she hath not learnt the lesson in her home, have a diviner’s eye to see how best to treat the partner of her life. If haply we perform these tasks with thoroughness and tact, and the husband live with us, without resenting the yoke, our life is a happy one; if not, ’twere best to die. But when a man is vexed with what he finds indoors, he goeth forth and rids his soul of its disgust, betaking him to some friend or comrade of like age; whilst we must needs regard his single self. And yet they say we live secure at home, while they are at the wars, with their sorry reasoning, for I would gladly take my stand in battle array three times o’er, than once give birth.

Μήδεια 252ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι βίου τ’ ὄνησις καὶ φίλων συνουσία, 255ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη, οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς. τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, 260ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν, σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· 265ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. Χορός δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν, Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας. ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς, 270στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. Κρέων σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα· καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου 275τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. Μήδεια αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι. ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. 280ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως· τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον; Κρέων δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους— μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν. συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος· 285σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι, τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι. 290κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.

Medea But enough! this language suits not thee as it does me; thou hast a city here, a father’s house, some joy in life, and friends to share thy thoughts, but I am destitute, without a city, and therefore scorned by my husband, a captive I from a foreign shore, with no mother, brother, or kinsman in whom to find a new haven of refuge from this calamity. Wherefore this one boon and only this I wish to win from thee,— thy silence, if haply I can some way or means devise to avenge me on my husband for this cruel treatment, and on the man who gave to him his daughter, and on her who is his wife. For though a woman be timorous enough in all else, and as regards courage, a coward at the mere sight of steel, yet in the moment she finds her honour wronged, no heart is filled with deadlier thoughts than hers.

Chorus This will I do; for thou wilt be taking a just vengeance on thy husband, Medea. That thou shouldst mourn thy lot surprises me not. But lo! I see Creon, king of this land coming hither, to announce some new resolve.

Creon Hark thee, Medea, I bid thee take those sullen looks and angry thoughts against thy husband forth from this land in exile, and with thee take both thy children and that without delay, for I am judge in this sentence, and I will not return unto my house till I banish thee beyond the borders of the land.

Medea Ah, me! now is utter destruction come upon me, unhappy that I am! For my enemies are bearing down on me full sail, nor have I any landing-place to come at in my trouble. Yet for all my wretched plight I will ask thee, Creon, wherefore dost thou drive me from the land?

Creon I fear thee,—no longer need I veil my dread ’neath words,—lest thou devise against my child some cureless ill. Many things contribute to this fear of mine; thou art a witch by nature, expert in countless sorceries, and thou art chafing for the loss of thy husband’s affection. I hear, too, so they tell me, that thou dost threaten the father of the bride, her husband, and herself with some mischief; wherefore I will take precautions ere our troubles come. For ’tis better for me to incur thy hatred now, lady, than to soften my heart and bitterly repent it hereafter.

Μήδεια 292φεῦ φεῦ. οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον, ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά. χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ 295παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ. σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· 300τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ. ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης. σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, 305τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς; οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον— ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην 310ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι 315σιγησόμεσθα, κρεισσόνων νικώμενοι. Κρέων λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν, τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, 320ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε· ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.

Medea Alas! this is not now the first time, but oft before, O Creon, hath my reputation injured me and caused sore mischief. Wherefore whoso is wise in his generation ought never to have his children taught to be too clever; for besides the reputation they get for idleness, they purchase bitter odium from the citizens. For if thou shouldst import new learning amongst dullards, thou will be thought a useless trifler, void of knowledge; while if thy fame in the city o’ertops that of the pretenders to cunning knowledge, thou wilt win their dislike. I too myself share in this ill-luck. Some think me clever and hate me, ; others find me hard to please and not so very clever after all. Be that as it may, thou dost fear me lest I bring on thee something to mar thy harmony. Fear me not, Creon, ray position scarce is such that I should seek to quarrel with princes. Why should I, for how hast thou injured me? Thou hast betrothed thy daughter where thy fancy prompted thee. No, ’tis my husband I hate, though I doubt not thou hast acted wisely herein. And now I grudge not thy prosperity; betroth thy child, good luck to thee, but let me abide in this land, for though I have been wronged I will be still and yield to my superiors.

Creon Thy words are soft to hear, but much I dread lest thou art devising some mischief in thy heart, and less than ever do I trust thee now; for a cunning woman, and man likewise, is easier to guard against when quick-tempered than when taciturn. Nay, begone at once! speak me no speeches, for this is decreed, nor hast thou any art whereby thou shalt abide amongst us, since thou hatest me.

Μήδεια 324μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. Κρέων 325λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. Μήδεια ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς; Κρέων φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. Μήδεια ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. Κρέων πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. Μήδεια 330φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. Κρέων ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. Μήδεια Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. Κρέων ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων. Μήδεια πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα. Κρέων 335τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. Μήδεια μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . . Κρέων ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. Μήδεια φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν. Κρέων τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός; Μήδεια 340μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα, παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις. οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ 345πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν. τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους. Κρέων ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν, αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· 350καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι, εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε. 355νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.

Medea O, say not so! by thy knees and by thy daughter newly-wed, I do implore!

Creon Thou wastest words; thou wilt never persuade me.

Medea What, wilt thou banish me, and to my prayers no pity yield?

Creon I will, for I love not thee above my own family.

Medea O my country! what fond memories I have of thee in this hour!

Creon Yea, for I myself love my city best of all things save my children.

Medea Ah me! ah me! to mortal man how dread a scourge is love!

Creon That, I deem, is according to the turn our fortunes take.

Medea O Zeus! let not the author of these my troubles escape thee.

Creon Begone, thou silly woman, and free me from my toil.

Medea The toil is mine, no lack of it.

Creon Soon wilt thou be thrust out forcibly by the hand of servants.

Medea Not that, not that, I do entreat thee, Creon!

Creon Thou wilt cause disturbance yet, it seems.

Medea I will begone; I ask thee not this boon to grant.

Creon Why then this violence? why dost thou not depart?

Medea Suffer me to abide this single day and devise some plan for the manner of my exile, and means of living for my children, since their father cares not to provide his babes therewith. Then pity them; thou too hast children of thine own; thou needs must have a kindly heart. For my own lot I care naught, though I an exile am, but for those babes I weep, that they should learn what sorrow means.

Creon Mine is a nature anything but harsh; full oft by showing pity have I suffered shipwreck; and now albeit I clearly see my error, yet shalt thou gain this request, lady; but I do forewarn thee, if to-morrow’s rising sun shall find thee and thy children within the borders of this land, thou diest; my word is spoken and it will not lie. So now, if abide thou must, stay this one day only, for in it thou canst not do any of the fearful deeds I dread.

People and places in this passage

English translation by Edward P. Coleridge (1891). Original text: Greek text: Gilbert Murray (ed.), Euripidis Fabulae, Oxford: Clarendon Press, 1902, as digitised by Perseus. English: Edward P. Coleridge, The Plays of Euripides, London: George Bell and Sons, first published 1891 (the Perseus header records the 1906 printing).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.